§3.77 Πάλιν οὖν ἐπισκεπτέον τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως, πότερον ὡς Ἐμπεδοκλῆς λέγει καὶ Δημόκριτος) ἢ ὡς οἱ εἰς τὰ ἐπίπεδα διαλύοντες, ἢ ἔστιν ἄλλος τις τρόπος παρὰ τούτους.
7 因此,我们必须重新考察它们彼此之间生成的机制是怎样的,是如恩培多克勒和德莫克利特所说的那样,还是如那些将物体分解为面的人所说的那样,抑或是在这些之外还有其他某种机制。
οἱ μὲν οὖν περὶ Ἐμπεδοκλέα καὶ Δημόκριτον λανθάνουσιν αὐτοὶ αὑτοὺς οὐ γένεσιν ἐξ ἀλλήλων ποιοῦντες ἀλλὰ φαινομένην γένεσιν· ἐνυπάρχον γὰρ ἕκαστον ἐκκρίνεσθαί φασιν, ὥσπερ ἐξ ἀγγείου τῆς γενέσεως οὕσης ἀλλʼ οὐκ ἔκ τινος ὕλης, οὐδὲ γίγνεσθαι μεταβάλλοντος.
首先,恩培多克勒和德莫克利特的支持者在自己没有察觉的情况下,所做的并不是彼此之间的生成,而只是表象上的生成;因为他们声称每个事物都是作为预先存在者而被分离出来的,就好像生成是从容器中取出来一样,而不是来自某种质料,也不是通过变化而生成。
ἔπειτα κἂν οὕτως οὐδὲν ἧττον ἄλογα τὰ συμβαίνοντα.
其次,即便如此,所产生的结果也同样是不合情理的。
τὸ γὰρ αὐτὸ μέγεθος οὐ δοκεῖ συμπιληθὲν γίνεσθαι βαρύτερον.
因为同一体积的物体,似乎不会因为被压缩而变得更重。
ἀνάγκη δὲ τοῦτο λέγειν τοῖς φάσκουσιν ἐκκρίνεσθαι τὸ ὕδωρ ἐκ τοῦ ἀέρος ἐνυπάρχον· ὅταν γὰρ ὕδωρ ἐξ ἀέρος γένηται, βαρύτερόν ἐστιν.
但那些声称水是从预先存在于空气中的状态分离出来的人,必然要这么说;因为每当水从空气中生成时,它都更重。
ἔτι δὲ τῶν μεμιγμένων σωμάτων οὐκ ἀνάγκη χωρισθὲν θάτερον ἀεὶ πλείω τόπον ἐπέχειν· ὅταν δʼ ἐξ ὕδατος ἀὴρ γένηται, πλείω καταλαμβάνει τόπον· τὸ δὲ λεπτομερέστερον ἐν πλείονι τόπῳ γίγνεται.
此外,在混合物体的情况下,其中之一在被分离时并不必然总是占据更大的空间;然而,每当空气从水中生成时,它就占有更大的空间;而由更细微部分构成的东西是在更大的空间中生成的。
φανερὸν δὲ τοῦτό γε καὶ ἐν τῇ μεταβάσει· διατμιζομένου γὰρ καὶ πνευματουμένου τοῦ ὑγροῦ ῥήγνυται τὰ περιέχοντα τοὺς ὄγκους ἀγγεῖα διὰ τὴν στενοχωρίαν.
而这一点至少在变化过程中也是显而易见的;因为当液体蒸发并转化为气体时,包围其体积的容器会因为空间狭窄而破裂。
ὥστʼ εἰ μὲν ὅλως μή ἐστι κενὸν μηδʼ ἐπεκτείνεται τὰ σώματα, καθάπερ φασὶν οἱ ταῦτα λέγοντες, φανερὸν τὸ ἀδύνατον· εἰ δʼ ἔστι κενὸν καὶ ἐπέκτασις, ἄλογον τὸ ἐξ ἀνάγκης ἀεὶ πλείω τόπον ἐπιλαμβάνειν τὸ χωριζόμενον.
因此,如果像说这些话的人所声称的那样,完全没有虚空,物体也不膨胀,那么这种不可能行就是显而易见的;但如果另一方面存在虚空和膨胀,那么被分离出来的东西必然总是占据更大的空间,这又是合乎情理的。
ἀλλʼ ἀνάγκη καὶ ὑπολείπειν τὴν ἐξ ἀλλήλων γένεσιν, εἴπερ ἐν τῷ πεπερασμένῳ μεγέθει μὴ ἐνυπάρχει ἄπειρα μεγέθη πεπερασμένα.
