§3.2#2ἐκ διεστώτων δὲ καὶ κινουμένων οὐκ εὔλογον ποιεῖν τὴν γένεσιν.
然而,从相互分离且运动着的事物中来说明[世界的]生成是不合理的。
διὸ καὶ Ἐμπεδοκλῆς παραλείπει τὴν ἐπὶ τῆς φιλότητος· οὐ γὰρ ἂν ἡδύνατο συστήσαι τὸν οὐρανὸν ἐκ κεχωρισμένων μὲν κατασκευάζων, σύγκρισιν δὲ ποιῶν διὰ τὴν φιλότητα·
因此,恩培多克勒也省略了在“爱”统治下的生成;因为如果他从分离的状态来构建天体,并通过“爱”来进行结合,他是不可能构建出天体的;因为世界是由已经分离的元素所构成的。
ἐκ διακεκριμένων γὰρ συνέστηκεν ὁ κόσμος τῶν στοιχείων. ὥστʼ ἀναγκαῖον γίνεσθαι ἐξ ἑνὸς καὶ συγκεκριμένου.
因此,[生成]必然是从单一且结合在一起的东西中产生的。
ὅτι μὲν τοίνυν ἐστὶ φυσική τις κίνησις ἑκάστου τῶν σωμάτων, ἣν οὐ βίᾳ κινοῦνται οὐδὲ παρὰ φύσιν, φανερὸν ἐκ τούτων· ὅτι δʼ ἔνια ἔχειν ἀναγκαῖον ῥοπὴν βάρους καὶ κουφότητος, ἐκ τῶνδε δῆλον.
那么,至于每个物体都具有某种顺应自然的运动,在其中它们既不是被迫运动,也不是违背自然地运动,这从上述内容中是显而易见的;但某些物体必然具有重或轻的倾向(倾向性),这从以下几点可以明显看出。
κινεῖσθαι μὲν γάρ φαμεν ἀναγκαῖον εἶναι· εἰ δὲ μὴ ἕξει φύσει ῥοπὴν τὸ κινούμενον, ἀδύνατον κινεῖσθαι ἢ πρὸς τὸ μέσον ἢ ἀπὸ τοῦ μέσου.
因为我们说运动是必然的;而如果运动着的物体在本性上不具有某种倾向,那么它既不可能向中心移动,也不可能远离中心移动。
ἔστω γὰρ τὸ μὲν ἐφʼ οὗ Αἀβαρές, τὸ δʼ ἐφʼ οὖ B βάρος ἔχον, ἐνηνέχθω δὲ τὸ ἀβαρὲς τὴν ΓΔ, τὸ δὲ B ἐν τῷ ἴσῳ χρόνῳ τὴν ΓΕ· μείζω γὰρ οἰσθήσεται τὸ βάρος ἔχον.
设A为无重量的物体,B为具有重量的物体,并设无重量的物体移动了ΓΔ的距离,而B在相同的时间内移动了ΓΕ的距离;因为具有重量的物体会被带向更远的距离。
ἐὰν δὴ διαιρεθῇ τὸ σῶμα τὸ ἔχον βάρος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ (δυνατὸν γὰρ οὕτως ἔχειν πρός τι τῶν ἐν αὐτῷ μορίων), εἰ τὸ ὅλον φέρεται τὴν ὅλην τὴν ΓΕ, τὸ μόριον ἀνάγκη ἐν τῷ αὐτῷ χρόνῳ τὴν ΓΔ φέρεσθαι, ὥστε ἴσον οἰσθήσεται τὸ ἀβαρὲς καὶ τὸ βάρος ἔχον· ὅπερ ἀδύνατον.
如果具有重量的物体按照ΓΕ与ΓΔ的比例被分割(因为使该物体与其内部的某个部分具有这种比例是可能的),那么如果整体移动了整个ΓΕ的距离,其部分就必然在相同的时间内移动ΓΔ的距离,结果,无重量的物体和具有重量的物体将移动相同的距离;而这是不可能的。
ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ κουφότητος.
