Humanitext Reader

亚里士多德 · 论天 §4.2#2

批判以虚空与实体的比例解释轻重

第 56 段,共 62 段 · 希腊语

内容简介

亚里士多德驳斥了通过虚空与立体的比例来定义轻重的原子论观点,指出其在绝对轻、运动原因和空间概念上的矛盾。同时,他指出基于大小或单一质料的理论也会面临相同的逻辑困境。

§4.2#2ἔτι δὲ περὶ τοῦ ἔνια μείζω τὸν ὄγκον ὄντα κουφότερα τῶν ἐλαττόνων εἶνα σωμάτων οὐδὲν ἐπεμνήσθησαν, οὐδὲ δῆλον πῶς ἐκ τῶν εἰρημένων ὁμολογούμενα τοῖς φαινομένοις συμβήσεται λέγειν αὐτοῖς.
此外,他们对于某些体积较大却比较小的物体更轻这一现象未提一字,也不清楚根据他们所说的话,他们如何能使自己的说法与现象相一致。
ἀναγκαῖον δὲ καὶ τοῖς περὶ τῆς τοῦ πυρὸς κουφότητος αἰτιωμένοις τὸ πολὺ κενὸν ἔχειν σχεδὸν ἐν ταῖς αὐταῖς ἐνέχεσθαι δυσχερείαις.
而对于那些将火的轻归因于含有大量虚空的人来说,也必然会陷入几乎相同的困境。
ἔλαττον μὲν γὰρ ἕξει στερεὸν τῶν ἄλλων σωμάτων, καὶ τὸ κενὸν πλεῖον· ἀλλʼ ὅμως ἔσται τι πυρὸς πλῆθος ἐν ᾧ τὸ στερεὸν καὶ τὸ πλῆρες ὑπερβάλλει τῶν περιεχομένων στερεῶν ἔν τινι μικρῷ πλήθει γῆς.
因为火所含有的立体确实会比其他物体少,而虚空会更多;但尽管如此,仍会存在某种数量的火,在其中立体和充满的部分超过了某极少量土中所包含的立体。
ἐὰν δὲ φῶσι καὶ τὸ κενόν, πῶς διοριοῦσι τὸ ἀπλῶς βαρύ;
如果他们说也把虚空考虑在内,那他们将如何规定绝对的重呢?
ἢ γὰρ τῷ πλεῖον στερεὸν ἔχειν ἢ τῷ ἔλαττον κενόν.
因为这要么是通过含有更多的立体,要么是通过含有更少的虚空。
εἰ μὲν οὖν τοῦτο φήσουσιν, ἔσται τι πλῆθος γῆς οὕτως ὀλίγον ἐν ᾧ στερεὸν ἔσται 309b ἔλαττον ἢ ἐν πολλῷ πλήθει πυρός.
如果他们这样说,那就会存在某种数量极少的土,在其中所含的立体会少于大量火之中的立体。
ὁμοίως δὲ κἂν τῷ κενῷ διορίσωσιν, ἔσται τι κουφότερον τοῦ ἀπλῶς κούφου καὶ φερομένου ἀεὶ ἄνω αὐτὸ φερόμενον ἀεὶ κάτω.
同样地,即使他们用虚空来规定,也会存在某种比绝对轻且总是向上运动的物体还要轻的东西,而它自身却总是向下运动。
τοῦτο δὲ ἀδύνατον· τὸ γὰρ ἀπλῶς κοῦφον ἀεὶ κουφότερον τῶν ἐχόντων βάρος καὶ κάτω φερομένων, τὸ δὲ κουφότερον οὐκ ἀεὶ κοῦφον διὰ τὸ λέγεσθαι καὶ ἐν τοῖς ἔχουσι βάρος ἕτερον ἑτέρου κουφότερον, οἷον γῆς ὕδωρ.
但这是不可能的;因为绝对轻的东西总是比那些具有重量且向下运动的物体更轻,而较轻的东西并不总是轻的,因为即使在具有重量的物体中,也有一个比另一个更轻的说法,例如水之于土。
ἀλλὰ μὴν οὐδὲ τῷ τὸ κενὸν ἀνάλογον ἔχειν πρὸς τὸ πλῆρες ἱκανὸν λῦσαι τὴν λεγομένην νῦν ἀπορίαν.
然而,即使让虚空与充满的部分保持比例关系,也同样不能解决现在所说的困难。
συμβήσεται γὰρ καὶ τοῦτον τὸν τρόπον λέγουσιν ὡσαύτως τὸ ἀδύνατον.
因为对于以这种方式说话的人来说,同样也会发生不可能的事情。
ἐν γὰρ τῷ πλείονι πυρὶ καὶ ἐν τῷ ἐλάττονι τὸν αὐτὸν ἕξει λόγον τὸ στερεὸν πρὸς τὸ κενόν.
因为在较多的火和较少的火中,立体与虚空的比例是相同的。
φέρεται δέ γε θᾶττον τὸ πλεῖον ἄνω πῦρ τοῦ ἐλάττονος, καὶ κάτω δὲ πάλιν ὡσαύτως ὁ πλείων χρυσὸς καὶ ὁ μόλιβδος· ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἐχόντων βάρος.
然而,较多的火比分量较少的火向上运动得更快,同样,较多的金和铅向下运动也更快;对于其他具有重量的每一事物也是如此。
οὐκ ἔδει δὲ τοῦτο συμβαίνειν, εἴπερ τούτῳ διώρισται τὸ βαρὺ καὶ κοῦφον.
但如果重和轻确实是用这种比例来规定的,那就不应该发生这种情况。
ἄτοπον δὲ καὶ εἰ διὰ τὸ κενὸν μὲν ἄνω φέρονται, τὸ δὲ κενὸν αὐτὸ μή.
