§1.6#16 Αλλὰ μὴν οὐδὲ τὸ ἐπὶ τὸ μέσον οὐδὲ τὸ ἀπὸ τοῦ μέσου φερόμενον ἄπειρον ἔσται·
6 然而,无论是向着中心运动的物体,还是偏离中心运动的物体,都不会是无限的。
ἐναντίαι γὰρ αἱ φοραὶ ἡ ἄνω καὶ ἡ κάτω, αἱ δʼ ἐναντίαι εἰς ἐναντίους τόπους.
因为向上和向下的运动是相反的,而相反的运动导向相反的地方。
τῶν δʼ ἐναντίων εἰ θάτερον ὥρισται, καὶ θάτερον ὡρισμένον ἔσται.
在相反者之中,如果一者是被限定的,另一者也必然是被限定的。
τὸ δὲ μέσον ὥρισται· εἰ γὰρ ὁποθενοῦν φέροιτο κάτω τὸ ὑφιστάμενον, οὖκ ἐνδέχεται πορροώτερον ἐλθεῖν τοῦ μέσου.
而中心是被限定的;因为无论下沉的物体从哪里向下移动,它都不可能走到比中心更远的地方。
ὡρισμένου οὖν τοῦ μέσου καὶ τὸν ἄνω τόπον ἀνάγκη ὡρίσθαι.
因此,既然中心是被限定的,上方的空间也必然是被限定的。
εἰ δʼ οἱ τόποι ὡρισμένοι καὶ πεπερασμένοι, καὶ τὰ σώματα ἔσται πεπερασμένα.
如果这些空间是被限定且有限的,那么其中的物体也将是有限的。
ἔτι εἰ τὸ ἄνω καὶ κάτω ὥρισται, καὶ τὸ μεταξύ ἀνάγκη ὡρίσθαι.
此外,如果上方和下方是被限定的,那么其中间也必然是被限定的。
εἰ γὰρ μὴ ὥρισται, ἄπειρος ἂν εἴη κίνησις· τοῦτο δʼ ὅτι ἀδύνατον, δέδεικται πρότερον.
因为如果不被限定,运动就会是无限的;而这在以前已经证明是不可能的。
ὥρισται ἄρα τὸ μέσον, ὥστε καὶ τὸ ἐν τούτῳ σῶμα ἢ ὂν ἢ γενέσθαι δυνατόν.
因此,中间是被限定的,所以其中存在或可能存在的物体也是[被限定的]。
ἀλλὰ μὴν τὸ ἄνω καὶ κάτω φερόμενον σῶμα δύναται ἐν τούτῳ γενέσθαι· πέφυκε γὰρ τὸ μὲν ἀπὸ τοῷ μέσου κινεῖσθαι, τὸ δʼ ἐπὶ τὸ μέσον.
然而,向上和向下运动的物体是能够存在于其中的;因为一者具有从中心运动的本性,另一者具有向着中心运动的本性。
ἔκ τε δὴ τούτων φανερὸν ὅτι οὐκ ἐνδέχεται σῶμα εἶναι ἄπειρον, καὶ πρὸς τούτοις εἰ βάρος μή ἐστινἄπειρον, οὐδʼ ἂντούτων τῶν σωμάτωνοὐθὲν εἴη ἄπείρον·
因此,从这些事情中可以明显看出,物体不可能是无限的;此外,如果重量不是无限的,那么这些物体中也没有一个会是无限的。
ἀνάγκη γὰρ τοῦ ἀπείρου σώματος ἄπειρον εἶναι καὶ τὸ βάρος.
因为对于无限的物体来说,其重量也必然是无限的。
ὁ δʼ αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ τοῦ κούφου· εἰ γάρ ἐστιν ἄπειρος βαρύτης, ἔστι καὶ κουφότης, ἂν ἄπειρον ἢ τὸ ἐπιπολάζον.
同样的论证也适用于轻者;因为如果有无限的重,那么如果有浮在上面的无限物,也就有无限的轻。
δῆλον δʼ ἐκ τῶνδε.