此外,如果在一个有限的大小中,并不预先存在着无限个有限的大小,那么彼此之间的生成也必然会枯竭。
ὅταν γὰρ ἐκ γῆς ὕδωρ γένηται, ἀφῄρηταί τι τῆς γῆς, εἴπερ ἐκκρίσει ἡ γένεσις· καὶ πάλιν ὅταν ἐκ τῆς ὑπολειπομένης, ὡσαύτως.
因为每当水由土生成时,如果生成确实是通过分离,那么土中就已被带走了一些东西;而当水再次由留下来的土生成时,也是同样的情况。
εἰ μὲν οὖν ἀεὶ τοῦτʼ ἔσται, συμβήσεται ἐν τῷ πεπερασμένῳ ἄπειρα ἐνυπάρχειν· ἐπεὶ δὲ τοῦτʼ ἀδύνατον, οὐκ ἂν ἀεὶ γίγνοιτο ἐξ ἀλλήλων.
因此,如果这种情况总是发生,就会导致在有限者之中存在着无限者;既然这是不可能的,它们就不可能总是彼此生成。
ὅτι μὲν οὖν οὐκ ἔστι τῇ ἐκκρίσει ἡ εἰς ἄλληλα μετάβασις, εἴρηται.
因此,彼此之间的转变并不是通过分离发生的,这一点已经说过了。
λείπεται δʼ εἰς ἄλληλα μεταβάλλοντα γίγνεσθαι τοῦτο δὲ διχῶς·
剩下的只有通过彼此变化而生成。
ἢ γὰρ τῇ μετασχηματίσει, καθάπερ ἐκ τοῦ αὐτοῦ κηροῦ γίγνοιτʼ ἄν σφαῖρα καὶ κύβος, ἢ τῇ διαλύσει τῇ εἰς τὰ ἐπίπεδα, ὥσπερ ἔνιοί φασιν.
而这有两种方式:要么确实是通过改变形状,就像用同一块蜡可以做成球体和立方体一样,要么是通过分解为面,正如有些人所说的那样。
εἰ μὲν οὖν τῇ μετασχηματίσει γίνεται, συμβαίνει ἐξ ἀνάγκης ἄτομα λέγειν τὰ σώματα· διαιρετῶν γὰρ ὄντων οὐκ ἔσται τὸ τοῦ πυρὸς μέρος πῦρ, οὐδὲ τὸ τῆς γῆς γῇ, διὰ τὸ μὴ εἶναι μήτε τὸ τῆς πυραμίδος μέρος πάντως πυραμίδα μήτε τὸ τοῦ κύβου κύβον.
如果确实是通过改变形状而生成的,那必然会导致声称物体是不可分割的;因为如果它们是可分割的,那么火的一部分就不会是火,土的一部分也不会是土,这是由于以下事实:棱锥的一部分不全是棱锥,立方体的一部分也不全是立方体。
εἰ δὲ τῇ τῶν ἐπιπέδων διαλύσει, πρῶτον μὲν ἄτοπον τὸ μὴ πάντα γεννᾶν ἐξ ἀλλήλων, ὅπερ ἀνάγκη λέγειν αὐτοῖς, καὶ λέγουσιν.
但如果是通过面来分解,首先,不让所有东西都彼此生成,这是不合理的,而他们必然要这么说,而且确实也是这么说的。
οὕτε γὰρ εὔλογον ἓν μόνον ἄμοιρον γενέσθαι τῆς μεταβάσεως, οὔτε φαίνεται κατὰ τὴν αἴσθησιν, ἀλλʼ ὁμοίως πάντα μεταβάλλειν εἰς ἄλληλα.
因为既不合情理让唯一一个东西不参与这种转变,在感觉看来也不是如此,相反,所有事物都同样地相互转变。
συμβαίνει δὲ περὶ τῶν φαινομένων λέγουσι μὴ ὁμολογούμενα λέγειν τοῖς φαινομένοις.
结果是,他们虽然在谈论现象,说的却是与现象不相符合的话。
τούτου δʼ αἴτιον τὸ μὴ καλῶς λαβεῖν τὰς πρώτας ἀρχάς, ἀλλά. πάντα βούλεσθαι πρός τινας δόξας ὡρισμένας ἀνάγειν· δεῖ γὰρ ἴσως τῶν μὲν αἰσθητῶν αἰσθητάς, τῶν δὲ ἀϊδίων ἀϊδίους, τῶν δὲ φθαρτῶν φθαρτὰς εἶναι τὰς ἀρχάς, ὅλως δʼ ὁμογενεῖς τοῖς ὑποκειμένοις.
