§4.2#12 Τῶν δὴ πρότερον ἐλθόντων ἐπὶ τὴν περὶ τούτων σκέψιν σχεδὸν οἱ πλεῖστοι περὶ τῶν οὕτω βαρέων καὶ κούφων εἰρήκασι μόνον, ὅσων ἀμφοτέρων ἐχόντων βάρος θάτερόν ἐστι κουφότερον.
2 其次,在先前探讨这一问题的人中,几乎绝大多数人都仅仅讨论了这类重和轻的事物,即在两个同样具有重量的物体中,其中一个较轻。
οὕτω δὲ διελθόντες οἴονται διωρίσθαι καὶ περὶ τοῦ ἀπλῶς κούφου καὶ βαρέος·
他们以这种方式进行阐述,并认为自己也规定了绝对的轻和重。
ὁ δὲ λόγος αὐτοῖς οὐκ ἐφαρμόττει.
但他们的学说并不适用。
δῆλον δʼ ἔσται τοῦτο μᾶλλον προελθοῦσιν.
随着讨论的深入,这一点将会更加清晰。
λέγουσι γὰρ τὸ κουφότερον καὶ βαρύτερον οἱ μὲν ὥσπερ ἐν τῷ Τικαίῳ τυγχάνει γεγραμμένον, βαρύτερον μὲν τὸ ἐκ πλειόνων τῶν αὐτῶν συνεστός, κουφότερον δὲ τὸ ἐξ ἐλαττόνων, ὥσπερ μολίβδου μόλιβδος ὁ πλείων βαρύτερος καὶ χαλκοῦ χαλκός.
因为有些人谈到较轻和较重时,正如在《蒂迈欧篇》中所写的那样,认为由更多相同部分构成的是较重的,而由较少部分构成的是较轻的,就像较多的铅比铅重,较多的铜比铜重一样。
ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν ὁμοειδῶν ἕκαστον· ἐν ὑπεροχῇ γὰρ τῶν ἴσων μορίων βαρύτερον ἕκαστόν ἐστιν.
同样,对于其他同类的每一事物也是如此;因为在同等部分的超额上,每一个都显得更重。
τὸν αὐτὸν δὲ τρόπον καὶ ξύλου μόλιβδόν φασιν· ἔκ τινων γὰρ τῶν αὐτῶν εἶναι πάντα τὰ σώματα καὶ μιᾶς ὕλης, ἀλλʼ οὐ δοκεῖν.
他们以同样的方式也认为,铅比木头重;因为他们说所有的身体都是由某些相同的部分和单一的质料构成,只是表面上看起来不像而已。
οὕτω δὴ διωρισμένων οὐκ εἴρηται περὶ τοῦ ἁπλῶς πούφου καὶ βαρέος·
然而,如果做这样的规定,那对于绝对的轻和重就没有任何说明。
νῦν γὰρ τὸ μὲν πῦρ ἀεὶ ποῦφον καὶ ἄνω φέρεται, ἡ δὲ γῇ καὶ τὰ γεηρὰ πάντα κάτω καὶ πρὸς τὸ μέσον.
因为在事实上,火总是轻的并向上运动,而土和所有属土的事物都向下并向着中心运动。
ὥστʼ οὐ διʼ ὀλιγότητα τῶν τριγώνων ἐξ ὧν συνεστάναι φασὶν ἕκαστον αὐτῶν, τὸ πῦρ ἄνω φέρεσθαι πέφυκεν· τό τε γὰρ πλεῖον ἧττον ἂν ἐφέρετο καὶ βαρύτερον ἂν ἦν ἐκ πλειόνων ὄν τριγώνων.
因此,火并非因为构成它们各部分的三角形数量稀少,才在本性上向上运动;因为若果真如此,数量较多的火反而会向上运动得较少,并且会因为由更多的三角形构成而变得更重。
νῦν δὲ φαίνεται τοὐναντίον· ὅσῳ γὰρ ἂν ᾖ πλεῖον, κουφότερόν ἐστι καὶ ἄνω φέρεται θᾶττον.
