Humanitext Reader

亚里士多德 · 论天 §4.5#1

对应四元素的四种质料与对单一质料说的批判

第 61 段,共 62 段 · 希腊语

内容简介

作者论证了轻与重的质料为两极,而介于其间的水和空气则具有相对的重性与轻性。随后,他批判了万物皆由单一质料构成的唯一论观点,并指出必须存在与四元素相对应的四种不同质料。

§4.5#15 Τὸ μὲν οὖν ἔχον τοιαύτην ὕλην κοῦφον καὶ ἀεὶ ἄνω, τὸ δὲ τὴν ἐναντίαν βαρύ καὶ ἀεὶ κάτω· τὰ δʼ ἑτέρας μὲν τούτων, ἐχούσας δʼ οὕτω πρὸς ἀλλήλας ὡς αὗται, ἁπλῶς καὶ ἄνω καὶ κάτω φερόμενα· διὸ ἀὴρ καὶ ὕδωρ ἔχουσι καὶ κουφότητα καὶ βάρος ἑκάτερον, καὶ ὕδωρ μὲν πλὴν γῆς πᾶσιν ὑφίσταται, ἀὴρ δὲ πλὴν πυρὸς πᾶσιν ἐπιπολάζει.
因此,具有此类质料者是轻的,且总是向上运动,而具有相反质料者是重的,且总是向下运动;而那些具有不同于这些的质料、但其质料之间的关系如同这些质料之间关系的事物,则单纯地既向上也向下运动;因此,空气和水各自都具有轻性与重性,且水除了土之外下沉于一切之下,而空气除了火之外上浮于一切之上。
ἐπεὶ δʼ ἐστὶν ἓν μόνον ὃ πᾶσιν ἐπιπολάζει καὶ ἓν ὃ πᾶσιν ὑφίσταται, ἀνάγκη δύο ἄλλα εἶναι ἃ καὶ ὑφίσταταί τινι καὶ ἐπιπολάζει τινί.
由于仅有一者浮于一切之上,也仅有一者沉于一切之下,所以必然存在另外两者,它们既下沉于某物之下,又上浮于某物之上。
ὥστε ἀνάγκη καὶ τὰς ὕλας εἶναι τοσαύτας ὅσαπερ ταῦτα, τέτταρας, οὕτω δὲ τέτταρας ὡς μίαν μὲν ἁπάντων τὴν κοινήν, ἄλλως τε καὶ εἰ γίγνονται ἐξ ἀλλήλων, ἀλλά τὸ εἶναι ἕτερον.
因此,其质料也必然与这些事物的数量相同,即四种,但所谓的四种是指:确实有一者是所有事物的共同质料(尤其是如果它们是相互生成的话),但其存在(本质)却是不同的。
οὐδὲ γὰρ κωλύει τῶν ἐναντίων εἶναι μεταξὺ καὶ ἓν καὶ πλείω, ὥσπερ ἐν χρώμασιν· πολλαχῶς γὰρ λέγεται τὸ μεταξὺ καὶ τὸ μέσον.
因为没有任何东西阻止在相反者之间存在着一个或多个中间物,正如在颜色中那样;因为“中间”和“中介”有多种解释。
ἐν μὲν οὖν τῇ αὑτοῦ χώρᾳ τῶν ἐχόντων καὶ βάρος καὶ κουφότητα ἕκαστον ἔχει βάρος (ἡ δὲ γῆ ἐν ἅπασιν ἔχει βάρος), κουφότητα δʼ οὐκ ἔχει, εἰ μὴ ἐν οἷς ἐπιπολάζει.
因此,在具有重性和轻性的事物中,每一个在其自身的场所中都具有重性(而土在所有场所中都具有重性),但它并不具有轻性,除非在它浮在其表面的那些事物中。
διὸ καὶ ὑποσπωμένων μὲν φέρεται εἰς τὰ ἐφεξῆς κάτω, ἀὴρ μὲν εἰς τὴν τοῦ ὕδατος χώραν, ὕδωρ δὲ εἰς τὴν τῆς γῆς.
因此,当[下方之物]被抽去时,它们会依次向下运动,空气向水的场所运动,而水向土的场所运动。
ἄνω δʼ εἰς τὴν τοῦ πυρός, ἀναιρουμένου τοῦ πυρός, οὐκ οἰσθήσεται ὁ ἀήρ, εἰ μὴ βίᾳ, ὥσπερ καὶ τὸ ὕδωρ σπᾶται, ὅταν γένηται τὸ ἐπίπεδον ἓν καὶ θᾶττον σπάσῃ τις ἄνω τῆς φορᾶς, ἣν φέρεται τὸ ὕδωρ κάτω.
但是,向上到火的场所,即使火被移去,空气也不会向上运动,除非受到外力,正如当表面合而为一时,如果有人以快于水向下运动的速度向上抽取,水也会被向上吸起一样。
οὐδὲ τὸ ὕδωρ εἰς τὴν τοῦ ἀέρος, ἀλλ᾿ ἢ ὡς νῦν εἴρηται.
水也不会向空气的场所运动,除非是以刚才所说的方式。
ἡ γῆ δὲ τοῦτο οὐ πάσχει, ὅτι οὐχ ἓν τὸ ἐπίπεδον.
而土则不会经历这种情况,因为它的表面不是合一的。
διὸ τὸ μὲν ὕδωρ εἰς τὸ ἀγγεῖον πυρωθὲν σπᾶται, γῆ δʼ οὔ.
因此,水会被吸入受热的容器中,而土则不会。
ὥσπερ δὲ οὐδʼ ἡ γῆ ἄνω, οὐδὲ τὸ πῦρ κάτω εἶσιν ὑφαιρουμένου τοῦ ἀέρος· οὐδὲν γὰρ ἔχει βάρος οὐδʼ ἐν τῇ αὑτοῦ χώρᾳ, ὥσπερ οὐδʼ ἡ γῆ κουφότητα.
正如土不会向上运动一样,当空气被抽去时,火也不会向下运动;因为火即使在自身的场所中也毫无重性,正如土也毫无轻性一样。
φέρεται δὲ κάτω τὰ δύο ὑποσπωμένων, ὅτι τὸ μὲν ἁπλῶς βαρὺ εἰς τὴν ὑπὸ πᾶσιν ὑφίσταται, τὸ δὲ πρός τι βαρὺ ὂν εἰς τὴν αὑτοῦ χώραν ἢ οἷς ἐπιπολάζει, διʼ ὁμοιότητα τῆς ὕλης.
然而,当[下方之物]被抽去时,那两者之所以向下运动,是因为绝对重者向沉于一切之下的场所运动,而相对重者则由于质料的相似性,向着自身的场所或向着它们浮于其上的那些事物的场所运动。
ὅτι δʼ ἀναγκαῖον ποιεῖν ἴσας τὰς διαφορὰς αὐτοῖς, δῆλον.
而显然必须为它们设定等同数量的差异。
εἰ μὲν γὰρ μία ὕλη πάντων, οἷον ἢ τὸ κενὸν ἢ τὸ πλῆρες ἢ τὸ μέγεθος ἢ τὰ τρίγωνα, ἢ πάντα ἄνω ἢ πάντα κάτω οἰσθήσεται, ἡ δὲ ἑτέρα φορὰ οὐκέτι ἔσται· ὥστʼ ἢ κοῦφον οὐδὲν ἔσται ἀπλῶς, εἰ πάντα ῥέπει μᾶλλον τῷ ἐκ μειζόνων εἶναι σωμάτων ἢ ἐκ πλειόνων, ἢ ὅτι πλήρη. τοῦτο δὲ ὁρῶμέν τε, καὶ δέδεικται ὅτι ὁμοίως κάτω τε ἀεὶ καὶ πανταχοῦ φέρεται καὶ ἄνω.
因为如果所有事物只有一种质料,例如要么是虚空,要么是充实,要么是大小,要么是三角形,那么要么所有事物都向上运动,要么所有事物都向下运动,而另一种运动将不复存在;从而,如果所有事物都因为由较大的物体或较多的物体组成、或者因为是充实的,而更倾向于向下倾斜,那么就没有任何东西是绝对轻的;(而我们确实看到了这一点,并且已经证明了事物在任何地方、任何时候都同样向下和向上运动。
ἐὰν δὲ τὸ κενὸν ἤ τι τοιοῦτον ὃ ἀεὶ ἄνω, οὐκ ἔσται τὸ ἀεὶ κάτω.
)如果虚空或类似的总是向上运动的东西是质料,那么就不会有总是向下运动的东西。
καὶ τῶν μεταξὺ δὴ ἔνια ἔσται κάτω θᾶττον γῆς· ἐν γὰρ τῷ πολλῷ ἀέρι τρίγωνα πλείω ἢ τὰ στερεὰ ἢ τὰ μικρὰ ἔσται.
而且,中间物中的某些事物将会比土更快地向下运动;因为在大体积的空气中,其三角形的数量将多于那些立体物或小物体中的数量。
οὐ φαίνεται δʼ οὐδὲ ἓν μόριον ἀέρος κάτω φερόμενον.
然而,并没有看到哪怕是空气的任一部分向下运动。
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κούφου, ἐὰν ἐκεῖνο ποιῇ τις ὑπερέχειν τῇ ὕλῃ.
同样,对于轻者,如果有人使其在质料上占优势,也会得出相似的荒谬结论。

