§2.2#2ἔτι δʼ ὡς τὸ μῆκος τοῦ πλάτους πρότερον, εἰ τὸ μὲν ἄνω τοῦ μήκους ἀρχή, τὸ δὲ δεξιὸν χοῦ πλάτους, ἡ δὲ τοῦ προτέρου ἀρχὴ προτέρα, πρότερον ἂν εἴη τὸ ἄνω τοῦ δεξιοῦ κατὰ γένεσιν, ἐπειδὴ πολλαχῶς λέγεται τὸ πρότερον.
此外,正如长度优先于宽度,如果上是长度的原理,而右是宽度的原理,且优先者的原理亦优先,那么在生成上,上应该优先于右,因为“优先”有多种含义。
πρὸς δὲ τούτοις, εἰ τὸ μὲν ἄνω ἐστὶ τὸ ὅθεν ἡ κίνησις, τὸ δὲ δεξιὸν ἀφʼ οὗ, τὸ δʼ εἰς τὸ πρόσθεν ἐφʼ ὅ, καὶ οὕτως ἂν ἔχοι τινὰ δύναμιν ἀρχῆς τὸ ἄνω πρὸς τὰς ἄλλας ἰδέας.
除此以外,如果上是运动源起之处,右是运动从其开始之处,而前是运动所朝向之处,那么这样一来,上对于其他形式而言,也具有某种原理的力量。
διά τε δὴ τὸ παραλείπειν τὰς κυριωτέρας ἀρχὰς δίκαιον αὐτοῖς ἐπιτιμᾶν, καὶ διότι ταύτας ἐν ἅπασιν ὁμοίως ἐνόμιζον ὑπάρχειν.
因此,理所当然要谴责他们,既是因为他们遗漏了更主导的原理,也是因为他们认为这些原理在一切事物中都同样存在。
ἡμῖν δʼ ἐπειδὴ ὥρισται πρότερον ὅτι ἐν τοῖς ἔχουσιν ἀρχὴν κινήσεως αἱ τοιαῦται δυνάμεις ὑπάρχουσιν, ὁ δʼ οὐρανὸς ἔμψυχος καὶ ἔχει κινήσεως ἀρχήν, δῆλον ὅτι ἔχει καὶ τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν.
但对我们而言,既然此前已规定此类能力存在于那些拥有运动原理的事物中,而天是有生命的并且拥有运动原理,那么显然,天也拥有上和下、以及右和左。
οὐ δεῖ γὰρ ἀπορεῖν διὰ τὸ σφαιροειδὲς εἶναι τὸ σχῆμα τοῦ παντός, ὅπως ἔσται τούτου τὸ μὲν δεξιὸν τὸ δὲ ἀριστερὸν ὁμοίων γʼ ὄντων τῶν μορίων ἁπάντων καὶ κινουμένων τὸν ἅπαντα χρόνον, ἀλλὰ νοεῖν ὥσπερ ἂν εἴ τις, ἐν οἷς ἔχει τὸ δεξιὸν πρὸς τὸ ἀριστερὸν διαφορὰν καὶ τοῖς σχήμασιν, εἶτα περιθείη σφαῖραν·
因为,我们不必因为整个宇宙的形状是球形,就去困惑它的这一部分如何是右而那一部分如何是左——既然它所有的部分都是相似的且一直在运动。 而应当设想,就好像在那些右与左在形状上也存在差异的事物中,有人随后在其周围套上了一个球体。
ἕξει μὲν γὰρ τὴν δύναμιν διαφέρουσαν, δόξει δʼ οὐ διὰ τὴν ὁμοιότητα τοῦ σχήματος.
因为,它仍将具有不同的能力,但由于形状的均匀相似,它看起来不会如此。
τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῆς ἀρχῆς τοῦ κινεῖσθαι·
对于运动的始原也是同样的情况。
καὶ γὰρ εἰ μηδέποτʼ ἤρξατο, ὅμως ἔχειν ἀναγκαῖον ἀρχήν, ὅθεν ἂν ἤρξατο, εἰ ἤρχετο κινούμενον, κἂν εἰ σταίη, κινηθείη ἂν πάλιν.
因为即使它从未开始,但也必然拥有一个始原——如果它开始运动,它本会由此开始;而如果它停止,它又会由此再次运动。
λέγω δὲ μῆκος μὲν αὐτοῦ τὸ κατὰ τούς πόλους διάστημα, καὶ τῶν πόλων τὸν μὲν ἄνω τὸν δὲ κάτω διαφορὰν γὰρ ἐν τούτοις μόνοις ὁρῶμεν τῶν ἡμισφαιρίων, τῷ μὴ κινεῖσθαι τούς πόλους.