但在事实上却相反;因为火越多,它就越轻,并向上运动得越快。
καὶ ἄνωθεν δὲ κάτω τὸ ὀλίγον οἰσθήσεται θάττον πῦρ, τὸ δὲ πολὺ βραδύτερον.
而且,若从上向下运动,少量的火会运动得更快,而多量的火则会更慢。
πρὸς δὲ τούτοις, ἐπεὶ τὸ μὲν ἐλάσσω ἔχον τὰ ὁμογενῆ κουφότερον εἶναί φασι, τὸ δὲ πλείω βαρύτερον, ἀέρα δὲ καὶ ὕδωρ καὶ πῦρ ἐκ τῶν αὐτῶν εἶναι τριγώνων, ἀλλὰ διαφέρειν ὀλιγότητι καὶ πλήθει, διὸ τὸ μὲν αὐτῶν εἶναι κουφότερον τὸ δὲ βαρύτερον, ἔσται τι πλῆθος ἀέρος ὁ βαρύτερον ὕδατος ἔσται.
此外,既然他们说包含较少同质部分的是较轻的,而包含较多的是较重的,并且空气、水和火都是由相同的三角形构成的,只是在多寡上有所不同,因此其中一个较轻,另一个较重,那就必然会存在某种数量的空气,它是比水还要重的。
συμβαίνει δὲ πᾶν τοὐναντίον· ἀεί τε γὰρ ὁ πλείων ἀὴρ ἄνω φέρεται μᾶλλον, καὶ ὅλως ὁτιοῦν μέρος ἀέρος ἄνω φέρεται ἐκ τοῦ ὕδατος.
但实际发生的情况完全相反;因为越多的空气总是越向上运动,而且一般而言,空气的任何部分都会在水中向上浮起。
εἱ μὲν οὖν τοῦτον τὸν τρόπον περὶ κούφου καὶ βαρέος διώρισαν·
于是,一些人就以此方式规定了轻和重。
τοῖς δʼ οὖχ ἱκανὸν ἔδοξεν οὕτω διελεῖν, ἀλλὰ καίπερ ὄντες ἀρχαιότεροι τῆς νῶν ἡλικίας καινοτέρως ἐνόησαν περὶ τῶν νῦν λεχθέντων.
但另一些人则认为这种区分并不充分;然而,尽管他们比我们现在这一代人更古老,他们却对刚才所说的事物有了更新颖的思考。
φαίνεται γὰρ ἔνια τὸν ὄγκον μὲν ἐλάττω τῶν σωμάτων, ὄντα δὲ βαρύτερα.
因为可以看出,有些物体的体积虽然较小,却更重。
δῆλον οὖν ὡς οὐχ ἱκανὸν τὸ φάσκειν ἐξ ἴσων συγκεῖσθαι τῶν πρώτων τὰ ἰσοβαρῆ· ἴσα γὰρ ἂν ἦν τὸν ὄγκον.
