Humanitext Reader

亚里士多德 · 论天 §2.3

天球多样运动的成因与元素的生成

第 25 段,共 62 段 · 希腊语

内容简介

解释了尽管天作永恒运动,为什么存在多个旋转运动。这通过元素的存在及其生成的必然性来解释。

§2.33 Ἐπεὶ δʼ οὐκ ἔστιν ἐναντία κίνησις ἡ κύκλῳ τῇ κύκλῳ, σκεπτέον διὰ τί πλείους εἰσὶ φοραί, καίπερ πόρρωθεν πειρωμένοις ποιεῖσθαι τὴν ζήτησιν, πόρρω δʼ οὐχ οὕτω τῷ τόπῳ, πολύ δὲ μᾶλλον τῷ τῶν συμβεβηκότων αὐτοῖς περὶ πάμπαν ὀλίγων ἔχειν αἴσθησιν.
3 既然圆运动没有与之相反的运动,我们就必须考察为什么存在着多个旋转运动,尽管我们是从极遥远的地方试图进行这一探讨——然而,这“遥远”与其说是由于空间位置,不如说是由于我们对它们所具有的属性所能感知到的实在太少。
ὅμως δὲ λέγωμεν.
但尽管如此,我们还是要谈一谈。
ἡ δʼ αἰτία περὶ αὐτῶν ἐνθένδεληπτέα. ἕκαστόνἐστιν, ὧν ἐστὶν ἔργον, ἕνεκα τοῦ ἔργου.
关于它们的这一原因,必须从以下出发点来把握:每一个拥有其功能的事物,都是为了该功能而存在的。
θεοῦ δʼ ἐνέργεια ἀθανασία· τοῦτο δʼ ἐστὶ ζωὴ ἀΐδιος.
而神的现实活动是永生,这就是永恒的生命。
ὥστʼ ἀνάγκη τῷ θείῳ κίνησιν ἀΐδιον ὑπάρχειν.
因此,神性的事物必然具有永恒的运动。
ἐπεὶ δʼ ὁ οὐρανὸς τοιοῦτος (σῶμα γάρ τι θεῖον), διὰ τοῦτο ἔχει τὸ ἐγκύκλιον σῶμα, ὃ φύσει κινεῖται κύκλῳ ἀεί.
既然天也是这样的事物(因为它是某种神性的身体),所以它拥有圆运动的身体,该身体依本性总是作圆运动。
διὰ τί οὖν οὐχ ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ τοιοῦτον;
那么,为什么天的整个身体不都是这样的呢?
ὅτι ἀνάγκη μένειν τι τοῦ σώματος τοῦ φερομένου κύκλῳ τὸ ἐπὶ τοῦ μέσου, τούτου δʼ οὐθὲν οἷόν τε μένειν μόριον, οὔθ᾿ ὅλως οὔτʼ ἐπὶ τοῦ μέσου.
因为圆运动的身体中必须有某个部分保持在中心,但这圆运动身体的任何部分都既不可能作为整体、也不可能在中心保持静止。
καὶ γὰρ ἂν ἡ κατὰ φύσιν κίνησις ἦν αὐτοῦ ἐπὶ τὸ μέσον· φύσει δὲ κύκλῳ κινεῖται·
因为,[如果它保持静止,]它依本性的运动本应是朝向中心的,但它依本性是作圆运动的。
οὐ γὰρ ἂν ἦν ἀΐδιος ἡ κίνησις· οὐθὲν γὰρ παρὰ φύσιν ἀΐδιον.
因为否则,它的运动就不会是永恒的,因为没有任何违背本性的事物是永恒的。
ὕστερον δὲ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν, καὶ ἔκστασίς τίς ἐστιν ἐν τῇ γενέσει τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν.
此外,违背本性的事物后于顺应本性的事物,而在生成中,违背本性的事物是对顺应本性的事物的一种偏离。
ἀνάγκη τοίνυν γῆν εἶναι· τοῦτο γὰρ ἠρεμεῖ ἐπὶ τοῦ μέσου.
因此,必然存在着地;因为地在中心保持静止。
νῦν μὲν οὖν ὑποκείσθω τοῦτο, ὕστερον δὲ δειχθήσεται περὶ αὐτοῦ.
现在先假定这一点,以后将对此予以证明。
ἀλλά μὴν εἰ γῆν, ἀνάγκη καὶ πῦρ εἶναι· τῶν γὰρ ἐναντίων εἰ θάτερον φύσει, ἀνάγκη καὶ θάτερον εἶναι φύσει, ἐάν περ ᾖ ἐναντίον, καὶ εἶναί τινα αὐτοῦ φύσιν (ἡ γὰρ αὐτὴ ὕλη τῶν ἐναντίων)·
