Humanitext Reader

亚里士多德 · 论天 §1.12#1

无限存在之物生成与毁灭的不可能性

第 19 段,共 62 段 · 希腊语

内容简介

亚里士多德确立了“不可能”与“虚假”的区别,并论证了无限时间内存在的事物不可能是可毁灭或生成的,因为这会导致在现实中同时产生存在与非存在的矛盾。

§1.12#112 Διωρισμένων δὲ τούτων λεκτέον τὸ ἐφεξῆς.
12 在界定了这些之后,接下来必须讨论随后的问题。
εἰ δή ἐστιν ἔνια δυνατὰ καὶ εἶναι καὶ μή, ἀνάγκη χρόνον τινὰ ὡρίσθαι τὸν πλεῖστον καὶ τοῦ εἶναι καὶ τοῦ μή, λέγω δʼ ὃν δυνατὸν τὸ πρᾶγμα εἶναι καὶ ὃν δυνατὸν μὴ εἶναι καθʼ ὁποιανοῦν κατηγορίαν, οἷον ἄνθρωπον ἢ λευκὸν ἢ τρίπηχυ ἢ ἄλλ᾿ ὁτιοῦν τῶν τοιούτων.
如果确实有一些事物既能存在又不能存在,那么必然要规定一个最长的时间,无论是对于它们的存在还是非存在。 我所说的是指在任何范畴下(例如人、白、三肘长或任何此类其他事物)该事物能够存在的时间以及能够不存在的时间。
εἰ γὰρ μὴ ἔσται ποσός τις, ἀλλ᾿ ἀεὶ πλείων τοῦ προτεθέντος καὶ οὐκ ἔστιν οὗ ἐλάττων, ἄπειρον ἔσται χρόνον τὸ αὐτὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι ἄλλον ἄπειρον.
因为如果这段时间不是某种确定的数量,而是始终大于所给出的任何时间,且不存在比它更短的时间,那么同一事物将能在无限的时间内存在,并在另一个无限的时间内不存在。
ἀλλά τοῦτʼ ἀδύνατον.
但这是不可能的。
ἀρχὴ δʼ ἔστω ἐντεῦθεν· τὸ γὰρ ἀδύνατον καὶ τὸ ψεῦδος οὐ ταὐτὸ σημαίνει.
让我们从这里开始:因为“不可能的”和“虚假的”并不具有相同的含义。
ἔστι δὲ τὸ ἀδύνατον καὶ τὸ δυνατὸν καὶ τὸ ψεῦδος καὶ τὸ ἀληθὲς τὸ μὲν ἐξ ὑποθέσεως (λέγω δ᾿, οἷον καὶ τὸ τρίγωνον ἀδύνατον δύο ὀρθὰς ἔχειν, εἰ τάδε, καὶ ἡ διάμετρος σύμμετρος, εἰ τάδε), ἔστι δʼ ἀπλῶς καὶ δυνατὰ καὶ ἀδύνατα καὶ ψευδῆ καὶ ἀληθῇ.
而不可能的、可能的、虚假的、真实的,一方面是基于假设的(我指的是,例如,如果某条件成立,则三角形不可能有两直角;又如,如果某条件成立,则对角线是可通约的),另一方面也有绝对的可能、不可能、虚假和真实。
οὐ δὴ ταὐτόν ἐστι ψεῦδός τέ τι εἶναι ἀπλῶς καὶ ἀδύνατον ἁπλῶς.
因此,某事是绝对虚假的与某事是绝对不可能的,这两者并不同。
τὸ γάρ σε μὴ ἑστῶτα φάναι ἑστάναι ψεῦδος μέν, οὐκ ἀδύνατον δέ.
因为,说并不站立着的你正在站立着,这固然是虚假的,却并非不可能。
ὁμοίως δὲ τὸν κιθαρίζοντα μὲν μὴ ᾄδοντα δὲ ᾄδειν φάναι ψεῦδος, ἀλλʼ οὐκ ἀδύνατον.
同样,说一个正在弹琴但并未唱歌的人正在唱歌,这是虚假的,却并非不可能。
τὸ δʼ ἅμα ἑστάναι καὶ καθῆσθαι, καὶ τὴν διάμετρον σύμμετρον εἶναι, οὐ μόνον ψεῦδος ἀλλὰ καὶ ἀδύνατον, οὐ δὴ ταὐτόν ἐστιν ὑποθέσθαι ψεῦδος καὶ ἀδύνατον. συμβαίνει δʼ ἀδύνατον ἐξ ἀδυνάτου.
然而,同时站立又坐着,以及对角线是可通约的,这不仅是虚假的,而且是不可能的。 由此可见,假设一个虚假的前提与假设一个不可能的前提是不同的;而且,从不可能的前提中必然得出不可能的结论。
τοῦ μὲν οὖν καθῆσθαι καὶ ἑστάναι ἅμα ἔχει τὴν δύναμιν, ὅτι ὅτε ἔχει ἐκείνην, καὶ τὴν ἑτέραν· ἀλλʼ οὐχ ὥστε ἅμα καθῆσθαι καὶ ἑστάναι, ἀλλ᾿ ἐν ἄλλῳ χρόνῳ.
人确实同时拥有坐着和站立的能力,因为当他拥有前一种能力时,他也拥有后一种能力;但这并不是为了让他同时坐着和站立,而是在不同的时间里。
εἰ δή τι ἄπειρον χρόνον ἔχει πλειόνων δύναμιν, οὐκ ἔστιν ἐν ἄλλῳ χρόνῳ, ἀλλὰ τοῦθʼ ἅμα.
如果某事物在无限的时间内拥有对于多种相反情况的能力,那么这就不能在不同的时间里实现,而必须是在同一时间。
ὥστʼ εἴ τι ἄπειρον χρόνον ὂν φθαρτόν ἐστι, δύναμιν ἔχοι ἄν τοῦ μὴ εἶναι.
因此,如果一个存在于无限时间里的事物是可毁灭的,那么它将拥有不存在的实际能力。