而同样的论证也适用于轻性。
ἔτι δʼ εἰ ἔσται τι σῶμα κινούμενον μήτε κουφότητα μήτε βάρος ἔχον, ἀνάγκη τοῦτο βίᾳ κινεῖσθαι, βίᾳ δὲ κινούμενον ἄπειρον ποιεῖν τὴν κίνησιν.
此外,如果存在某种既不具有轻性也不具有重量而运动的物体,它就必然是被迫运动,而由于是被迫运动,它必然使自己的运动成为无限的。
ἐπεὶ γὰρ δύναμίς τις ἡ κινοῦσα, τὸ δʼ ἔλαττον καὶ τὸ κουφότερον ὑπὸ τῆς αὐτῆς δυνάμεως πλεῖον κινηθήσεται, κεκινήσθω τὸ μὲν ἐφʼ ᾧ τὸ A, τὸ ἀβαρές, τὴν ΓΕ τὸ δʼ ἐφʼ ᾧ τὸ B, τὸ βάρος ἔχον, ἐν τῷ ἴσῳ χρόνῳ τὴν ΓΔ. διαιρεθέντος δὴ τοῦ βάρος ἔχοντος σώματος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ, συμβήσεται τὸ ἀφαιρούμενον ἀπὸ τοῦ βάρος ἔχοντος σώματος τὴν ΓΕ φέρεσθαι ἐν τῷ ἴσῳ χρόνῳ, ἐπείπερ τὸ ὅλον ἐφέρετο τὴν ΓΔ. τὸ γὰρ τάχος ἔξει τὺ τοῦ ἐλάττονος πρὸς τὸ τοῦ μείζονος ὡς τὸ μεῖζον σῶμα πρὸς τὸ ἔλαττον.
因为既然推动者是某种力量,而较小的和较轻的物体在同一力量的作用下会移动得更远,那么就设无重量的A移动了ΓΕ的距离,而具有重量的B在相同的时间内移动了ΓΔ的距离。 当具有重量的物体按照ΓΕ与ΓΔ的比例被分割时,结果就会是:从具有重量的物体中分离出来的部分,将在相同的时间内移动ΓΕ的距离,因为整体移动的是ΓΔ。 因为较小者的速度与较大者的速度之比,等于较大物体与较小物体之比。
ἴσον ἄρα τὸ ἀβαρὲς οἰσθήσεται σῶμα καὶ τὸ βάρος ἔχον ἐν τῷ αὐτῷ χρόνῳ.
那么,无重量的物体和具有重量的物体将在相同的时间内移动相同的距离。
τοῦτο δʼ ἀδύνατον· ὥστʼ ἐπεὶ παντὸς τοῦ προστεθέντος μεῖζον κινήσεται διάστημα τὸ ἀβαρές, ἄπειρον ἄν φέροιτο.
而这是不可能的;因此,既然无重量的物体将移动比任何添加物都更大的距离,它就将被带向无限。
φανερὸν οὖν ὅτι ἀνάγκη πᾶν σῶμα βάρος ἔχειν ἢ κουφότητα διωρισμένον.
由此可见,所有物体都必然具有确定的重量或轻性。
ἐπεὶ δὲ φύσις μέν ἐστιν ἡ ἐν αὐτῷ ὑπάρχουσα κινήσεως ἀρχή, δύναμις δʼ ἡ ἐν ἄλλῳ ᾗ ἄλλο, κίνησις δὲ ἡ μὲν κατὰ φύσιν ἡ δὲ βίαιος πᾶσα, τὴν μὲν κατὰ φύσιν, οἷον τῷ λίθῳ τήν κάτω, θᾶττον ποιήσει τὸ κατὰ δύναμιν, τὴν δὲ παρὰ φύσιν ὅλως αὐτή.
既然本性是存在于自身内部的运动原理,而能力是存在于他物之中或作为他物的原理,同时运动全部要么是顺应自然的,要么是被迫的,那么,具有能力的推动者将使顺应自然的运动(例如石头的向下运动)进行得更快,而违背自然的运动则完全是由它自身造成的。
πρὸς ἀμφότερα δὲ ὥσπερ ὀργάνῳ χρῆται τῷ ἀέρι· πέφυκε γὰρ οὗτος καὶ κοῦφος εἶναι καὶ βαρύς.
