§3.66 Ἐπισκεπτέον δὲ πρῶτον πότερον ἀΐδιά ἐστιν ἢ γινόμενα φθτίρεται· τούτου γὰρ δειχθέντος φανερὸν ἔσται καὶ πόσʼ ἄττα καὶ ποῖά ἐστιν.
6 我们必须首先考察,[元素]是永恒的,还是生成并消灭的;因为一旦这一点得到证明,它们有多少以及是怎样的,也将变得显而易见。
ἀΐδια μὲν οὖν εἶναι ἀδύνατον· ὁρῶμεν γὰρ καὶ πῦρ καὶ ὕδωρ καὶ ἕκαστον τῶν ἁπλῶν σωμάτων διαλυόμενον.
现在,它们是永恒的这是不可能的;因为我们看到火、水以及每一种简单物体都在分解。
ἀνάγκη δὴ ἢ ἄπειρον εἶναι ἢ ἵστασθαι τὴν διάλυσιν.
因此,这种分解要么是无限的,要么会停止。
εἰ μὲν οὖν ἄπειρον, ἔσται καὶ ὁ χρόνος ὁ τῆς διαλύσεως ἄπειρος, καὶ πάλιν ὁ τῆς συνθέσεως· ἕκαστον γὰρ ἐν ἄλλῳ χρόνῳ διαλύεται καὶ συντίθεται τῶν μορίων.
如果一方面是无限的,那么分解的时间也将是无限的,进而合成的时间也将是无限的;因为各部分是在不同的时间内被分解和合成的。
ὥστε συμβήσεται ἔξω τοῦ ἀπείρου χρόνου ἄλλον εἶναι ἄπειρον, ὅταν ὅ τε τῆς συνθέσεως ἄπειρος ᾖ καὶ ἔτι τούτου πρότερος ὁ τῆς διαλύσεως.
结果将会是,在无限的时间之外还存在着另一个无限的时间,即合成的时间是无限的,而在此之前还有分解的时间。
ὥστε τοῦ ἀπείρου ἔξω γίγνεται ἄπειρον· ὅπερ ἀδύνατον.
因此,在无限之外又产生了一个无限,这是不可能的。
εἰ δὲ στήσεταί που ἡ διάλυσις, ἤτοι ἄτομον ἔσται τὸ σῶμα ἐν ᾧ ἵσταται, ἢ διαιρετὸν μὲν οὐ μέντοι διαιρεθησόμενον οὐδέποτε, καθάπερ ἔοικεν Ἐμπεδοκλῆς βούλεσθαι λέγειν.
但如果分解在某个地方停止,那么它停止于其中的物体,要么是不可分割的,要么是可分的但永远不会被分割,正如恩培多克勒似乎想要表达的那样。
ἄτομον μὲν οὖν οὐκ ἔσται διὰ τοὺς πρότερον εἰρημένους λόγους· ἀλλὰ μὴν οὐδὲ διαιρετὸν μὲν οὐδέποτε δὲ διαλυθησόμενον.
现在,由于先前说过的那些论证,它不可能是不可分割的;然而,它也不可能是可分的但永远不会被分解的。
τὸ γὰρ ἔλαττον σῶμα τοῦ μείζονος εὐφθαρτότερόν: ἐστιν.
因为较小的物体比较大的物体更容易消灭。
εἴπερ οὖν καὶ τὸ πολὺ φθείρεται κατὰ ταύτην τὴν φθοράν, ὥστε διαλύεσθαι εἰς ἐλάττω, ἔτι μᾶλλον τοῦτο πάσχειν εὔλογον τὸ ἔλαττον.
因此,如果大量的物体也按照这种消灭方式消灭,从而分解成较小的部分,那么较小的物体遭受这种情况就更是合乎情理的。
δύο δὲ τρόπους ὁρῶμεν φθειρόμενον τὸ πῦρ· ὑπό τε γὰρ τοῦ ἐναντίου φθείρεται σβεννύμενον, καὶ αὐτὸ ὑφʼ αὑτοῦ μαραινόμενον.
我们看到火以两种方式消灭:既被相反者熄灭而消灭,也由自身枯萎而消灭。
τοῦτο δὲ πάσχει τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος, καὶ θᾶττον, ὅσῳ ἂν ᾖ ἔλαττον.