εἰ δὴ ἄπειρον χρόνον ἐστίν, ἔσται ὑπάρχον ὁ δύναται.
如果它确实存在于无限的时间里,那么它所能实现的状态就会变为现实。
ἅμα ἄῤ ἔσται τε καὶ οὐκ ἔσται κατʼ ἐνέργειαν.
因此,它将在现实中同时既存在又不存在。
ψεῦδος μὲν οὖν συμβαίνοι ἄν, ὅτι ψεῦδος ἐτέθη.
这样就会得出虚假的结论,因为假设了虚假的前提。
ἀλλʼ εἰ μὴ ἀδύνατον ἦν, οὐκ ἂν καὶ ἀδύνατον ἦν τὸ συμβαῖνον.
但是,如果该前提并非不可能,那么所得出的结论也不可能是不可能的。
ἅπαν ἄρα τὸ ἀεὶ ὂν ἀπλῶς ἄφθαρτον.
因此,一切绝对永远存在的事物都是不灭的。
ὁμοίως δὲ καὶ ἀγένητον· εἰ γὰρ γενητόν, ἔσται δυνατὸν χρόνον τινὰ μὴ εἶναι.
同样地,它也是无生的;因为如果它是生成的,它就可能在某些时间里不存在。
φθαρτὸν μὲν γάρ ἐστι τὸ πρότερον μὲν ὄν, νῦν δὲ μὴ ὂν ἢ ἐνδεχόμενόν ποτε ὕστερον μὴ εἶναι· γενητὸν δὲ ὃ ἐνδέχεται πρότερον μὴ εἶναι, ἀλλʼ οὐκ ἔστιν ἐν ᾧ χρόνῳ δυνατὸν τὸ ἀεὶ ὄν.
因为可毁灭的是指先前存在而现在不存在,或者此后某一时刻可能不存在的事物;而生成的是指先前可能不存在的事物;但是对于永远存在的事物而言,并没有它可能不存在的时间,无论是无限的时间还是有限的时间,以至于它会不存在。
ὥστε μὴ εἶναι οὔτʼ ἄπειρον οὔτε πεπερασμένον· καὶ γὰρ τὸν πεπερασμένον χρόνον δύναται εἶναι, εἴπερ καὶ τὸν ἄπειρον.
因为它能够在有限的时间内存在,既然它在无限的时间内也能存在。
οὐκ ἄρα ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν ἀεί τε δύνασθαι εἶναι καὶ μὴ εἶναι.
因此,同一且唯一的事物是不可能既能永远存在又能永远不存在的。
ἀλλὰ μὴν οὐδὲ τὴν ἀπόφασιν, οἷον λέγω μὴ ἀεὶ εἶναι.
而且,它也不可能具有其否定面,例如,我的意思是,不能永远存在。
ἀδύνατον ἄρα καὶ ἀεὶ μέν τι εἶναι, φθαρτὸν δʼ εἶναι.
因此,某一事物既永远存在又是可毁灭的,这是不可能的。
ὁμοίως δʼ οὐδὲ γενητόν.
同样地,它也不可能是生成的。
δυοῖν γὰρ ὅροιν εἰ ἀδύνατον τὸ ὕστερον ἄνευ τοῦ προτέρου ὑπάρξαι, ἐκεῖνο δʼ ἀδύνατον ὑπάρξαι, καὶ τὸ ὕστερον.
因为在两个项中,如果后者在没有前者的情况下是不可能存在的,而前者又是不可能存在的,那么后者也是不可能存在的。
ὥστʼ εἰ τὸ ἀεὶ ὂν μὴ ἐνδέχεταί ποτε μὴ εἶναι, ἀδύνατον καὶ γενητὸν εἶναι.
因此,如果永远存在的事物决不可能在任何时候不存在,那么它也是不可能被生成的。
ἐπεὶ δʼ ἡ ἀπόφασις τοῦ μὲν ἀεὶ δυναμένου εἶναι τὸ μὴ ἀεὶ δυνάμενον εἶναι, τὸ δʼ ἀεὶ δυνάμενον μὴ εἶναι ἐναντίον, οὗ ἀπόφασις τὸ μὴ ἀεὶ δυνάμενον μὴ εἶναι, ἀνάγκη τὰς ἀποφάσεις ἀμφοῖν τῷ αὐτῷ ὑπάρχειν, καὶ εἶναι μέσον τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος τὸ δυνάμενον εἶναι καὶ μὴ εἶναι·
既然“总是能够存在者”的否定是“并非总是能够存在者”,而“总是能够不存在者”则是其相反者(后者的否定是“并非总是能够不存在者”),那么这两者的否定就必然属于同一事物,并且在永远存在者和永远不存在者之间,客观上必然存在着一个中间状态,即能够存在也能够不存在者。
ἡ γὰρ ἑκατέρου ἀπόφασίς ποτε ὑπάρξει, εἰ μὴ εἴη ἀεί.
因为如果它不是永远如此,那么每一方的否定都将在某一时刻属于它。
ὥστε καὶ τὸ μὴ ἀεὶ μὴ ὂν ἔσται ποτὲ καὶ οὐκ ἔσται, καὶ τὸ μὴ ἀεὶ δυνάμενον εἶναι δηλονότι, ἀλλά ποτε ὄν· ὥστε καὶ μὴ εἶναι.
因此, “并非永远不存在者”将在某一时刻既存在又不存在,显而易见,那“并非总是能够存在者”也是如此,而是只在某一时刻存在;因而它也会不存在。
τὸ αὐτὸ ἄῤ ἔσται δυνατὸν εἶναι καὶ μή, καὶ τοῦτʼ ἔστιν ἀμφοῖν μέσον.
因此,同一事物将既能够存在又能够不存在,而这就是两者的中间状态。
λόγος δὲ καθόλου ὅδε.
而普遍的论证如下。