此外,如果物体是因为虚空而向上运动,但虚空自身却不向上运动,这也是荒谬的。
ἀλλὰ μὴν εἴ γε τὸ μὲν κενὸν ἄνω πέφυκε φέρεσθαι, κάτω δὲ τὸ πλῆρες, καὶ διὰ τοῦτο τοῖς ἄλλοις αἴτια τῆς φορᾶς, οὐθὲν περὶ τῶν συνθέτων ἔδει σκοπεῖν διὰ τί τὰ μὲν κοῦφα τὰ δὲ βαρέα τῶν σωμάτοων, ἀλλὰ περὶ τούτων αὐτῶν εἰπεῖν διὰ τί τὸ μὲν κοῦφον, τὸ δʼ ἔχει βάρος, ἔτι δὲ τί τὸ αἴτιον τοῦ μὴ διεστάναι τὸ πλῆρες καὶ τὸ κενὸν ἀεί.
然而,如果虚空在本性上确实是向上运动,而充满的部分向下运动,并因此成为其他物体运动的原因,那他们就根本不需要探讨复合体为什么有些轻有些重,而应该讨论这些元素本身,为什么一个是轻的,另一个具有重量,此外,充满的部分和虚空为什么不总是分离开来。
ἄλογον δὲ καὶ τὸ χώραν τῷ κενῷ ποιεῖν, ὥσπερ οὐκ αὐτῷ χώραν τινὰ οὖσαν· ἀναγκαῖον δʼ εἴῦτερ κινεῖται τὸ κενόν, εἶναι αὐτοῦ τινὰ τόπον, ἐξ οὗ μεταβάλλει καὶ εἰς ὅν.
另外,为虚空创造一个空间也是不合理的,仿佛虚空本身不是一种空间似的;但如果虚空确实运动,那就必须有属于它自己的某种空间,作为它从中变化和向其变化的场所。
πρὸς δὲ τούτοις τί τῆς κινήσεως αἴτιον;
此外,运动的原因是什么?
οὐ γὰρ δὴ τό γε κενόν· οὐ γὰρ αὐτὸ κινεῖται μόνον, ἀλλὰ καὶ τὸ στερεόν.
因为这绝不可能是虚空;因为不仅虚空自身在运动,立体也在运动。
ὡσαύτως δὲ συμβαίνει κἂν τις ἄλλως διορίζῃ, μεγέθει καὶ σμικρότητι ποιῶν βαρύτερα καὶ κουφότερα θάτερα τῶν ἑτέρων, καὶ ἄλλον ὁντινοῦν τρόπον κατασκευάζων, μόνον δὲ τὴν αὐτὴν ὕλην ἅπασιν ἀποδιδούς, ἢ πλείους μὲν ὑπεναντίας δὲ μόνον.
同样地,如果有人以其他方式来规定,用大小来使一些物体比另一些物体更重或更轻,或者以其他任何方式来构建,但只为所有物体分配同一种质料,或者只分配多种但仅是对立的质料,结果也是一样。
μιᾶς μὲν γὰρ οὔσης οὐκ ἔσται τὸ ἀπλῶς βαρύ καὶ κοῦφον, ὥσπερ τοῖς ἐκ τῶν τριγώνων συνιστᾶσιν· ἐναντίας δέ, καθάπερ οἱ τὸ κενὸν καὶ πλῆρες, οὐκ ἔσται τὰ μεταξὺ τῶν ἁπλῶς βαρέων καὶ κούφων διὰ τίνʼ αἰτίαν βαρύτερα καὶ κουφότερα ἀλλήλων καὶ τῶν ἁπλῶν ἐστίν.
因为如果质料只有一种,就不会有绝对的重和轻,正如那些用三角形来构建的人那样;如果是对立的质料,就像那些假定虚空和充满的人一样,那就无法说明在绝对重和轻之间的中间物,由于什么原因而相互之间以及对绝对物而言是较重或较轻的。
τὸ δὲ μεγέθει καὶ μικρότητι διορίζειν πεπλασμένῳ μὲν ἔοικε μᾶλλον τῶν πρότερον, ὅτι δʼ ἐνδέχεται καθʼ ἕκαστον ποιεῖν διαφορὰς τῶν τεττάρων στοιχείων, ἀσφαλεστέρως ἔχει πρὸς τὰς ἔμπροσθεν ἀπορίας.
另一方面,用大小来规定虽然看起来比先前的理论更为虚构,但因为它可以对四种元素的每一种都制造出差异,所以对于应对先前的困难来说更为安全。
τῷ δὲ μίαν ποιεῖν φύσιν τῶν τῷ μεγέθει διαφερόντων ἀναγκαῖον ταὐτὸν συμβαίνειν τοῖς μίαν ποιοῦσιν ὕλην, καὶ μήθʼ ἁπλῶς εἶναι μηθὲν κοῦφον μήτε φερόμενον ἄνω, ἀλλʼ ἢ ὑστερίζον ἢ ἐκθλιβόμενον, καὶ πολλὰ μικρὰ ὀλίγων μεγάλων βαρύτερα εἶναι.
但是,通过为大小不同之物设定同一种本性,必然会发生与那些设定同一种质料的人相同的事情,即没有任何东西是绝对轻的,也没有任何东西是向上运动的,除非是由于落后或被挤出,而且许多小的东西会比少数大的东西更重。
εἰ δὲ τοῦτο ἔσται, συμβήσεται πολὺν ἀέρα καὶ πολὺ πῦρ ὕδατος εἶναι βαρύτερα καὶ γῆς ὀλίγης.
如果是这样,就会导致大量的空气和大量的火比水和少量的土还要重。
τοῦτο δʼ ἐστὶν ἀδύνατον.
但这是不可能的。
τὰ μὲν οὖν παρὰ τῶν ἄλλων εἰρημένα ταῦτα καὶ τοῦτον λέγεται τὸν τρόπον.
因此,其他人的说法就是这些,并且是以这种方式被阐述的。

