§3.2#12 Ὅτι δʼ ἀναγκαῖον ὑπάρχειν κίνησιν τοῖς ἁπλοῖς σώμασι φύσει τινὰ πᾶσιν, ἐκ τῶνδε δῇλον.
2 至于所有简单物体在本性上都必然具有某种运动,这从以下几点可以明显看出。
ἐπεὶ γὰρ κινούμενα φαίνεται, κινεῖσθαί γε ἀναγκαῖον βίᾳ, εἰ μὴ οἰκείαν ἔχει κίνησιν· τὸ δὲ βίᾳ καὶ παρὰ φύσιν ταὐτόν.
因为既然它们显然在运动,如果它们没有自身固有的运动,那就必然是被迫运动;而被迫运动与违背自然的运动是同一回事。
ἀλλὰ μὴν εἰ παρὰ φύσιν ἐστί τις κίνησις, ἀνάγκη εἶναι καὶ κατὰ φύσιν, παρʼ ἣν αὕτη· καὶ εἰ πολλαὶ αἱ παρὰ φύσιν, τὴν κατὰ φύσιν μίαν· κατὰ φύσιν μὲν γὰρ ἀπλῶς, παρὰ φύσιν δʼ ἔχει πολλὰς ἕκαστον.
然而,如果存在某种违背自然的运动,就必然也存在某种顺应自然的运动,违背自然的运动就是针对这种运动而言的;如果违背自然的运动有多种,那么顺应自然的运动就只有一种;因为对于每一种物体而言,无条件地顺应自然的运动只有一种,而违背自然的运动却有多种。
ἔτι δὲ καὶ ἐκ τῆς ἠρεμίας δῆλον· καὶ γὰρ ἠρεμεῖν ἀναγκαῖον ἢ βίᾳ ἢ κατὰ φύσιν· βίᾳ δὲ μένει οὗ καὶ φέρεται βίᾳ, καὶ κατὰ φύσιν οὖ κατὰ φύσιν.
此外,这从静止中也可以明显看出:因为静止也必然要么是被迫的,要么是顺应自然的;而在被迫运送到的地方,它也因被迫而留居,在顺应自然运送到的地方,它也因顺应自然而留居。
ἐπεὶ οὖν φαίνεταί τι μένον ἐπὶ τοῦ μέσου, εἰ μὲν κατὰ φύσιν, δῆλον ὅτι καὶ ἡ φορὰ ἡ ἐνταῦθα κατὰ φύσιν αὐτῷ· εἰ δὲ βίᾳ, τί τὸ φέρεσθαι κωλῦον;
因此,既然显然有某物留居在中心,如果这是顺应自然的,那么显然移向该处的运动对于它也是顺应自然的;但如果是被迫的,那么阻止它被运送的是什么?
εἰ μὲν ἠρεμοῦν, τὸν αὐτὸν κυκλήσομεν λόγον· ἀνάγκη γὰρ ἢ κατὰ φύσιν εἶναι τὸ πρῶτον ἠρεμοῦν ἢ εἰς ἄπειρον ἰέναι, ὅπερ ἀδύνατον·
如果它是静止的,我们将陷入同样的循环论证;因为最先静止的东西必然要么是顺应自然的,要么是陷入无限后退,而这是不可能的。
εἰ δὲ κινούμενον τὸ κωλῦον φέρεσθαι, καθάπερ φησὶν Ἐμπεδσκλῆς τὴν γῆν ὑπὸ τῆς δίνης ἠρεμεῖν, ποῦ ἂν ἐφέρετο, ἐτειδὴ εἰς ἄπειρον ἀδύνατον·
但是如果阻止运送的东西本身在运动(正如恩培多克勒所说,地球是因为漩涡而静止的),那么既然走向无限是不可能的,它又会被运送到哪里呢?
οὐθὲν γὰρ γίγνεται ἀδύνατον, τὸ δʼ ἄπειρον διελθεῖν ἀδύνατον.
因为不可能的事情是不会发生的,而穿越无限是不可能的。
ὥστʼ ἀνάγκη στῆναί που τὸ φερόμενον, κἀκεῖ μὴ βίᾳ μένειν ἀλλὰ κατὰ φύσιν.
