§4.4#14 Τὰς δὲ διαφορὰς καὶ τὰ συμβαίνοντα περὶ αὐτὰ νῦν λέγωμεν.
4 现让我们来讨论它们的区别以及关于它们的随伴现象。
πρῶτον μὲν οὖν διωρίσθω, καθάπερ φαίνεται πᾶσι, βαρὺ μὲν ἀπλῶς τὸ πᾶσιν ὑφιστάμενον, κοῦφον δὲ τὸ πᾶσιν ἐπιπολάζον.
首先,正如所有人显而易见的,让我们先作如下界定:绝对重的是下沉于一切之物之下的,轻的是浮于一切之物之上的。
ἁπλῶς δὲ λέγω εἴς τε τὸ γένος βλέπων, καὶ ὅσοις μὴ ἀμφότερα ὑπάρχει·
我之所以说“绝对”,是着眼于其大类,并且针对的是那些不兼具这两者(重与轻)的事物。
οἷον φαίνεται πυρὸς μὲν τὸ τυχὸν μέγεθος ἄνω φερόμενον, ἐὰν μή τι τύχῃ κωλῦον ἕτερον, γῆς δὲ κάτω· τὸν αὐτὸν δὲ τρόπον καὶ θᾶττον τὸ πλεῖον.
例如,任何大小的火,除非有其他东西阻碍,显而易见的都向着上方运动,而任何大小的土都向着下方运动;同样,数量较多者运动得较快。
ἄλλως δὲ βαρὺ καὶ κοῦφον, οἷς ἀμφότερα ὑπάρχει· καὶ γὰρ ἐπιπολάζουσί τισι καὶ ὑφίστανται, καθάπερ ἀὴρ καὶ ὕδωρ·
而在另一种意义上的重和轻,是指那些兼具这两者(重与轻)的事物;因为它们确实浮在某些东西之上,又下沉于另一些东西之下,如空气和水。
ἁπλῶς μὲν γὰρ οὐδέτερον τούτων κοῦφον ἢ βαρύ· γῆς μὲν γὰρ ἄμφω κουφότερα (ἐπιπολάζει γὰρ αὐτῇ τὸ τυχὸν αὐτῶν μόριον), πυρὸς δὲ βαρύτερα (ὑφίσταται γὰρ αὐτῶν ὁπόσον ἂν μόριον), πρὸς ἑαυτὰ δὲ ἀπλῶς τὸ μὲν βαρυ τὸ δὲ κοῦφον·
因为在绝对意义上,这两者中没有一个是轻的或重的;相对于土,它们两者都较轻(因为它们任意的部分都浮在土之上),而相对于火,则较重(因为无论它们的多大部分都下沉于火之下)。
ἀὴρ μὲν γὰρ ὁπόσος ἂν ᾖ, ἐπιπολάζει ὕδατι, ὕδωρ δὲ ὁπόσον ἂν ᾖ, ἀέρι ὑφίσταται.
但是相对于彼此,简单来说,一者是重的而另一者是轻的;因为空气不论其量有多少,都浮于水之上,而水不论其量有多少,都沉于空气之下。
ἐπεὶ δὲ καὶ τῶν ἄλλων τὰ μὲν ἔχει βάρος τὰ δὲ κουφότητα, δῆλον ὅτι τούτων μὲν αἰτία πάντων ἡ ἐν τοῖς ἀσυνθέτοις διαφορά·
由于在其他事物中,有些具有重性,有些具有轻性,显然,所有这些的原因在于非合成物(单纯体)中的区别。
κατὰ γὰρ τὸ ἐκείνων τετυχηκέναι τοῦ μὲν πλεῖον τοῦ δʼ ἔλαττον, ἔσται τὰ μὲν κοῦφα τὰ δὲ βαρέα τῶν σωμάτων.