然而,如果存在着地,就必然也存在着火;因为在相反的事物中,如果其中一方依本性存在,那么另一方只要确实是相反的,就必然也依本性存在,并且它自身也拥有某种本性(因为相反事物的质料是相同的)。
καὶ τῆς στερήσεως πρότερον ἡ κατάφασις (λέγω δʼ οἷον τὸ θερμὸν τοῦ ψυχροῦ), ἡ δʼ ἠρεμία καὶ τὸ βαρύ λέγονται κοτὰ στέρησιν κουφότητος καὶ κινήσεως.
而且肯定优先于缺失(例如,我指的是热优先于冷),而静止和重则是根据轻和运动的缺失而被说的。
ἀλλὰ μὴν εἴπερ ἔστι πῦρ καὶ γῆ, ἀνάγκη καὶ τὰ μεταξύ αὐτῶν εἶναι σώματα· ἐναντίωσιν γὰρ ἔχει ἕκαστον τῶν στοιχείων πρὸς ἕκαστον.
然而,如果火和地存在,那么它们之间的身体也必然存在;因为每一个元素都对其他每一个元素具有相反性。
ὑποκείσθω δὲ καὶ τοῦτο νῦν, ὕστερον δὲ πειρατέον δεῖξαι.
这在现在也先予以假定,以后我们必须努力加以证明。
τούτων δʼ ὑπαρχόντων φανερὸν ὅτι ἀνάγκη γένεσιν εἶναι διὰ τὸ μηδὲν οἷόν τʼ αὐτῶν εἶναι ἀΐδιον· πάσχει γὰρ καὶ ποιεῖ τἀναντία ὑπʼ ἀλλήλων, καὶ φθαρτικὰ ἀλλήλων ἐστίν.
在这些事物存在的情况下,显然必然存在着生成,因为它们之中没有任何一个能够是永恒的;因为相反者会相互作用和承受作用,并且是彼此消灭的。
ἔτι δʼ οὐκ εὔλογον εἶναί τι κινητὸν ἀΐδιον, οὗ μὴ ἐνδέχεται εἶναι κατὰ φύσιν τὴν κίνησιν ἀΐδιον· τούτων δʼ εἴς τι ἡ κίνησις.
此外,如果一个事物的依本性运动不可能具有永恒性,那么存在一个永恒运动的该事物是不合常理的;而这些(元素)的运动是朝向某处的。
ὅτι μὲν τοίνυν ἀναγκαῖον εἶναι γένεσιν, ἐκ τούτων δῆλον.
因此,必然存在着生成,从这些中是很清楚的。
εἰ δὲ γένεσιν, ἀναγκαῖον καὶ ἄλλην εἶναι φοράν, ἢ μίαν ἢ πλείους· κατὰ γὰρ τὴν τοῦ ὅλου ὡσαύτως ἀναγκαῖον ἔχειν τὰ στοιχεῖα τῶν σωμάτων πρὸς ἄλληλα.
而如果存在着生成,就必然也存在着另一种旋转运动,或是一个或是多个;因为仅凭整体的(单一)运动,身体的各元素对彼此而言就必然会保持同样的状态。
λεχθήσεται δὲ καὶ περὶ τούτου ἐν τοῖς ἑπομένοις σαφέστεροννῦν δὲ τοσοῦτόν ἐστι δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅτι ἀνάγκη γένεσιν εἶναι, γένεσιν δʼ, εἴπερ καὶ πῦρ, τοῦτο δὲ καὶ τἆλλα, εἴπερ καὶ γῆν· ταύτην δʼ ὅτι ἀνάγκη μένειν τι ἀεί, εἴπερ κινεῖσθαί τι ἀεί.
关于这一点,在接下来的内容中也会说得更清楚;但现在以下这一点是清楚的,即出于什么原因存在着多个圆运动的身体:因为必然存在着生成,而如果火存在就必须有生成,而如果地存在就必须有火和其余的元素;而之所以存在着地,是因为如果有什么东西一直在运动,就必然有某个东西一直保持静止。

词汇与语法注释

  1. 286a3καίπερ πόρρωθεν πειρωμένοις ποιεῖσθαι τὴν ζήτησιν — 与格分词 πειρωμένοις 与无人称谓语 σκεπτέον 连用,补充了省略的施事者与格(如“对我们而言”)。
  2. 286a14καὶ γὰρ ἂν ἡ κατὰ φύσιν κίνησις ἦν αὐτοῦ ἐπὶ τὸ μέσον — 这是一个省略了条件从句(“如果它保持静止”)的虚拟语气主句(未完成过去时直说法 ἦν 带 ἂν)。
  3. 286a34τούτων δʼ εἴς τι ἡ κίνησις — 属格代词 τούτων 指代前文所述“不可能永恒运动的事物”,即进行直线运动的地表四元素。

引用这一段

亚里士多德, 论天 §2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。