我所说的它的长度是指两极之间的距离,而在两极中,我称一极为上,另一极为下;因为由于两极不运动,只有在它们之中,我们才能看到半球之间的差异。
ἅμα δὲ καὶ εἰώθαμεν λέγειν τὰ πλάγια ἐν τῷ κόσμῳ οὐ τὸ ἄνω καὶ τὸ κάτω, ἀλλά τὸ παρὰ τοὺς πόλους, ὡς τούτου μήκους ὄντος· τὸ γὰρ εἰς τὸ πλάγιόν ἐστι τὸ παρὰ τὸ ἄνω καὶ τὸ κάτω.
同时,我们也习惯于将世界中侧面说成是两极旁的方向,而不是上和下,就好像这就是长度一样;因为侧面是指上和下旁边的方向。
τῶν δὲ πόλων. ὁ μὲν ὑπὲρ ἡμᾶς φαινόμενος τὸ κάτω μέρος ἐστίν, ὁ δʼ ἡμῖν ἄδηλος τὸ ἄνω.
而在两极中,那显现在我们上方的极是下的部分,而对我们不可见的极则是上。
δεξιὸν γὰρ ἑκάστου λέγομεν, ὅθεν ἡ ἀρχὴ τῆς κατὰ τόπον κινήσεως· τοῦ δʼ οὐρανοῦ ἀρχὴν τῆς περιφορᾶς, ὅθεν αἱ ἀνατολαὶ τῶν ἄστρων, ὥστε τοῦτʼ ἂν εἴη δεξιόν, οὗ δʼ αἱ δύσεις, ἀριστερόν.
因为我们称每个事物的右为它的空间运动始原开始的地方;而天体旋转的始原是恒星升起的地方,所以这应当是右,而恒星落下之处则是左。
εἰ οὖν ἄρχεται ἀπὸ τῶν δεξιῶν καὶ ἐπὶ τὰ δεξιὰ περιφέρεται, ἀνάγκη τὸ ἄνω εἶναι τὸν ἀφανῆ πόλον· εἰ γὰρ ἔσται ὁ φανερός, ἐπʼ ἀριστερὰ ἔσται ἡ κίνησις, ὅπερ οὔ φαμεν.
因此,如果运动是从右开始并向右旋转,那么上必然是那不可见的极;因为如果是可见的极,运动就会是向左,而我们是否认这一点的。
δῆλον τοίνυν ὅτι ὁ ἀφανὴς πόλος ἐστὶ τὸ ἄνω.
因此显然,不可见的极是上。
καὶ οἱ μὲν ἐκεῖ οἰκοῦντες ἐν τῷ ἄνω εἰσὶν ἡμισφαιρίῳ καὶ πρὸς τοῖς δεξιοῖς, ἡμεῖς δʼ ἐν τῷ κάτω καὶ πρὸς τοῖς ἀριστεροῖς, ἐναντίως ἢ ὡς οἱ Πυθαγόρειοι λέγουσιν· ἐκεῖνοι γὰρ ἡμᾶς ἄνω ποιοῦσι καὶ ἐν τῷ δεξιῷ μέρει, τούς δʼ ἐκεῖ κάτω καὶ ἐν τῷ ἀριστερῷ.
而在那里生活的人是在上的半球并在右侧,而我们则是在下的半球并在左侧,这与毕达哥拉斯派所说的相反;因为他们把我们放在上和右部,而把那里的人放在下和左部。
συμβαίνει δὲ τοὐναντίον.
但事实恰恰相反。
ἀλλὰ τῆς μὲν δευτέρας περιφορᾶς, οἷον τῆς τῶν πλανήτων, ἡμεῖς μὲν ἐν τοῖς ἄνω καὶ τοῖς δεξιοῖς ἐσμέν, ἐκεῖνοι δὲ ἐν τοῖς κάτω καὶ τοῖς ἀριστεροῖς· ἀνάπαλιν γὰρ τούτοις ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι διὰ τὸ ἐναντίας εἶναι τὰς φοράς, ὥστε συμβαίνειν ἡμᾶς μὲν εἶναι πρὸς τῇ ἀρχῇ ἐκείνους δὲ πρὸς τῷ τέλει.
但是在第二种旋转中,即行星的旋转中,我们是在上和右的部分,而他们是在下和左的部分;因为由于旋转相反,行星运动的始原对它们来说是颠倒的,结果我们是在始原附近,而他们是在终点附近。
περὶ μὲν οὖν τῶν κατὰ τὰς διαστάσεις μορίων καὶ τῶν κατὰ τόπον ὡρισμένων τοσαῦτα εἰρήσθω.
因此,关于按维度和空间所规定的部分,就说这么多吧。