← アリストテレス

聞こえるものについて

§65-74

澄んだ声とひび割れた声の特徴および吃音の原因

澄んだ声やひび割れた声、また息の混じり方による声の性質の違いを物理的器具の類比から説明し、吃音の原因が息の強さによる舌の運動切り替えの困難さにあることを論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§65

Λιγυραὶ δʼ εἰσὶ τῶν φωνῶν αἰ λεπταὶ καὶ πυκναί, καθάπερ καὶ ἐπὶ τῶν τεττίγων καὶ τῶν ἀκρίδων καὶ αἱ τῶν ἀηδόνων, καὶ ὅλως. ὅσαις λεπταῖς οὔσαις1 μηθεὶς ἀλλότριος ἧχος παρακολουθεῖ. Ὄλως γὰρ οὐκ ἔστιν οὔτʼ ἐν ὄγκῳ φωνῆς τὸ λιγυρόν, οὔτʼ ἐν τόνοις ἀνιεμένοις καὶ βαρέσιν, οὔτʼ ἐν ταῖς τῶν φθόγγων ἁφαῖς, ἀλλὰ μάλλον ὀξύτητι καὶ λεπτότητι καὶ ἀκριβείᾳ.

澄んだ声とは、細く密な声のことであり、それはセミやバッタの場合と同様であり、またサヨナキドリの声も同様である。そして一般に、細い声であって、それに異質な雑音が一切伴わないようなすべての声がそうである。なぜなら一般に、澄んでいることは、声の音量にあるのでも、弛んだ低い調子にあるのでも、音の接触にあるのでもなく、むしろ鋭さ、細さ、そして正確さにあるからである。

§66

Διὸ καὶ τῶν ὀργάνων τὰ λεπτὰ καὶ σύντονα καὶ μὴ ἔχοντα κέρας τὰς φωνὰς ἔχει λιγυρωτέρας· ὁ γὰρ ἀπὸ τῶν ὑδάτων ἧχος, καὶ ὅλως ὅταν ἀπό τινος γιγνόμενος παρακολουθῇ, συνέχει τὴν ἀκρίβειαν2 τῶν φθόγγων. Σαθραὶ δʼ εἰσὶ καὶ παρερρυηκυῖαι τῶν φωνῶν ὅσαι μέχρι τινὸς φερόμεναι συνεχεῖς διασπώνται.

それゆえ楽器の中でも、細く、張りが強く、ホーンを持たないものが、より澄んだ声を出す。なぜなら、水から生じる雑音や、一般に何らかの発生源から生じて伴う雑音は、音の正確さを損なうからである。他方、ひび割れた声や漏れた声とは、あるところまでは連続して運ばれるが、途中で分裂してしまうすべての声のことである。

§67

Φανερώτατον δὲ τοῦτʼ ἐστὶν ἐπὶ τοῦ κεράμου· πᾶς γάρ ὁ ἐκ πληγῆς ῥαγεὶς ποιεῖ τὸν ἧχον σαθρόν, διασπωμένης τῆς κινήσεως κατὰ τὴν πληγήν, ὥστε μηκέτι γίγνεσθαι τοὺς ἐκπίπτοντας ἤχους συνεχεῖς. Ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ἐρρωγότων κεράτων καὶ ἐπὶ τῶν χορδῶν τῶν παρανενευρισμένων.

このことは陶器において最も明白である。なぜなら、打撃によってひびの入ったあらゆる陶器は、その音をひび割れたものにするからであり、それは打撃の際に運動が分裂し、その結果、発せられる音がもはや連続したものにならなくなるためである。これと同様のことが、割れた角笛においても、またほつれて不ぞろいになった弦においても起こる。

§68

Ἐπὶ πάντων γὰρ τῶν τοιούτων μέχρι μέν τινος ὁ ἦχος φέρεται συνεχής, ἔπειτα διασπᾶται, καθʼ ὅ τι ἂν ᾖ3 μὴ συνεχὲς τὸ ὑποκείμενον, ὥστε μὴ μίαν γίγνεσθαι πληγὴν ἀλλὰ διεσπασμένην, καὶ φαίνεσθαι τὸν ἦχον σαθρόν.

