Humanitext Reader

亚里士多德 · 论天 §2.8#1

天体的静止与轨道旋转所构成的运动

第 31 段,共 62 段 · 希腊语

内容简介

通过考察星体与天空运动的各种可能模式,本段论证了最合理的理论是星体保持静止并固定在各自的轨道上,而轨道本身在进行旋转运动。

§2.8#18 Ἐπεὶ δὲ φαίνεται καὶ τὰ ἄστρα μεθιστάμενα καὶ ὅλος ὁ οὐρανός, ἀναγκαῖον ἤτοι ἠρεμούντων ἀμφοτέρων γίγνεσθαι τὴν μεταβολήν, ἢ κινουμένων, ἢ τοῦ μὲν ἠρεμοῦντος τοῦ δὲ κινουμένου.
8 既然星体和整个天空看起来都在改变位置,那么这种变化必然在以下三种情况之一中发生:要么两者都静止,要么两者都运动,要么一者静止而另一者运动。
ἀμφότερα μὲν τοίνυν ἠρεμεῖν ἀδύνατον ἠρεμούσης γε τῆς γῆς· οὐ γὰρ ἂν ἐγίγνετο τὰ φαινόμενα.
既然地球静止,那么两者都静止是不可能的;因为那样的话,所显现的现象就不会发生。
τὴν δὲ γῆν ὑποκείσθω ἠρεμεῖν.
且让我们假定地球是静止的。
λείπεται δὴ ἢ ἀμφότερα κινεῖσθαι, τὸ μὲν κινεῖσθαι τὸ δʼ ἠρεμεῖν.
因此,剩下的可能性要么是两者都运动,要么是一者运动而另一者静止。
εἰ μὲν οὖν ἀμφότερα κινήσεται, ἄλογον τὸ ταὐτὰ τάχη τῶν ἄστρων εἶναι καὶ τῶν κύκλων· ἕκαστον γὰρ δὴ ὁμοταχὲς ἔσται τῷ κύκλῳ καθʼ ὃν φέρεται.
如果两者都运动,那么星体的速度与它们轨道的速度相同,这是不合理的;因为每一个星体都将与它在其中运行的轨道具有相同的速度。
φαίνεται γὰρ ἅμα τοῖς κύκλοις καθιστάμενα πάλιν εἰς τὸ αὐτό.
因为星体看起来是与它们的轨道同时重新回到原位的。
συμβαίνει οὖν ἅμα τό τε ἄστρον διεληλυθέναι τὸν κύκλον καὶ τὸν κύκλον ἐνηνέχθαι τὴν αὑτοῦ φοράν, διεληλυθότα τὴν αὑτοῦ περιφέρειαν.
因此,结果就是,星体运行完它的轨道,与轨道通过自身运动而运行完自身的圆周,是同时发生的。
οὐκ ἔστι δʼ εὔλογον τὸ τὸν αὐτὸν λόγον ἔχειν τὰ τάχη τῶν ἄστρων καὶ τὰ μεγέθη τῶν κύκλων.
但是,星体的速度与轨道的尺寸具有相同的比例,这是不合理的。
τοὺς μὲν γὰρ κύκλους οὐθὲν ἄτοπον ἀλλʼ ἀναγκαῖον ἀνάλογον ἔχειν τὰ τάχη τοῖς μεγέθεσι, τῶν δʼ ἄστρων ἕκαστον τῶν ἐν τούτοις οὐδαμῶς εὔλογον·
因为对于轨道而言,其速度与尺寸成比例并无不妥之处,反而是必然的,但对于其中的每一个星体来说,这绝非合理。
εἴτε γὰρ ἐξ ἀνάγκης τὸ τὸν μείζω κύκλον φερόμενον θᾶττον ἔσται, δῆλον ὅτι κἂν μετατεθῇ τὰ ἄστρα εἰς τοὺς ἀλλήλων κύκλους, τὸ μὲν ἔσται θᾶττον τὸ δὲ βραδύτερον· οὕτω δʼ οὐκ ἂν ἔχοιεν οἰκείαν κίνησιν, ἀλλὰ φέροιντʼ ἂν ὑπὸ τῶν κύκλων.
因为如果必然是运行在更大轨道上的星体更快速,那么显然,即使将这些星体调换到彼此的轨道上,一者也将变快,另一者变慢;但这样的话,它们就不会有自己特有的运动,而是被轨道载着运行。
εἴτε ἀπὸ ταὐτομάτου συνέπεσεν, οὐδʼ οὕτως εὔλογον ὥστʼ ἐν ἅπασιν ἅμα τόν τε κύκλον εἶναι μείζω καὶ τὴν φορὰν θάττω τοῦ ἐν αὐτῷ ἄστρου· τὸ μὲν γὰρ ἓν ἢ δύο τοῦτον τὸν τρόπον ἔχειν οὐθὲν ἄτοπον, τὸ δὲ πάνθʼ ὁμοίως πλάσματι ἔοικεν.
或者如果这是出于偶然,那也同样不合理,以至于在所有情况下都同时出现轨道更大且其中星体的运行更快速的现象;因为一两个事物处于这种状态并无不妥,但所有事物都同样如此,就显得像是虚构了。
ἄμα δὲ καὶ οὐκ ἔστιν ἐν τοῖς φύσει τὸ ὡς ἔτυχεν, οὐδὲ τὸ πανταχοῦ καὶ πᾶσιν ὑπάρχον τὸ ἀπὸ τύχης.
同时,在自然的事物中不存在随机,那些无处不在且对所有事物都成立的特征也不属于偶然。
ἀλλὰ μὴν πάλιν εἰ οἱ μὲν κύκλοι μένουσιν, αὐτὰ δὲ τὰ ἄστρα κινεῖται, ταὕτα καὶ ὁμοίως ἔσται ἄλογα· συμβήσεται γὰρ θᾶττον κινεῖσθαι τὰ ἔξω, καὶ τὰ τάχη εἶναι κατὰ τὰ μεγέθη τῶν κύκλων.
可是,如果反过来,轨道保持静止,而星体自身在运动,这同样且类似地也是不合理的;因为结果将是外侧的星体运动得更快,且其速度与轨道的尺寸成比例。
ἐπεὶ τοίνυν οὕτʼ ἀμφότερα κινεῖσθαι εὔλογον οὕτε τὸ ἄστρον μόνον, λείπεται τούς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα ἠρεμεῖν καὶ ἐνδεδεμένα τοῖς κύκλοις φέρεσθαι· μόνως γὰρ οὕτως οὐθὲν ἄλογον συμβαίνει·
既然两者都运动或者只有星体运动都是不合理的,那么剩下的可能就是轨道在运动,而星体保持静止并被固定在轨道上运行;因为只有这样,才不会有任何不合理的后果产生。
τό τε γὰρ θᾶττον εἶναι τοῦ μείζονος κύκλου κλουτὸ τάχος εὔλογον περὶ τὸ αὐτὸ κέντρον ἐνδεδεμένων (ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις τὸ μεῖζον σῶμα θᾶττον φέρεται τὴν οἰκείαν φοράν, οὕτως καὶ ἐν τοῖς ἐγκυκλίοις· μεῖζον γὰρ τῶν ἀφαιρουμένων ὑπὸ τῶν ἐκ τοῦ κέντρου τὸ τοῦ μείζονος κύκλου τμῆμα, ὥστʼ εὐλόγως ἐν τῷ ἴσῳ χρόνῳ ὁ μείζων περιοισθήσεται κύκλος), τό τε μὴ διασπᾶσθαι τὸν οὐρανὸν διά τε τοῦτο συμβήσεται καὶ ὅτι δέδεικται συνεχὲς ὄν τὸ ὅλον.
因为当它们被固定在同一个中心周围时,更大轨道的速度更快速,这是合理的(正如在其他物体中,更大的物体在其特有的运动中运行得更快,在作圆周运动的物体中也是如此;因为被自中心发出的半径所截取的部分中,更大轨道的切片更大,所以合理地,在相等的时间内,更大的轨道将被带动物行一周),并且,天空不会分裂,也将由于这个原因以及由于整个宇宙已被证明是连续的而得以实现。