因此,被运送的物体必然会在某处停下,并且在那里不是被迫留居,而是顺应自然地留居。
εἰ δʼ ἐστὶν ἠρεμία κατὰ φύσιν, ἔστι καὶ κίνησις κατὰ, φύσιν ἡ εἰς τοῦτον τὸν τόπον φορά.
如果存在顺应自然的静止,那么也存在顺应自然的运动,即向该地点的移动。
διὸ καὶ Λευκίππῳ καὶ Δημοκρίτῳ, τοῖς λέγουσιν ἀεὶ κινεῖσθαι τὰ πρῶτα σώματα ἐν τῷ κενῷ καὶ τῷ ἀπείρῳ, λεκτέον τίνα κίνησιν καὶ τίς ἡ κατὰ φύσιν αὐτῶν κίνησις.
因此,对于留基波和德谟克利特这些主张第一物体(原子)在虚空和无限中始终运动的人,也必须说明这是一种什么运动,以及它们顺应自然的运动是什么。
εἰ γὰρ ἄλλο ὑπʼ ἄλλου κινεῖται βίᾳ τῶν στοιχείων, ἀλλὰ καὶ κατὰ φύσιν ἀνάγκη τινὰ εἶναι κίνησιν ἑκάστου, παρʼ ἦν ἡ βίαιός ἐστιν· καὶ δεῖ τὴν πρώτην κινοῦσαν μὴ βίᾳ κινεῖν, ἀλλὰ κατὰ φύσιν· εἰς ἄπειρον γὰρ εἶσιν, εἰ μή τι ἔσται κατὰ φύσιν κινοῦν πρῶτον, ἀλλʼ ἀεὶ τὸ πρότερον βίᾳ κινούμενον κινήσει.
因为即使这些元素是一个被另一个被迫运动,但对于每一个元素而言,也必然存在某种顺应自然的运动,被迫的运动就是针对它而言的;而且第一推动者必须不是被迫地推动,而是顺应自然地推动;因为如果不存在某个最先顺应自然推动的东西,而是前一个总是被迫运动着去推动后一个,就会陷入无限后退。
τὸ αὐτὸ δὲ τοῦτο συμβαίνειν ἀναγκαῖον κἂν εἰ καθάπερ ἐν τῷ Τιμαίῳ γέγραπται, πρὶν γενέσθαι τὸν κόσμον ἐκινεῖτο τὰ στοιχεῖα ἀτάκτως.
即使像在《蒂迈欧篇》中所写的那样,在世界生成之前元素无秩序地运动,这也必然会发生同样的事情。
ἀνάγκη γὰρ ἢ βίαιον εἶναι τὴν κίνησιν ἢ κατὰ φύσιν.
因为它们的运动必然要么是被迫的,要么是顺应自然的。
εἰ δὲ κατὰ φύσιν ἐκινεῖτο, ἀνάγκη κόσμον εἶναι, ἐάν τις βούληται θεωρεῖν ἐπιστήσας·
如果它们是顺应自然地运动,那么对于任何愿意专心考察的人来说,必然会存在一个世界。
τό τε γὰρ πρῶτον κινοῦν ἀνάγκη κινεῖν αὑτό, κινούμενον κατὰ φύσιν, καὶ τὰ κινούμενα μὴ βίᾳ, ἐν τοῖς οἰκείοις ἠρεμοῦντα τόποις, ποιεῖν ἥνπερ ἔχουσι νῦν τάξιν, τὰ μὲν βάρος ἔχοντα ἐπὶ τὸ μέσον, τὰ δὲ κουφότητα ἔχοντα ἀπὸ τοῦ μέσου· ταύτην δʼ ὁ κόσμος ἔχει τὴν διάταξιν.
