Humanitext Reader

亚里士多德 · 论听闻物 §21-31

发音分节产生的清晰度与明亮声响的成因

第 3 段,共 7 段 · 希腊语

内容简介

本段讨论了发音的精确性(分节)如何产生声音的清晰度,以及气流的密度与张力如何产生声音的明亮度。

§21Σαφεῖς δὲ μάλιστα αἱ φωναὶ γίγνονται παρὰ τὴν ἀκρίβειαν τὴν τῶν φθόγγων.
声音之所以最清晰,是由于发音的精确。
Ἀδύνατον γὰρ μὴ τελέως τούτων διηρθρωμένων τὰς φωνὰς εἶναι σαφεῖς, καθάπερ καὶ τὰς τῶν δακτυλίων σφραγῖδας, ὅταν μὴ διατυπωθῶσιν ἀκριβῶς.
因为如果这些发声没有被完全分节,声音就不可能清晰,正如戒指的印章在没有被精确模塑时一样。
Διόπερ οὔτε τὰ παιδία δύνανται διαλέγεσθαι σαφῶς, οὔτε οἱ μεθύοντες, οὔτε οἱ γέροντες, οὔθʼ ὅσοι φύσει τραυλοὶ τυχάνουσιν ὄντες, οὔθʼ ὅλως ὅσων εἰσὶν αἱ γλῶτται καὶ τὰ στόματα δυσκίνητα.
因此,无论是儿童、醉酒者、老人,还是天生口吃的人,以及一切舌头和口腔难以活动的人,都无法清晰地交谈。
§22Ὥσπερ γὰρ καὶ τὰ χαλκεῖα καὶ τὰ κέρατα συνηχοῦντα ποιεῖ τοὺς ἀπὸ τῶν ὀργάνων φθόγγους σαφεστέρους, οὕτως καὶ ἐπὶ τῆς διατοῦ λέκτου πολλὴν ἀσάφειαν ἀπεργάζεται τὰ ἐκπίπτοντα τῶν πνευμάτων ἐκ τοῦ στόματος, ὅταν μὴ διατυπωθῶσιν ὁμοίως.
因为正如铜器和角笛通过共振使乐器发出的声音更清晰一样,在言语中,当从口中逸出的气流没有同样被模塑时,也会产生极大的模糊。
§23Οὐ μόνον δὲ ἐαντῶν τινὰ παρεμφαίνουσιν ἀσάφειαν, ἀλλὰ καὶ τοὺς διηρθρωμένους τῶν φθόγγων ἐμποδίζουσιν, ἀνομοίας αὐτῶν γιγνομένης τῆς περὶ τὴν ἀκοὴν κινήσεως.
它们不仅表现出自身的某种模糊,而且还阻碍了已分节的发音,因为它们在听觉周围产生的运动变得不均匀。
Διὸ καὶ μᾶλλον ἑνὸς ἀκούοντες συνίεμεν ἢ πολλῶν ἅμα ταὐτὰ λεγόντων, καθάπερ καὶ ἐπὶ τῶν χορδῶν· καὶ πολὺ ἧττον, ὅταν προσαυλῇ τις ἅμα καὶ κιθαρίζῃ, διὰ τὸ συγχεῖσθαι τὰς φωνὰς ὑπὸ τῶν ἑτέρων.
因此,比起许多人同时说同样的话,我们听一个人说话时更能理解,这正如琴弦的情况一样;而当有人同时吹奏双簧管和弹奏基萨拉琴时,理解的程度就更低,因为声音被彼此混淆了。
§24Οὐχ ἥκιστα δὲ τοῦτο ἐπὶ τῶν συμφωνιῶν φανερόν ἐστιν· ἀμφοτέρους γὰρ ἀποκρύπτεσθαι τοὺς ἤχους συμβαίνει ὑπʼ ἀλλήλων.
这在协和音中最为明显;因为两种声音都不可避免地被彼此掩盖。
Ἀσαφεῖς μὲν οὖν φωναὶ γίγνονται διὰ τὰς εἰρημένας αἰτίας, λαμπραὶ δὲ γίνονται καθάπερ ἐπὶ τῶν χρωμάτων· καὶ γὰρ ἐκεῖ τὰ μάλιστα δυνάμενα τὰς ὄψεις κινεῖν, ταῦτα εἶναι συμβαίνει τῶν χρωμάταων λαμπρότατα.
因此,模糊的声音是由于上述原因产生的,而明亮的声音则像色彩的情况一样产生:因为在色彩中,最能触动视觉的,也正是最明亮的色彩。
