§4.3#13 Ἡμεῖς δὲ λέγωμεν πρῶτον διορίσαντες περὶ οὗ μάλιστα ἀποροῦσί τινες, διὰ τί τὰ μὲν ἄνω φέρεται τὰ δὲ κάτω τῶν σωμάτων ἀεὶ κατὰ φύσιν, τὰ δὲ καὶ ἄνω καὶ κάτω, μετὰ δὲ ταῦτα περὶ βαρέος καὶ κούφου καὶ τῶν συμβαινόντων περὶ αὐτὰ παθημάτων, διὰ τίνʼ αἰτίαν ἕκαστον γένεται.
3 我们首先在界定了一些人最感困惑的问题之后再行讨论,即为什么在物体中,有些物体总是自然地向上运动,有些则向下运动,而有些则既向上又向下运动;在此之后,再讨论重与轻以及发生在它们身上的属性,说明各是以何种原因产生的。
περὶ μὲν οὖν τοῦ φέρεσθαι εἰς τὸν αὑτοῦ τόπον ἕκαστον ὁμοίως ὑποληπτέον ὥσπερ καὶ περὶ τὰς ἄλλας γενέσεις καὶ μεταβολάς.
至于各物向其固有场所运动,应该用与对待其他生成和变化同样的方式来看待。
ἐπεὶ γάρ εἰσι τρεῖς αἱ κινήσεις, ἡ μὲν κατὰ μέγεθος, ἡ δὲ κατʼ εἶδος, ἡ δὲ κατὰ τόπον, ἐν ἑκάστῃ τούτων τὴν μεταβολὴν ὁρῶμεν γινομένην ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία καὶ τὰ μεταξὺ καὶ οὐκ εἰς τὸ τυχὸν τῷ τυχόντι μεταβολὴν οὖσαν·
因为运动有三种,即依大小的运动、依形式的运动和依场所的运动,在这每一种运动中,我们都看到变化是从相反者向着相反者以及中间物产生的,而并非任意事物向任意事物发生变化。
ὁμοίως δὲ οὐδὲ κινητικὸν τὸ τυχὸν τοῦ τυχόντος· ἀλλʼ ὥσπερ τὸ ἀλλοιωτὸν καὶ τὸ αὐξητὸν ἕτερον, οὕτω καὶ τὸ ἀλλοιωτικὸν καὶ τὸ αὐξητικόν.
同样地,引起运动者也不是任意事物作用于任意被动者;而是正如可受性质变化之物与可增大之物不同一样,引起性质变化者与引起增大者也不同。
τὸν αὐτὸν δὴ τρόπον ὑποληπτέον καὶ τὸ κατὰ τόπον κινητικὸν καὶ κινητὸν οὐ τὸ τυχὸν εἶναι τοῦ τυχόντος.
因此,必须以同样的方式来假定,依场所引起运动者与可被运动者也不是任意事物作用于任意事物。
εἰ οὖν εἰς τὸ ἄνω καὶ τὸ κάτω κινητικὸν μὲν τὸ βαρυντικὸν καὶ τὸ κουφιστικόν, κινητὸν δὲ τὸ δυνάμει βαρὺ καὶ κοῦφον, τὸ δʼ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι ἕκαστον τὸ εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι.
因此,如果使物向上和向下运动的力量是使之变重者和使之变轻者,而被动者是潜在地重和轻之物,那么,各物向其固有场所运动,也就是向其固有的形式运动。
καὶ ταύτῃ μᾶλλον ἄν τις ὑπολάβοι ὁ ἔλεγον οἱ ἀρχαῖοι, ὅτι τὸ ὅμοιον φέροιτο πρὸς τὸ ὅμοιον.
而从这一角度,人们或许能更好地理解古人所说的 “同类相从”。
τοῦτο γὰρ οὐ συμβαίνει πάντως· οὐ γὰρ ἐάν τις μεταθῇ τὴν γῆν οὗ νῦν ἡ σελήνη, οἰσθήσεται τῶν μορίων ἕκαστον πρὸς αὐτήν, ἀλλʼ ὅπου περ καὶ νῦν, ὅλως μὲν οὖν τοῖς ὁμοίοις καὶ ἀδιαφόροις ὑπὸ τῆς αὐτῆς κινήσεως ἀνάγκη τοῦτο συμβαίνειν, ὥσθʼ ὅπου πέφυκεν ἕν τι φέρεσθαι μόριον, καὶ τὸ πᾶν.
因为这并非在所有情况下都会发生;因为如果有人把地球移到月球现在所在的地方,它的每个微粒并不会朝它运动,而是会运动到它们现在所运动的地方。 但总的来说,对于同类且无差别的事物,这一情况由于同一种运动而必然发生,因此,凡是某一部分在本性上运动去的地方,整体也会运动去那里。
ἐπεὶ δʼ ὁ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, περιέχει δὲ πάντα τὰ κινούμενα ἄνω καὶ κάτω τό τε ἔσχατον καὶ τὸ μέσον, τοῦτο δὲ τρόπον τινὰ γίγνεται τὸ εἶδος τοῦ περιεχομένου, τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι πρὸς τὸ ὅμοιόν ἐστι φέρεσθαι·
既然场所是包围着它的物体的边缘,而极端和中心包围着所有向上和向下运动之物,且这在某种程度上成为了被包围者的形式,那么,各物向其固有场所运动,也就是向着与之相似者运动。
τὰ γὰρ ἑξῆς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ὕδωρ ἀέρι καὶ ἀὴρ πυρί.
因为相接续的事物是彼此相似的,例如水之于空气,空气之于火。
ἀνάπαλιν δὲ λέγειν τοῖς μὲν μέσοις ἔστι, τοῖς δʼ ἄκροις οὔ, οἷον ἀέρα μὲν ὕδατι, ὕδωρ δὲ γῇ·
但反过来言说,对于中间物是可能的,但对于两端之物则不行,例如空气之于水,水之于土。
ἀεὶ γὰρ τὸ ἀνώτερον προς τὸ ὑφʼ αὑτὸ, ὡς εἶδος πρὸς ὕλην, οὕτως ἔχει πρὸς ἄλληλα.
因为总是处于上层者对于处于其下层者,如同形式之于质料,它们彼此之间的关系就是如此。
τὸ δὲ ζητεῖν διὰ τί
而探究为什么……