§4.4#2ἔστι δʼ ὁμοίως καὶ τὸ κοῦφον)·
同样,轻的东西也存在。
ὁρῶμεν γάρ, καθάπερ εἴρηται πρότερον, ὅτι τὰ γεηρὰ πᾶσιν ὑφίσταται καὶ φέρεται πρὸς τὸ μέσον.
)因为,正如前面所说的,我们看到土性的事物下沉于一切事物之下,并且向着中心运动。
ἀλλὰ μὴν ὥρισται τὸ μέσον.
但是,中心确实是确定的。
εἰ τοίνυν ἔστι τι ὁ πᾶσιν ἐπιπολάζει, καθάπερ φαίνεται τὸ πῦρ καὶ ἐν αὐτῷ τῷ ἀέρι ἄνω φερόμενον, ὁ δʼ ἀὴρ ἡσυχάζων, δῆλον ὅτι τοῦτο φέρεται πρὸς τὸ ἔσχατον.
因此,如果存在某种浮在一切之上的东西(正如火甚至在空气本身中也显出向上运动,而空气却处于静止状态),那么显然这会向着边界运动。
ὥστε βάρος οὐδὲν οἷόν τʼ ἔχειν αὐτό· ὑφίστατο γὰρ ἂν ἄλλῳ· εἰ δὲ τοῦτο, εἴη ἄν τι ἕτερον, ὃ φέρεται ἐπὶ το ἔσχατον, οὗ πᾶσι τοῖς φερομένοις ἐπιπολάσει.
因此,它不可能具有任何重性;因为它本会下沉于其他事物之下;而如果是这样,就会有另一个向边界运动的东西,它会浮在所有运动的事物之上。
νῦν δʼ οὐδὲν φαίνεται.
但实际上并没有看到这样的东西。
τὸ ἄρα πῦρ οὐδὲν ἔχει βάρος, οὐδὲ ἡ γῆ κουφότητα οὐδεμίαν, εἴπερ ὑφίσταται πᾶσι καὶ τὸ ὑφιστάμενον φέρεται ἐπὶ τὸ μέσον.
因此,火毫无重性,土也毫无轻性,如果土确实下沉于一切事物之下,且下沉者向中心运动。
ἀλλὰ μὴν ὅτι γʼ ἐστὶ μέσον πρὸς ὃ ἡ φορὰ τοῖς ἔχουσι βάρος καὶ ἀφʼ οὗ τοῖς κούφοις, δῆλον πολλαχόθεν, πρῶτον μὲν τῷ εἰς ἄπειρον μὴ ἐνδέχεσθαι φέρεσθαι μηθέν.
再者,存在着一个中心,具有重性的事物的运动指向它,而轻的事物的运动偏离它,这从许多方面都很明显:首先,因为任何事物都不可能向无限运动。
ὥσπερ γὰρ οὐκ ἔστιν οὐθὲν ἀδύνατον, οὕτως οὐδὲ γίγνεται· ἡ δὲ φορὰ γένεσίς ποθέν ποι.
因为正如不可能的事物不存在一样,它也不会发生;而运动是自某处至某处的生成。
ἔπειτα πρὸς ὁμοίας φαίνεται γωνίας τὸ μὲν πῦρ ἄνω φερόμενον, ἡ δὲ γῇ κάτω καὶ πᾶν τὸ βάρος ἔχον.
其次,火向上运动,而土和一切具有重性的事物向下运动,显现出是以相似的角度。
ὥστʼ ἀνάγκη φέρεσθαι πρὸς τὸ μέσον.
所以,它们必然被运送到中心。
τοῦτο δὲ πότερον συμβαίνει πρὸς τὸ τῆς γῆς μέσον ἢ πρὸς τὸ τοῦ παντός, ἐπεὶ ταὐτόν ἔστιν, ἄλλος λό γος.
但这究竟是指向地球的中心还是指向宇宙的中心,因为两者是相同的,这属于另一个讨论。
ἐπεὶ δὲ τὸ πᾶσιν ὑφιστάμενον φέρεται πρὸς τὸ μέσον, ἀνάγκη τὸ πᾶσιν ἐπιπτολάζον φέρεσθαι πρὸς τὸ ἔσχατον τῆς χώρας, ἐν ᾗ ποιοῦνται τὴν κίνησιν· ἐναντίον γὰρ τὸ μὲν μέσον τῷ ἐσχάτῳ, τὸ δὲ ὑφιστάμενον ἀεὶ τῷ ἐπιπολάζοντι.
由于下沉于一切事物之下者向中心运动,必然地,浮于一切事物之上者向它们进行运动之区域的边界运动;因为中心与边界相反,而下沉者总是与上浮者相反。
διὸ καὶ εὐλόγως τὸ βαρὺ καὶ κοῦφον δύο ἐστίν· καὶ γὰρ οἱ τόποι δύο, τὸ μέσον καὶ τὸ ἔσχατον.
因此,重与轻是两者也是合理的;因为场所也是两者,即中心与边界。
ἔστι δὲ δή τι καὶ τὸ μεταξύ τούτων, ὃ πρὸς ἑκάτερον αὐτῶν λέγεται θάτερον· εἴ τι γὰρ ὡς ἔσχατον καὶ μέσον ἀμφοτέρων ἐστὶ τὸ μεταξύ, διὰ τοῦτο ἔστι τι καὶ ἄλλο βαρὺ καὶ κοῦφον, οἷον ὕδωρ καὶ ἀήρ᾿ φαμὲν δὲ τὸ μὲν περιέχον τοῦ εἴδους εἶναι, τὸ δὲ περιεχόμενον τῆς ὕλης.
而在这些之间也确实存在某种中间物,它相对于它们中的每一个都被称为是“另一者”;因为,如果中间物作为两者的边界与中心而存在,由于这个原因,也就存在着另外的重与轻,例如水和空气。 而我们说,包围者属于形式,被包围者属于质料。
ἔστι δʼ ἐν πᾶσι τοῖς γένεσιν αὕτη ἡ διάστασις· καὶ γὰρ ἐν τῷ ποιῷ καὶ ἐν τῷ ποσῷ ἐστὶ τὸ μὲν ὡς εἶδος μᾶλλον, τὸ δʼ ὡς ὕλη.
而这种区分存在于所有大类中;因为在性质和数量中,确实存在着一者更像是形式,另一者更像是质料。
καὶ ἐν τοῖς κατὰ τόπον ὡσαύτως τὸ μὲν ἄνω τοῦ ὡρισμένου, τὸ δὲ κάτω τῆς ὕλης.
而在关于场所的事物中也同样,上属于被规定者,下属于质料。
ὥστε καὶ ἐν αὐτῇ τῇ ὕλη τῇ τοῦ βαρέος καὶ κούφου, ᾗ μὲν τοιοῦτον δυνάμει, βαρέος ὕλη, ᾗ δὲ τοιοῦτον, κούφου·
因此,即使在重与轻的质料本身中,就其潜在地是如此而言,它是重的质料;而就其潜在地是如此而言,则是轻的质料。
καὶ ἔστι μὲν ἢ αὐτή, τὸ δʼ εἶναι οὐ ταὐτόν, ὥσπερ καὶ τὸ νοσερὸν καὶ τὸ ὑγιαστόν, τὸ δʼ εἶναι οὐ ταὐτόν· διόπερ οὐδὲ τὸ νοσώ δει εἶναι ἢ ὑγιεινῷ.
而且它们是同一质料,但其存在(本质)却不相同,正如可致病者与可恢复健康者是同一的,但其存在(本质)却不相同;所以,处于生病状态(的本质)与处于健康状态(的本质)也并不相同。