词汇与语法注释

  1. p.98ἑτέρας μὲν τούτων, ἐχούσας δʼ οὕτω — 单词 ἑτέρας 和 ἐχούσας 为阴性宾格复数,修饰省略的名词 ὕλας(质料)。主语中性复数代词 τὰ δὲ(中间元素)在此构成了“拥有这些质料”的句式,而这些质料之间的相互关系与绝对重轻的质料之间的关系相似。
  2. 312bτῶν ἐναντίων εἶναι μεταξύ — 无人称动词 κωλύει 接不定式 εἶναι,其主语为 καὶ ἓν καὶ πλείω(一者或多者)。介词/副词 μεταξύ 支配属格 τῶν ἐναντίων(相反者)。
  3. 10θᾶττον σπάσῃ τις ἄνω τῆς φορᾶς — 属格 τῆς φορᾶς 依赖于比较级副词 θᾶττον(比……运动更快)。关系代词 ἣν 是与 φέρεται 连用的同族宾格,指的是水自然向下的运动。
  4. p.99τῷ ἐκ μειζόνων εἶναι σωμάτων ἢ ἐκ πλειόνων — 带冠词不定式的与格形式 τῷ ... εἶναι 用作原因或理由与格(由于是由……组成)。以 ἐκ 开始的介词短语表示物质组成部分。

引用这一段

亚里士多德, 论天 §4.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:4.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。