因为根据获得它们中这一种较多,那一种较少,这些物体有的将是轻的,有的将是重的。
ὥστε περὶ ἐκείνων λεκτέον· τἆλλα γὰρ ἀκολουθεῖ τοῖς πρώτοις, ὅπερ ἔφαμεν χρῆναι ποιεῖν καὶ τοὺς διὰ τὸ πλῆρες τὸ βαρὺ λέγοντας καὶ διὰ τὸ κενὸν τὸ κοῦφον.
因此,必须讨论那些(单纯体);因为其他事物都遵循第一者,这正是我们说过那些主张由于充实而重、由于空虚而轻的人所应当做的事情。
συμβαίνει δὴ μὴ πανταχοῦ ταὐτὰ βαρέα δοκεῖν εἶναι καὶ κοῦφα διὰ τὴν τῶν πρώτων διαφοράν·
因此,由于第一者的区别,同样的事物在各处并不会显得同样重和轻。
λέγω δʼ οἷον ἐν μὲν ἀέρι βαρύτερον ἔσται ταλαντιαῖον ξύλον μολίβδου μναιαίου, ἐν δὲ ὕδατι κουφότερον·
我的意思是,例如,在空气中,一塔兰同重的木头要比一米纳重的铅更重,但在水中却更轻。
αἴτιον δʼ ὅτι πάντα βάρος ἔχει πλὴν πυρὸς καὶ κουφότητα πλὴν γῆς.
其原因在于,除了火以外,一切事物都具有重性,而除了土以外,一切事物都具有轻性。
γῆν μὲν οὖν καὶ ὅσα γῆς ἔχει πλεῖστον, πανταχοῦ βάρος ἔχειν ἀναγκαῖον, ὕδωρ δὲ πανταχοῦ πλὴν ἐν γῇ, ἀέρα δὲ πλὴν ἐν ὕδατι καὶ γῇ· ἐν τῇ αὑτοῦ γὰρ χώρᾳ πάντα βάρος ἔχει πλὴν πυρός, καὶ ὁ ἀήρ.
因此,土以及含有最多土的事物,必然在任何地方都具有重性,水在除土中以外的任何地方具有重性,空气在除水和土中以外的任何地方具有重性;因为在它自身的场所中,除了火以外,一切事物都具有重性,空气也是如此。
σημεῖον δʼ ὅτι ἕλκει πλεῖον ὁ πεφυσημένος ἀσκὸς τοῦ κενοῦ·
其证据在于,充气的皮袋要比空皮袋称起来更重。
ὥστʼ εἴ τι ἀέρος ἔχει πλεῖον ἢ γῆς καὶ ὕδατος, ἐν μὲν ὅδατι ἐνδέχεται κουφότερον εἶναι τινός, ἐν δὲ ἀέρι βαρύτερον· ἀέρι μὲν γὰρ οὐκ ἐπιπολάζει, τῷ δὲ ὕδατι ἐπιπολάζει.
所以,如果某物含有比土和水更多的空气,在水中它可能比某物轻,但在空气中却更重;因为它不浮于空气之上,但它确实浮于水之上。
ὅτι δʼ ἔστι τι ἁπλῶς κοῦφον καὶ ἁπλῶς βαρύ, ἐκ τῶνδʼ ἐστὶ φανερόν (λέγω δʼ ἀπλῶς κοῦφον ὃ ἀεὶ ἄνω καὶ βαρὺ ὃ ἀεὶ κάτω πέφυκε φέρεσθαι μη κωλυόμενον·
而存在某种绝对轻和绝对重的事物,从以下事实中是显而易见的(我所说的绝对轻,是指在没有阻碍时,自然本性上总是向上运动的,而绝对重,是指总是向下运动的)。
τοιαῦτα γὰρ ἔστι, καὶ οὐχ ὥσπερ οἔονταί τινες πάντʼ ἔχειν βάρος· βαρὺ μὲν γὰρ δοκεῖ τισὶν εἶναι καὶ ἑτέροις, καὶ ἀεὶ φέρεσθαι πρὸς τὸ μέσον.
因为确实存在这样的事物,而不是像有些人所认为的那样,一切事物都具有重性;因为在某些人看来,其他事物也是重的,并且总是向中心运动。