因此,显然,断言等重的事物由等量的最初元素构成是不充分的;因为这样一来,它们的体积也会相等。
τὰ δὲ πρῶτα καὶ ἄτομα τοῖς μὲν ἐπίπεδα λέγουσιν ἐξ ὧν συνέστηκε τὰ βάρος ἔχοντα τῶν σωμάτων, ἄτοπον τὸ φάναι·
至于那些认为构成具有重量的物体的最初和不可分割的部分是面的人,这种说法是荒谬的;但对于那些认为它们是立体的人来说,则更有可能说它们之中较大的更重。
τοῖς δὲ στερεὰ μᾶλλον ἐνδέχεται λέγειν τὸ μεῖζον εἶναι βαρύτερον αὐτῶν, τῶν δὲ συνθέτων, ἐπειδήπερ οὐ φαίνεται τοῦτον ἔχειν ἕκαστον τὸν τρόπον, ἀλλὰ πολλὰ βαρύτερα ὁρῶμεν ἐλάττω τὸν ὄγκον ὄντα, καθάπερ ἐρίου χαλκόν, ἕτερον τὸ αἴτιον οἴονταί τε καὶ λέγουσιν ἔνιοι·
然而对于复合体,既然并非每一个看起来都是如此,相反,我们看到许多事物在体积更小的情况下反而更重,例如铜之于羊毛,故此有些人认为并说,其原因是在于别处。
τὸ γὰρ κενὸν ἐμπεριλαμβανόμενον κουφίζειν τὰ σώματά φασι καὶ ποιεῖν ἔστιν ὅτε τὰ μείζω κουφότερα·
因为他们说,其中包含的虚空使物体变轻,并且有时会使较大的物体更轻;因为它们含有更多的虚空。
πλεῖον γὰρ ἔχειν κενόν. διὰ τοῦτο γὰρ καὶ τὸν ὄγκον εἶναι μείζω συγκείμενα πολλάκις ἐξ ἴσων στερεῶν ἢ καὶ ἐλαττόνων, ὅλως δὲ καὶ παντὸς αἴτιον εἶναι τοῦ κουφοτέρου τὸ πλεῖον ἐνυπάρχειν κενόν.
因为正由于此,许多由等量或甚至更少立体构成的物体,其体积往往也更大,并且一般而言,事物较轻的唯一原因就是其中存在着更多的虚空。
λέγουσι μὲν οὖν τοῦτον τὸν τρόπον, ἀνάγκη δὲ προσθεῖναι τοῖς οὕτω διορίζουσι μὴ μόνον τὸ κενὸν ἔχειν πλεῖον, ἄν ᾖ κουφότερον, ἀλλὰ καὶ τὸ στερεὸν ἔλαττον· εἰ γὰρ ὑπερέξει τῆς τοιαύτης ἀναλογίας, οὐκ ἔσται κουφότερον.
尽管他们是这样说的,但对于做此规定的人来说,必须补充一点:如果一物较轻,它不仅必须含有更多的虚空,而且其实体部分也必须更少;因为如果它超出了这种比例,它就不会更轻。
διὰ γὰρ τοῦτο καὶ τὸ πῦρ εἶναί φασι κουφότατον, ὅτι πλεῖστον ἔχει κενόν.
因为他们也正因如此才说火是最轻的,也就是因为它含有最多的虚空。
συμβήσεται οὖν μικροῦ πυρὸς πολὺν χρυσὸν πλεῖον ἔχοντα τὸ κενὸν εἶναι κουφότερον, εἰ μὴ καὶ στερεὸν ἕξει πολλαπλάσιον· ὥστε τοῦτο λεκτέον.
因此,如果金不同时含有成倍的实体,那结果就会是,含有更多虚空的大量黄金将比少量的火还要轻;所以必须说明这一点。
ἔνιοι μὲν οὖν τῶν μὴ φασκόντων εἶναι κενὸν οὐδὲν διώρισαν περὶ κούφου καὶ βαρέος, οἷον Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς· οἱ δὲ διορίσαντες μέν, οὐ φάσκοντες δὲ εἶναι κενόν, οὐδὲν εἶπον διὰ τί τὰ μὲν ἀπλῶς κοῦφα τὰ δὲ βαρέα τῶν σωμάτων, καὶ φέρεται τὰ μὲν ἀεὶ ἄνω τὰ δὲ κάτω.
那么,在那些否认虚空存在的人中,有些人对于轻和重没有做出任何规定,例如阿那克萨戈拉和恩培多克勒;而另一些做出规定却又否认虚空存在的人,也没有说明为什么有些物体是绝对的轻,有些是绝对的重,以及为什么一些物体总是向上运动,而另一些总是向下运动。