なぜなら、これらすべてのものにおいて、音はあるところまでは連続して運ばれるが、その後、その基底にあるものが連続していない箇所において分裂し、その結果、打撃は一つにはならず、分裂したものとなり、音はひび割れたものとして現れるからである。

§69

Σχεδὸν γὰρ παραπλήσιαι τυγχάνουσιν οὗσαι ταῖς τραχείαις· πλὴν ἐκεῖναι μέν εἰσιν ἀπʼ ἀλλήλων κατὰ μικρὰ μέρη διεσπασμέναι, τῶν δὲ σαθρῶν αἱ πλεῖσται τὰς μὲν ἀρχὰς ἔχουσι συνεχεῖς, ἔπειτʼ εἰς πλείω μέρη τὴν διαίρεσιν λαμβάνουσιν.

実のところ、これらは粗い声とほとんど同様のものである。ただし、それら(粗い声)が小さな部分ごとに互いに分裂しているのに対して、ひび割れた声の大部分は、始まりの部分は連続しているが、その後に複数の部分へと分裂を被るのである。

§70

Δασεῖαι δʼ εἰσὶ τῶν φωνῶν ὅσαις ἔσωθεν τὸ πνεῦμα εὐθέως συνεκβάλλομεν μετὰ τῶν φθόγγων, ψιλαὶ δʼ εἰσὶ τοὐναντίον ὅσαι γίγνονται χωρὶς τῆς τοῦ πνεύματος ἐκβολῆς. Ἀπορρήγνυσθαι δὲ συμβαίνει τὰς φωνάς, ὅταν μηκέτι δύνωνται τὸν ἀέρα μετὰ πληγῆς ἐκπέμπειν, ἀλλʼ ὁ περὶ τὸν πνεύμονα τόπος αὐτῶν ὑπὸ τῆς διαστάσεως ἐκλυθῇ.

また、かすれた声とは、内側から音とともに息を直ちに同時に放出するような声であり、これとは反対に、無気的な声とは、息の放出なしに生じる声である。そして、声が途切れてしまうことが起こるのは、もはや打撃を伴って空気を送り出すことができず、肺のあたりの部位が過度の引き伸ばしによって弛んでしまうときである。

§71

Ὤσπερ γὰρ καὶ τὰ σκεύη καὶ τοὺς ὤμους ἐκλύεσθαι συμβαίνει τὸ τελευταῖον συντόνως, οὕτως καὶ τὸν περὶ τὸν πνεύμονα τόπον. Κοῦφον γὰρ ἔξω φέρεσθαι τὸ πνεῦμα διὰ τὸ μὴ γίνεσθαι βίαιον αὐτοῦ τὴν πληγήν. Ἄμα δὲ καὶ διὰ τὸ τετραχύνθαι τὴν ἀρτηρίαν αὐτῶν ἰσχυρῶς, οὐ δύναται τὸ πνεῦμα ἔξω φέρεσθαι συνεχές, ἀλλὰ διεσπασμένον, ὡς ἀπερρωγυίας γίγνεσθαι τὰς φωνὰς αὐτῶν.

なぜなら、脚や肩が、緊張の後に最後には弛緩してしまうのと同様に、肺のあたりの部位もそのようになるからである。というのも、息の打撃が強く行われないために、息が弱々しく外へ運ばれるからである。同時にまた、彼らの気管が激しく粗くなっているために、息が連続して外に運ばれることができず、分裂して運ばれ、その結果、彼らの声は途切れたものとなるのである。

§72

Καί τινες οἴονται διὰ τὴν τοῦ πνεύμονος γλισχρότητα τὸ πνεῦμα οὐ δύνασθαι περαιοῦσθαι περὶ τὸν ἔξω τόπον, διαμαρτάνοντες· φθέγγονται μὲν γὰρ ἀλλʼ οὐ δύνανται γεγωνεῖν διὰ τὸ μὴ γίνεσθαι μετὰ συντονίας τὴν τοῦ ἀέρος πληγήν, ἀλλὰ μόνον φωνοῦσιν, ὡς ἂν ἀπʼ αὐτοῦ τοῦ φάρυγγος τὸ πνεῦμα βιαζόμενον.

