§4.5#2ἐὰν δὲ δύο, τὰ μεταξὺ πῶς ἔσται ποιοῦντα ἃ ποιεῖ ἀήρ τε καὶ ὕδωρ;
但如果只有两种,那么中间物又如何能像空气和水那样发挥作用呢?
οἷον εἴ τις φαίη εἶναι κενὸν καὶ πλῆρες.
例如,如果有人说存在着虚空和充实。
τὸ μὲν οὖν πῦρ κενόν, διὸ ἄνω, τὴν δὲ γῆν πλῆρες, διὸ κάτω.
火是虚空,因此向上运动,而土是充实,因此向下运动。
ἀέρα δὲ πλεῖον πυρὸς ἔχειν, ὕδωρ δὲ γῆς·
并且据说空气含有较多的火,而水含有较多的土。
ἔσται γάρ τι ὕδωρ ὃ πλεῖον ἕξει πῦρ ὀλίγου ἀέρος, καὶ ἀὴρ πολὺς ὀλίγου ὕδατος γῆν πλείω, ὥστε δεήσει ἀέρος τι πλῆθος θᾶττον φέρεσθαι κάτω ὕδατος ὀλίγου.
因为必定会有某种分量的水,其所含的火多于少量的空气,而大量的空气所含的土多于少量的水;这样就必然导致一定分量的空气比少量的水更快地向下运动。
τοῦτο δʼ οὐ φαίνεται οὐδαμοῦ οὐδέποτε.
然而这在任何地方都从未被观察到。
ἀνάγκη τοίνυν, ὥσπερ καὶ τὸ πῦρ ἄνω, ὅτι τοδὶ ἔχει, οἷον τὸ κενόν, τὰ δʼ ἄλλα οὔ, καὶ τὴν γῆν κάτω, ὅτι τὸ πλῆρες ἔχει, καὶ τὸν ἀέρα εἰς τὸν αὑτοῦ καὶ ἀνώτερον τοῦ ὕδατος, ὅτι τοδί τι ἔχει, καὶ τὸ ὕδωρ κάτω, ὅτι τοιόνδε τι.
因此,正如火因为具有这特定的东西(例如虚空)而向上,而其他事物则没有,土因为具有充实而向下一样,空气向其自身的场所且在水之上运动,也必然是因为它具有这特定的东西,而水向下运动则是因为它具有这样的东西。
εἰ δὲ ἦν ἕν τι ἄμφω ἢ δύο, ἄμφω δʼ ὑπάρξει ταῦτα ἑκατέρω, ἔσται τι πλῆθος ἑκατέρου οὗ ὑπερέξει ὕδωρ τε ἀέρος ὀλίγου τῷ ἄνω καὶ ἀὴρ ὕδατος τῷ κάτω, καθάπερ εἴρηται πολλάκις.
但如果两者只有一种共同的东西,或者只有两种,且这两种东西都存在于两者之中,那么就会存在某种分量的各物,使得水在向上运动中超过少量的空气,而空气在向下运动中超过水,正如已经多次说过的那样。
Τὰ δὲ σχήματα οὐκ αἴτια τοῦ φέρεσθαι ἁπλῶς ἢ κάτω ἢ ἄνω, ἀλλὰ τοῦ θάττον ἢ βραδύτερον.
形状并不是导致事物单纯向下或向上运动的原因,而是导致其运动得更快或更慢的原因。
διʼ ἃς δʼ αἰτίας, οὐ χαλεπὸν ἰδεῖν·
至于其原因,并不难看出。
ἀπορεῖται γὰρ νύν διὰ τί τὰ πλατέα σιδήρια καὶ μόλιβδος ἐπιπλεῖ ἐπὶ τοῦ ὕδατος, ἄλλα δὲ ἐλάττω καὶ ἧττον βαρέα, ἂν ᾖ στρογγύλα ἢ μακρά, οἷον βελόνη, κάτω φέρεται, καὶ ὅτι ἔνια διὰ μικρότητα ἐπιπλεῖ, οἷον τὸ ψῆγμα καὶ ἄλλα γεώδη καὶ κονιορτώδη ἐπὶ τοῦ ἀέρος.
因为现在有人提出疑问,为什么扁平的铁片和铅块会浮在水面上,而其他较小且较轻的东西,如果是圆的或长形的(例如针),就会向下沉;以及为什么有些东西由于其微小而浮起,例如金属屑和其他泥土状、粉尘状的东西浮在空气上。
περὶ δὴ τούτων ἀπάντων τὸ μὲν νομίζειν αἴτιον εἶναι ὥσπερ Δημόκριτος οὐκ ὀρθῶς ἔχει.