而其原因在于,他们没有很好地掌握最初的原理,而是想把一切都归结于某些既定的成见;因为对于可感物而言原理或许应当是可感的,对于永恒物而言原理是永恒的,对于可消灭物而言原理是可消灭的,总之应当与作为基础的基质同类。
οἱ δὲ διὰ τὴν τούτων φιλίαν ταὐτὸ ποιεῖν ἐοίκασι τοῖς τὰς θέσεις ἐν τοῖς λόγοις διαφυλάττουσιν· ἅπαν γὰρ ὑπομένουσι το συμβαῖνον ὡς ἀληθεῖς ἔχοντες ἀρχάς, ὥσπερ οὐκ ἐνίας δέον κρίνειν ἐκ τῶν ἀποβαινόντων, καὶ μάλιστα ἐκ τοῦ τέλους.
但他们由于对这些成见的偏爱,似乎在做着与在辩论中坚守自己立场的论者们相同的事;因为他们甘愿承受一切产生出来的后果,坚信自己持有的是正确的原理,仿佛我们不该根据其后果、特别是根据其终点来评判某些原理似的。
τέλος δὲ τῆς μὲν ποιητικῆς ἐπιστήμης τὸ ἔργον, τῆς δὲ φυσικῆς τὸ φαινόμενον ἀεὶ κυρίως κατὰ τὴν αἴσθησιν.
而制作科学的终点是作品,自然科学的终点则是始终在感觉中占主导地位的现象。
συμβαίνει δʼ αὐτοῖς μάλιστα τὴν γῆν εἶναι στοιχεῖον, καὶ μόνην ἄφθαρτον, εἴπερ τὸ ἀδιάλυτον ἄφθαρτόν τʼ ἐστὶ καὶ στοιχεῖον· ἡ γὰρ γῆ μόνη ἀδιάλυτος εἰς ἄλλο σῶμα.
对他们来说,其结果主要是土成了元素,而且是唯一不可消灭的,如果不可分解者确实是不可消灭者且是元素的话;因为唯有土是不可分解为其他物体的。
ἀλλα μὴν οὐδʼ ἐν τοῖς διαλυομένοις ἡ τῶν τριγώνων παραιώρησις εὔλογος.
然而,即便在被分解的物体中,三角形的余留也是不合情理的。
συμβαίνει δὲ καὶ τοῦτο ἐν τῇ εἰς ἄλληλα μεταβάσει διὰ τὸ ἐξ ἀνίσων τῷ πλήθει συνεστάναι τριγώνων.
而这在彼此转变时也会发生,因为它们是由在数量上不相等的三角形构成的。
ἔτι δʼ ἀνάγκη τοῖς ταῦτα λέγουσιν οὐκ ἐκ σώματος ποιεῖν γένεσιν· ὅταν γὰρ ἐξ ἐπιπέδων γένηται, οὐκ ἐκ σώματος ἔσται γεγονός.
而且,说这些话的人必然是在从非物体中制造生成;因为当物体由面生成时,它就不是从物体中生成的了。
πρὸς δὲ τούτοις ἀνάγκη μὴ πᾶν σῶμα λέγειν διαιρετόν, ἀλλὰ μάχεσθαι ταῖς ἀκριβεστάταις ἐπιστήμαις· αἱ μὲν γὰρ καὶ τὸ νοητὸν λαμβάνουσι διαιρετόν, αἱ μαθηματικαί, οἱ δὲ οὐδὲ τὸ αἰσθητὸν ἅπαν συγχωροῦσι διὰ τὸ βούλεσθαι σώζειν τὴν ὑπόθεσιν.
此外,他们必然要声称并非所有物体都是可分割的,从而与最精确的科学相冲突;因为这些最精确的科学即数学,甚至将理知之物也视为可分的,而他们为了想保留他们的假设,连一切可感之物是可分的都不予以承认。
ἀνάγκη γὰρ ὅσοι σχῆμα ποιοῦσιν ἑκάστου τῶν στοιχείων καὶ τούτῳ διορίζουσι τὰς οὐσίας αὐτῶν, ἀδιαίρετα ποιεῖν αὐτά· τῆς γὰρ πυραμίδος ἢ τῆς σφαίρας διαιρεθείσης πως οὐκ ἔσται τὸ λειπόμενον σφαῖρα ἢ πυραμίς.
因为凡是为每个元素确立形状并以此规定其本质的人,都必然要使它们成为不可分割的;因为棱锥或球体一旦被某种方式分割,剩下的部分就不会再是球体或棱锥。
ὥστε ἢ τὸ τοῦ πυρὸς μέρος οὐ πῦρ, ἀλλʼ ἔσται τι πρότερον τοῦ 306b στοιχείου, διὰ τὸ πᾶν εἶναι ἢ στοιχεῖον ἢ ἐκ στοιχείων, ἢ οὐχ ἅπαν σῶμα διαιρετόν.
因此,要么火的一部分不是火,而是存在着某种先于元素的东西(因为一切要么是元素,要么是由元素构成的),要么并非所有物体都是可分割的。