そして、ある人々は肺の粘り気のために息が外部へと通り抜けることができないのだと考えているが、それは誤りである。なぜなら、彼らは声を発することはするが、空気への打撃が強さを伴って行われないために、大声を出すことができず、ただ喉頭そのものから息が無理やり押し出されるかのように、ただ声を立てるだけだからである。

§73

Τῶν δʼ ἰσχνοφώνων οὔτε περὶ τὰς φλέβας οὔτε περὶ τὰς ἀρτηρίας ἐστὶ τὸ πάθος, ἀλλὰ περὶ τὴν κίνησιν τῆς γλώττης. Χαλεπῶς γὰρ αὐτὴν μεταφέρουσιν, ὅταν ἕτερον δέῃ φθόγγον εἰπεῖν. Διὸ καὶ πολὺν χρόνον τὸ αὐτὸ ῥῆμα λέγουσιν, οὐ δυνάμενοι τὸ ἑξῆς εἰπεῖν, ἀλλὰ συνεχῶς τῆς κινήσεως καὶ τοῦ πνεύμονος αὐτῶν ἐπὶ τὴν αὐτὴν ὁρμὴν φερομένου4 διὰ τὸ πλῆθος καὶ τὴν βίαν τοῦ πνεύματος.

他方、吃音者の障害は、血管のせいでも気管のせいでもなく、舌の運動に関わるものである。なぜなら、彼らは別の音を言わなければならないときに、舌の位置を変えるのが困難だからである。それゆえ彼らは、次に続く言葉を言うことができず、長い間同じ言葉を言い続ける。これは、息の多さとその勢いのために、彼らの運動と息が、同じ衝動へと絶えず運ばれてしまうからである。

§74

Ὤσπερ γὰρ καὶ τὸ σῶμα ὅλον τῶν τρεχόντων βιαίως χαλεπόν ἐστιν ἐκ τῆς ὁρμῆς εἰς ἄλλην κίνησιν μεταστῆσαι, τὸν αὐτὸν τρόπον καὶ κατά μέρος. Διὸ καὶ πολλάκις τὸ μὲν ἑξῆς εἰπεῖν οὐ δύνανται, τὸ δὲ μετά τοῦτο λέγουσι ῥᾳδίως, ὅταν ἄλλην ποιήσωνται τῆς κινήσεως ἀρχήν. Δῆλον δʼ ἐστίν· καὶ γὰρ τοῖς ὀργιζομένοις τοῦτο συμβαίνει πολλάκις διὰ τὸ βίαιον αὐτῶν γίγνεσθαι τὴν τοῦ πνεύματος φοράν.

なぜなら、激しく走っている人々の身体全体を、その勢いから別の運動へと転換させるのが困難であるのと同様に、部分器官についても同じことだからである。それゆえ、彼らは直後に続く言葉を言うことはしばしばできないが、そのさらに後の言葉は、運動の別の始まりを設けるときには容易に言うことができる。このことは明らかである。なぜなら、怒っている人々においても、その息の運行が激しくなるために、しばしばこれと同じことが起こるからである。

構文注4 件
  1. 804a65ὅσαις λεπταῖς οὔσαις

    与格の関係代名詞 ὅσαις は、後続の動詞 παρακολουθεῖ が与格を支配すること、および主節で省略されている与格(おそらく ταῖς φωναῖς)に引かれる「関係代名詞の引き込み」(attraction)が生じている。

  2. 804a66συνέχει τὴν ἀκρίβειαν

    動詞 συνέχω は通常「維持する」を意味するが、ここでは外部の雑音(ἧχος)が音の純粋性を「圧迫する」「妨げる、制限する」という文脈で否定的に機能している。

  3. 804b1καθʼ ὅ τι ἂν ᾖ

    「ἄν + 接続法」を伴う一般的関係節。「〜するいかなる場所においても」という意味になり、物理的素材(τὸ ὑποκείμενον)が連続していないすべての箇所で音が分裂することを表す。

  4. 804b1τῆς κινήσεως καὶ τοῦ πνεύματος ... φερομένου

    属格独立構文において、主語として κίνησις と πνεῦμα の二つが挙げられているが、分詞 φερομένου は直近の単数名詞 πνεύματος に数一致している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0086.tlg004.humanitext-grc1:65-74