而较小者被较大者所施加这种作用,且越小则越快。
ὥστʼ ἀνάγκη φθαρτὰ καὶ γενητὰ εἶναι τὰ στοιχεῖα τῶν σωμάτων.
因此,物体的元素必然是可消灭的和可生成的。
ἐπεὶ δʼ ἐστὶ γενητά, ἤτοι ἐξ ἀσωμάτου ἢ ἐκ σώματος ἔσται ἡ γένεσις, καὶ εἰ ἐκ σώματος, ἤτοι ἐξ ἄλλου ἢ ἐξ ἀλλήλων.
既然它们是可生成的,那么生成要么来自非物体,要么来自物体,如果来自物体,要么来自其他物体,要么来自彼此。
ὁ μὲν οὖν ἐξ ἀσωμάτου γεννῶν λόγος ποιεῖ γεννώμενον κενόν.
现在,主张从非物体生成的论点,会制造出一个被生成的虚空。
πᾶν γὰρ τὸ γινόμενον ἔν τινι γίνεται, καὶ ἤτοι ἀσώματον ἔσται ἐν ᾧ ἡ γένεσις, ἢ ἕξει σῶμα· καὶ εἰ μὲν ἕξει σῶμα, δύο ἔσται σώματα ἄμα ἐν τῷ αὐτῷ, τό τε γιγνόμενον καὶ τὸ προϋπάρχον· εἰ δʼ ἀσώματον, ἀνάγκη κενὸν εἶναι ἀφωρισμένον.
因为一切生成的东西都在某种东西中生成,而生成发生于其中的东西,要么是非物体的,要么具有物体;如果它具有物体,那么在同一个地方将同时有两个物体,即正在生成的东西和预先存在的东西;但如果是非物体的,就必然有一个被划界出来的虚空。
τοῦτο δʼ ὅτι ἀδύνατον, δέδεικται καὶ πρότερον.
而这一点是不可能的,先前已经证明过了。
ἀλλὰ μὴν οὐδʼ ἐκ σώματός τινος ἐγχωρεῖ γίνεσθαι τὰ στοιχεῖα· συμβήσεται γὰρ ἄλλο σῶμα πρότερον εἶναι τῶν στοιχείων.
然而,元素也不可能从某种物体中生成;因为其结果将是存在着另一种先于元素的物体。
τοῦτο δʼ εἰ μὲν ἕξει βάρος ἢ κουφότητα, τῶν στοιχείων ἔσται τι, μηδεμίαν δʼ ἔχον ῥοπὴν ἀκίνητον ἔσται καὶ μαθηματικόν· τοιοῦτον δὲ ὄν οὐκ ἔσται ἐν τόπῳ.
而这个物体如果具有重性或轻性,那么它将是元素之一,而如果不具有任何倾向,那它将是静止不动的、数学性的;而作为这样的一种东西,它将不在地方中。
ἐν ᾧ γὰρ ἠρεμεῖ, ἐν τούτῳ καὶ κινεῖσθαι δυνατόν.
因为在它静止的地方,它也有可能运动。
καὶ εἰ μὲν βίᾳ, παρὰ φύσιν, εἰ δὲ μὴ βίᾳ, κατὰ φύσιν.
如果确实是被迫的,就是违反本性的,如果不是被迫的,就是顺应本性的。
εἰ μὲν οὖν ἔσται ἐν τόπῳ, καί που ἔσται τι τῶν στοιχείων· εἰ δὲ μὴ ἐν τόπῳ, οὐδὲν ἐξ αὐτοῦ ἔσται· τὸ γὰρ γινόμενον, καὶ ἐξ οὗ γίγνεται, ἀνάγκη ἅμα εἶναι.
因此,如果它在地方中,它也将是某个地方的元素之一;但如果它不在地方中,就没有任何东西能从它之中生成;因为生成的东西和它所由生成的东西必然同时存在。
ἐπεὶ δʼ οὔτε ἐξ ἀσωμάτου γίγνεσθαι δυνατὸν οὔτʼ ἐξ ἄλλου σώματος, λείπεται ἐξ ἀλλήλων γίγνεσθαι.
既然既不可能从非物体生成,也不可能从其他物体生成,那么剩下的就是它们彼此之间生成。