而对于这两种运动,[该力量]都把空气当作工具来使用;因为空气在本性上既是轻的也是重的。
τὴν μὲν οὖν ἄνω ποιήσει φορὰν ᾗ κοῦφος, ὅταν ὠσθῇ καὶ λάβῃ τὴν ἀρχὴν ἀπὸ τῆς δυνάμεως, τὴν δὲ κάτω πάλιν ᾗ βαρύς· ὥσπερ γὰρ ἐναφάψασα παραδίδωσιν ἑκατέρῳ.
因此,当空气被推动并从该力量中获得起始时,在其作为轻物的作用下,它产生向上移动,而在其作为重物的作用下,它再次产生向下移动;因为就像通过接触一样,它将它们传递给各自的运动。
διὸ καὶ οὐ παρακολουθοῦντος τοῦ κινήσαντος φέρεται τὸ βίᾳ κινηθέν, εἰ γὰρ μὴ τοιοῦτόν τι τὸ σῶμα ὑπῆρχεν, οὐκ ἂν ἦν ἡ βίᾳ κίνησις.
因此,即使推动者不再伴随,被迫运动的物体也会继续移动;因为如果不存在这样一种物体(空气),也就不会有被迫运动。
καὶ τὴν κατὰ φύσιν δʼ ἑκάστου κίνησιν συνεπουρίζει τὸν αὐτὸν τρόπον.
而且,它也以同样的方式助推每个物体顺应自然的运动。
ὅτι μὲν οὖν ἅπαν ἢ κοῦφον ἢ βαρύ, καὶ πῶς αἱ παρὰ φύσιν ἔχουσι κινήσεις, ἐκ τούτων φανερόν.
因此,一切物体要么是轻的要么是重的,以及违背自然的运动是以何种方式存在的,这从上述内容中是显而易见的。
ὅτι δʼ οὔτε πάντων ἐστὶ γένεσις οὔθʼ ἁπλῶς οὐθενός, δῆλον ἑκ τῶν προειρημένων· ἀδύνατον γὰρ παντὸς σώματος εἶναι γένεσιν) εἰ μὴ καὶ κενὸν εἶναί τι δυνατὸν κεχωρισμένον·
但是,既非万物都有生成,也非绝对没有任何东西有生成,这从前述内容中是显而易见的;因为除非某种分离的虚空可能存在,否则所有物体的生成是不可能的。
ἐν ᾧ γὰρ ἔσται τόπῳ τὸ νῦν γινόμενον, εἰ ἐγίνετο, ἐν τούτῳ πρότερον τὸ κενὸν ἀναγκαῖον εἶναι σώματος μηθενὸς ὄντος.
因为在现在正在生成的东西如果生成将要占有的地方,在此之前必然存在虚空,因为没有任何物体存在。
ἄλλο μὲν γὰρ ἐξ ἄλλου σῶμα γίγνεσθαι δυνατόν, οἷον ἐξ ἀέρος πῦρ, ὅλως δʼ ἐκ μηδενὸς ἄλλου προϋπάρχοντος μεγέθους ἀδύνατον· μάλιστα μὲν γὰρ ἐκ δυνάμει τινὸς ὄντος σώματος ἐνεργείᾳ γένοιτʼ ἂν σῶμα.
因为一个物体从另一个物体中产生是可能的(例如从空气中产生火),但完全从没有任何预先存在的大小中产生是不可能的;因为物体最有可能从潜在地是某种物体的状态中现实地产生。
ἀλλʼ εἰ τὸ δυνάμει ὂν σῶμα μηθέν ἐστιν ἄλλο σῶμα ἐνεργείᾳ πρότερον, κενὸν ἔσται κεχωρισμένον.
但是,如果该潜在的物体在此之前不是任何其他现实的物体,那么就会存在一个分离的虚空。