词汇与语法注释

  1. p.91περὶ τοῦ ἔνια μείζω τὸν ὄγκον ὄντα κουφότερα τῶν ἐλαττόνων εἶναι σωμάτων — 这是由前置词 περί 支配的带冠词不定式结构。不定式 εἶναι 的主语是 ἔνια ... σωμάτων(宾格),其表语形容词是 κουφότερα(宾格)。τὸν ὄγκον 是关系宾格(或限定宾格),修饰分词 ὄντα。属格 τῶν ἐλαττόνων [σωμάτων] 在比较级形容词 κουφότερα 之后作比较属格。整句意为“关于某些体积较大的物体比体积较小的物体更轻这一事实”。
  2. 30ἐὰν δὲ φῶσι καὶ τὸ κενόν — 条件从句 ἐὰν ... φῶσι(φημί 的虚拟式)中的动词 φάναι 在此并非单纯指“说”,而是指“主张”、“假定”或“考虑到(作为因素)”。也可以理解为在其后省略了如 εἶναι(存在)或充当解释因的补语,但结合上下文,理解为“如果他们也将虚空考虑在内(或假定虚空存在)”最为自然。
  3. 309bαὐτὸ φερόμενον ἀεὶ κάτω — 这是一个主格分词短语,同位语式地修饰前文的不定代词 τι κουφότερον(更轻的某物)。代名词 αὐτό(它自身)具有让步或对比的语气,突显了理论的荒谬性:“尽管它自身总是向下运动”(但在理论上却比绝对轻的物体还要轻)。
  4. 15ἀλλὰ μὴν εἴ γε τὸ μὲν κενὸν ἄνω πέφυκε φέρεσθαι... — 这是一个跨越两句的长条件句,归项从句(主句)的主要动词是 ¦20¦ 之后出现的 `οὐθὲν ... ἔδει σκοπεῖν` 和 `ἀλλὰ ... εἰπεῖν`。无人称动词的过去时 ἔδει 表示与过去事实相反的义务或必要性(“本不需要探讨……,而应当讨论……”)。亚里士多德以此反实虚拟语气来指出,如果对手假定虚空自身是向上运动的本原,那么他们去研究复合体的轻重就与这一前提相矛盾。
  5. 310aτῷ δὲ μίαν ποιεῖν φύσιν τῶν τῷ μεγέθει διαφερόντων — 带冠词不定式的与格结构 `τῷ ... ποιεῖν` 表示手段或原因(“通过设定……”)。其宾语是 `μίαν ... φύσιν`(一种本性),并由属格分词短语 `τῶν ... διαφερόντων`(大小不同之物的)修饰。这指的是那种假定“仅在大小上不同的元素其实共享同一种底层本性/质料”的一元论理论。

引用这一段

亚里士多德, 论天 §4.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:4.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。