而这从以下几点可以看得很清楚。
ἔστω γὰρ πεπερασμένον, καὶ εἰλήφθω τὸ μὲν ἄπειρον σῶμα ἐφʼ ᾧ τὸ AB, τὸ δὲ βάρος αὐτοῷ ἐφʼ ᾧ τὸ Γ. ἀφῃρήσθω οὖν ἀπὸ τοῦ ἀπείρου πεπερασμένον μέγεθος ἐφʼ ᾧ τὸ BΔ·
因为,设[重量]是有限的,并且设无限的物体为AB,而它的重量为Γ。
καὶ τὸ βάρος αὐτοῦ ἔστω ἔφʼ ᾧ τὸ E. τὸ δὴ E τοῦ Γ ἔλαττον ἔσται·
那么,从无限的物体中截取一个有限的大小的量BΔ;并设其重量为 E。
τὸ γὰρ τοῦ ἐλάττονος βάρος ἔλαττον.
那么,E将小于Γ;因为较小者的重量较小。
καταμετρείτω δὴ τὸ ἔλαττον ὑποσακισοῶν, καὶ ὡς τὸ βάρος τοὔλαττον πρὸς τὸ μεῖζον, τὸ BΔ πρὸς 273b τὸ ΒΖ γεγενήσθω· ἐνδέχεται γὰρ ἀφελεῖν τοῦ ἀπείρου ὑποσονοῦν.
那么,设较小的重量以若干倍数度量[较大的重量],并且正如较小的重量对于较大者,使BΔ对于BZ的比率也是如此;因为从无限者中截取任何大小的量都是可能的。
εἰ τοίνυν ἀνάλογον τὰ μεγέθη τοῖς βάρεσι, τὸ δʼ ἕλαττον βάρος τοῦ ἐλάττονός ἐστι μεγέθους, καὶ τὸ μεῖζον ἂν εἴη τοῦ μείζονος.
因此,如果大小与重量成比例,且较小的重量属于较小的大小的量,那么较大的重量也属于较大的量。
ἴσον ἄρα ἔσται τὸ τοῦ πεπερασμένου καὶ τὸ τοῦ ἀπείρου βάρος.
所以,有限物体的重量和无限物体的重量将会相等。
ἔτι εἰ τοῦ μείζονος σώματος μεῖζον τὸ βάρος, τὸ τοῷ ΗΒ μεῖζον ἔσται βάρος ἢ τὸ τοῦ ΖΒ, ὥστε τὸ τοῦ πεπερασμένου βάρος μεῖζον ἢ τὸ τοῦ ἀπείρου.
此外,如果较大物体的重量较大,那么HB的重量将大于ZB的重量,从而使有限物体的重量大于无限物体的重量。
καὶ τῶν ἀνίσων δὲ μεγεθῶν ταὐτὸν βάρος ἔσται· ἄνισον γὰρ τῷ πεπερασμένῳ τὸ ἄπειρον.
而且,不相等大小的量将具有相同的重量;因为无限物与有限物是不相等的。
οὐθὲν δὲ διαφέρει τὰ βάρη σύμμετρα εἶναι ἢ ἀσύμμετραʼ καὶ γὰρ ἀσυμμέτρων ὄντων ὁ αὐτὸς ἔσται λόγος, οἷον εἰ τὸ E τρίτον ὑπερβάλλει μετροῦν τὸ Γ βάρος·
而重量是可通约的还是不可通约的,并无区别;因为即使在不可通约的情况下,同样的论证也适用,例如,如果E在度量重量Γ时,超出了三分之一;因为如果取三个完整的BΔ大小的量,其重量将大于标有Γ的重量。
τῶν γὰρ ΒΔ μεγεθῶν τριῶν ὅλων ληφθέντων μεῖζον ἔσται τὸ βάρος ἢ τὸ ἐφʼ ᾦ Γ. ὥστε τὸ αὐτὸ ἔσται ἀδύνατον.
因此,将产生同样的谬误。