对于所有这些现象,像德谟克利特那样认为其原因是错误的。
ἐκεῖνος γάρ φησι τὰ ἀναφερόμενα θερμὰ ἐκ τοῦ ὕδατος ἀνακωχεύειν τὰ πλατέα τῶν ἐχόντων βάρος, τὰ δὲ στενὰ διαπίπτειν· 313 b ὀλίγα γὰρ εἶναι τὰ ἀντικρούοντα αὐτοῖς.
因为他说,从水中升起的受热之物,能支撑起那些具有重量的事物中扁平的部分,而狭窄的部分则会陷落, 313 b 因为阻碍它们的东西很少。
ἔδει δʼ ἐν τῷ ἀέρι ἔτι μᾶλλον τοῦτο ποιεῖν, ὥσπερ ἐνίσταται κἀκεῖνος αὐτός.
但是,在空气中应该更会发生这种情况,正如他自己也提出了这个异议。
ἀλλʼ ἐνστὰς λύει μαλακῶς· φησὶ γὰρ οὐκ εἰς ἓν ὁρμᾶν τὸν σοῦν, λέγων σοῦν τὴν κίνησιν τῶν ἄνω φερομένων σωμάτων.
然而,他虽然提出了异议,却解释得很软弱;因为他说冲流(soūs)并不会奔向同一个方向,他所说的冲流是指向上运动的物体的运动。
ἐπεὶ δʼ ἐστὶ τὰ μὲν εὐδιαίρετα τῶν συνεχῶν τὰ δʼ ἧττον, καὶ διαιρετικὰ δὲ τὸν αὐτὸν τρόπον τὰ μὲν μᾶλλον τὰ δʼ ἧττον, ταύτας εἶναι νομιστέον αἰτίας.
但是,由于在连续的事物中,有些易于分割,有些则不易,而且同样地,作为分割者,有些分割能力较强,有些则较弱,必须认为这些才是原因。
εὐδιαίρετον μὲν οὖν τὸ εὐόριστον, καὶ μᾶλλον τὸ μᾶλλον· ἀὴρ δὲ μᾶλλον ὕδατος τοιοῦτον, ὕδωρ δὲ γῆς.
易于分割的是易于被界定的,且程度越深者越易分割;而空气比水更具此种特性,水又比土更具此种特性。
καὶ τὸ ἔλαττον δὴ ἐν ἑκάστῳ γένει εὐδιαιρετώτερον καὶ διασπᾶται ῥᾷον.
在每一类事物中,较小者确实更易被分割,也更容易被撕裂。
τὰ μὲν οὖν ἔχοντα πλάτος διὰ τὸ πολὺ περιλαμβάνειν ἐπιμένει, διὰ τὸ μὴ διασπᾶσθαι τὸ πλεῖον ῥᾳδίως· τὰ δʼ ἐναντίως ἔχοντα τοῖς σχήμασι διὰ τὸ ὀλίγον περιλαμβάνειν φέρεται κάτω, διὰ τὸ διαιρεῖν ῥᾳδίως.
因此,具有宽度的物体因为包容了较多部分而停留在表面,因为较大分量的介质不易被撕裂;而形状相反的物体则因为包容得较少而向下运动,因为它们能轻易地进行分割。
καὶ ἐν ἀέρι πολύ μᾶλλον, ὅσῳ εὐδιαιρετώτερος ὕδατός ἐστιν.
而在空气中更是如此,因为空气比水更容易被分割。
ἐπεὶ δὲ τό τε βάρος ἔχει τινὰ ἰσχὺν καθʼ ἣν φέρεται κάτω, καὶ τὰ συνεχῆ πρὸς τὸ μὴ διασπᾶσθαι, ταῦτα δεῖ πρὸς ἄλληλα συμβάλλειν· ἐὰν γὰρ ὑπερβάλλῃ ἡ ἰσχὺς ἡ τοῦ βάρους τῆς ἐν τῷ συνεχεῖ πρὸς τὴν διάσπασιν καὶ διαίρεσιν, βιάσεται κάτω θᾶττον, ἐὰν δὲ ἀσθενεστέρα ᾖ, ἐπιπολάσει.
然而,既然重量具有某种使其向下运动的力量,连续体也具有防止自身被撕裂的力量,就必须将这两者进行相互对比;因为如果重量的力量超过了连续体抵抗撕裂和分割的力量,它就会强行更快地向下运动,但如果较弱,它就会浮在表面。
περὶ μὲν οὖν βαρέος καὶ κούφου καὶ τῶν περὶ αὐτὰ συμβεβηκότων διωρίσθω τοῦτον ἡμῖν τὸν τρόπον.
因此,关于重与轻以及与之相关的属性,就让我们以此种方式予以界定。