词汇与语法注释

  1. 281a30τὸν πλεῖστον — 形容词 τὸν πλεῖστον(“最长的/最大的”)修饰不定式 ὡρίσθαι(“被界定”)的主语 χρόνον τινὰ(“某个时间”)。其后紧跟的属格短语 τοῦ εἶναι καὶ τοῦ μή(“存在与不存在的”)作为限定该时间的属格,构成了“存在和不存在的最长时间”这一语法结构。
  2. 281b18πλειόνων δύναμιν — 词语 πλειόνων 是表示“多种(相反)状态(即存在与非存在)”的复数属格。在有限时间内,对于相反状态的能力(δύναμιν)可以在不同的时间分别实现;但在无限时间(ἄπειρον χρόνον)的前提下,在不同时间实现的选项不复存在,从而迫使这些相反的能力“同时(ἅμα)”诉诸现实,这构成了归谬法论证的核心逻辑。
  3. 281b22εἰ μὴ ἀδύνατον ἦν — 这是一个反事实条件句结构,条件从句使用 εἰ + 直陈式未完成过去时(ἦν),归结从句使用 ἄν + 直陈式未完成过去时(ἦν)。亚里士多德在此说明,如果所假设的前提(仅仅是“虚假”而非“不可能”)“并非不可能,那么由此得出的推论(συμβαῖνον)也不会是不可能的”,从而阐明了“虚假假设”与“不可能假设”在逻辑推论上的区别。
  4. 281b28οὐκ ἔστιν ἐν ᾧ χρόνῳ δυνατὸν τὸ ἀεὶ ὄν — 这是一个存在句结构,以 οὐκ ἔστιν 开头,后接关系从句 ἐν ᾧ χρόνῳ...。在此结构中,先行词名词(χρόνος)被吸收到关系从句内部,主句中的先行词被省略。形容词 δυνατὸν 的逻辑主语是 τὸ ἀεὶ ὄν(“永远存在者”),并由随后的 ὥστε μὴ εἶναι(“以至于不存在”)修饰,构成了一个高度紧凑的双重否定句式,意为“不存在‘永远存在者有可能不存在’的时间”。
  5. 282a6τὰς ἀποφάσεις ἀμφοῖν — “两者的否定(ἀποφάσεις)”指的是紧接在前面定义的两个肯定概念的否定:(1)“总是能够存在者”的否定(即“并非总是能够存在者”),以及 (2) 其相反者“总是能够不存在者”的否定(即“并非总是能够不存在者”)。它展示了这两个否定命题必然共同属于(ὑπάρχειν)同一个主体(τῷ αὐτῷ)的逻辑与语法推论。

引用这一段

亚里士多德, 论天 §1.12#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:1.12%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。