因为第一推动者必然在顺应自然地运动的同时推动自身,而那些不是被迫运动的物体,在它们各自固有的地方静止时,就会产生它们现在所具有的秩序:那些具有重量的向中心移动,而那些具有轻性的则远离中心;而世界正是具有这种排列。
ἔτι δὲ τοσοῦτον ἐπανέροιτʼ ἄν τις, πότερον δυνατὸν ἢ οὐχ οἷόν τʼ ἦν κινούμενα ἀτάκτως καὶ μίγνυσθαι τοιαύτας μίξεις ἔνια, ἐξ ὧν συνίσταται τὰ κατὰ φύσιν συνιστάμενα σώματα, λέγω δʼ οἷον ὀστᾶ καὶ σάρκας, καθάπερ Ἐμπεδοκλῆς φησὶ γίνεσθαι ἐπὶ τῆς φιλότητος· λέγει γὰρ ὡς πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν.
此外,人们还可以追问这样一点:在无秩序运动的同时,某些东西是否可能或者不可能进行这样的混合,从而构成那些顺应自然构成的物体(我指的是例如骨和肉,正如恩培多克勒所说,这发生在 “爱”的统治下;因为他说“许多没有脖子的头长了出来”)。
τοῖς δʼ ἄπειρα ἐν ἀπείρῳ τὰ κινούμενα ποιοῦσιν, εἰ μὲν ἓν τὸ κινοῦν, ἀνάγκη μίαν φέρεσθαι φοράν, ὥστʼ οὐκ ἀτάκτως κινηθήσεται, εἰ δʼ ἄπειρα τὰ κινοῦντα, καὶ τὰς φορὰς ἀναγκαῖον ἀπείρους εἶναι·
但是,对于那些主张在无限中运动的东西是无限的人来说,如果推动者是一个,它们必然被带向单一的移动,因而不会无秩序地运动;但如果推动者是无限的,移动也必然是无限的。
εἰ γὰρ 301 a πεπερασμέναι, τάξις τις ἔσται· οὐ γὰρ τῷ μὴ φέρεσθαι εἰς τὸ αὐτὸ ἡ ἀταξία συμβαίνει· οὐδὲ γὰρ νῶν εἰς τὸ αὐτὸ φέρεται πάντα, ἀλλὰ τὰ συγγενῇ μόνον.
因为如果 301 a 移动是有限的,就会有某种秩序;因为无秩序并非由于不被带向同一地点而产生;因为即使在现在,也不是所有的东西都被带向同一地点,而只有同类的东西才是如此。
ἔτι τὸ ἀτάκτως οὐθέν ἐστιν ἕτερον ἢ τὸ παρὰ φύσιν· ἡ γὰρ τάξις ἡ οἰκεία τῶν αἰσθητῶν φύσις ἐστίν.
此外,“无秩序”无非就是违背自然;因为感觉物体固有的秩序就是它们的本性。
ἀλλὰ μὴν καὶ τοῦτο ἄτοπον καὶ ἀδύνατον, τὸ ἄπειρον ἄτακτον ἔχειν κίνησιν· ἔστι γὰρ ἡ φύσις ἐκείνη τῶν πραγμάτων οἴαν ἔχει τὰ πλείω καὶ τὸν πλείω χρόνον·
然而,无限具有无秩序的运动,这同样是荒谬且不可能的;因为事物的本性就是大多数事物在大多数时间里所具有的性质。
συμβαίνειν οὖν αὐτοῖς τοὐναντίον τὴν μὲν ἀταξίαν εἶναι κατὰ φύσιν, τὴν δὲ τάξιν καὶ τὸν κόσμον παρὰ φύσιν· καίτοι οὐδὲν ὡς ἔτυχε γίγνεται τῶν κατὰ φύσιν.
因此,对于他们来说,结果会适得其反,即无秩序成了顺应自然,而秩序和世界反倒成了违背自然;然而,在顺应自然的事物中,没有什么是偶然发生的。
ἔοικε δὲ τοῦτό γε αὐτὸ καλῶς Ἀναξαγόρας λαβεῖν· ἐξ ἀκινήτων γὰρ ἄρχεται κοσμοποιεῖν.
阿那克萨哥拉似乎很好地把握了这一点;因为他是从静止的事物开始构造世界的。
πειρῶνται δὲ καὶ οἱ ἄλλοι συγκρίνοντές πως πάλιν κινεῖν καὶ διακρίνειν.
而其他人也试图通过某种结合方式让它们重新运动并进行分离。