词汇与语法注释

  1. ¦289b¦μεθιστάμενα — 动词 φαίνεται 与分词 μεθιστάμενα 的结合表示客观观测到的事实(“明显在改变位置”),而非主观印象(“看起来在移动,尽管实际上可能并非如此”)。若使用不定式 μεθίστασθαι,则会暗示这种移动可能仅仅是表象,未必符合实际。
  2. ¦p.48¦ἠρεμούντων ἀμφοτέρων — 表示条件的属格绝对结构。后续的 κινουμένων 和 τοῦ μὲν ἠρεμοῦντος τοῦ δὲ κινουμένου 同样是属格绝对,提出了关于天体及其轨道运动与静止组合的三个假言选项。
  3. ¦15¦τὸ τὸν αὐτὸν λόγον ἔχειν — 带冠词的不定式 τὸ ... ἔχειν 形成一个名词短语,充当无人称句 οὐκ ἔστιν εὔλογον 的主语。对格的 τὰ τάχη 作为该不定式的语义主语(主格对格),而 τὸν αὐτὸν λόγον 是其宾语。
  4. ¦20¦τὸ τὸν μείζω κύκλον φερόμενον — 由冠词 τὸ 引导的分词短语(“在更大轨道上被载着运行的事物”)在条件句的归结结中充当主语(名词短语),并修饰谓语 θᾶττον ἔσται(“将会更快”)。
  5. ¦290a¦κλουτὸ τάχος — 手抄本中的文本讹误,通常被校勘并读作 κύκλου τὸ τάχος(“轨道的速度”)。翻译均基于此项校勘,将属格 κύκλου 视为修饰 τὸ τάχος 的成分。

引用这一段

亚里士多德, 论天 §2.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:2.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。