§25Τὸν αὐτὸν τρόπον τῶν φωνῶν ταύτας ὑποληπτέον εἶναι λαμπροτάτας, μάλιστα δύνανται προσπίπτουσαι κινεῖν τὴν ἀκοήν.
同样,在声音中,我们也必须认为,那些在撞击听觉时最能触动听觉的声音是最明亮的。
Τοιαῦται δέ εἰσν αἱ σαφεῖς καὶ πυκναὶ καὶ καθαραὶ καὶ πόρρω δυνάμεναι διατείνειν· καὶ γὰρ ἐν τοῖς ἄλλοις αἰσθητοῖς ἅπασι τὰ ἰσχυρότερα καὶ πυκνότερα καὶ καθαρώτερα σαφεστέρας ποιεῖ τὰς αἰσθήσεις.
这样的声音是清晰、浓密、纯净且能传播到远处的;因为在所有其他感觉对象中,更强、更浓密、更纯净的事物也会使感觉更清晰。
§26Δῆλον δέ· τὸ γὰρ τελευταῖον αἱ φωναὶ πᾶσαι γίγνονται κωφαί, τοῦ ἀέρος ἤδη διαχεομένου.
这是显而易见的:因为到最后,由于空气已经扩散,所有的声音都会变得微弱。
Δῆλον δʼ ἐστὶ κἀπὶ τῶν αὐλῶν.
这在双簧管中也是显而易见的。
Τὰ γὰρ ἔχοντα τῶν δευτέρων τὰς γλώττας πλαγίας μαλακωτέραν μὲν ἀποδίδωσι τὴν φωνήν, οὐχ ὁμοίως δὲ λαμπράν· τὸ γὰρ πνεῦμα φερόμενον εὐθέως εἰς εὐρυχωρίαν ἐμπίπτει, καὶ οὐκέτι φέρεται σύντονον οὐσὲ συνεστηκός, ἀλλὰ διεσκεδασμένον.
因为在第二类双簧管中,那些簧片倾斜的会发出更柔和的声音,但并不同样明亮;因为气流在运行时立刻落入宽阔的空间,不再带有张力,也不再凝聚,而是消散着传送。
§27Ἐν δὲ ταῖς σκληροτέραις γλώτταις ἡ φωνὴ γίνεται σκληροτέρα καὶ λαμπροτέρα, ἂν πιέσῃ τις αὐτὰς μᾶλλον τοῖς χείλεσι, διὰ τὸ φέρεσθαι τὸ πνεῦμα βιαιότερον.
但在使用更硬的簧片时,如果用双唇更用力地压紧它们,声音就会变得更硬、更明亮,因为气流运行得更强劲。
Αἱ μὲν οὖν λαμπραὶ τῶν φωνῶν γίγνονται διὰ τὰς εἰρημένας αἰτίας· παρὸ καὶ δοκοῦσιν οὐ χείρους εἶναι τῶν λευκῶν αἱ καλούμεναι φαιαί.
因此,明亮的声音是由于上述原因产生的;所以那些被称为“灰色”的声音也被认为不逊于“白色”的声音。
§28Πρὸς γὰρ τὰ πάθη καὶ τὰς πρεσβυτέρας ἡλικίας μᾶλλον ἁρμόττουσιν αἱ τραχύτεραι καὶ μικρὸν ὑποσυγκεχυμέναι καὶ μὴ λίαν ἔχουσαι τὸ λαμπρὸν ἐκφανές.
因为对于情感和更年长的人来说,更粗糙、略显浑浊且不具有过度显眼之明亮度的声音更为合适。
Ἅμα δὲ καὶ διὰ τὴν συντονίαν οὐχ ὁμοίως εἰσὶν εὐπειθεῖς.
同时,由于其张力,它们并不同样易于控制。
Τὸ γὰρ βίᾳ φερόμενον δυσταμίευτον. Οὔτε γὰρ ἐπιτεῖναι ῥᾴδιον, ὡς βούλεταί τις, οὔτε ἀνιέναι.
因为强力运送的东西难以调节;既不容易按人的意愿增强,也不容易减弱。
§29Ἐπὶ δὲ τῶν αὐλῶν γίγνονται αἱ φωναὶ λαμπραί, καὶ τῶν ἄλλων ὀργάνων, ὅταν τὸ ἐκπῖπτον πνεῦμα πυκνὸν ᾖ καὶ σύντονον.
在双簧管和其他乐器中,当逸出的气流浓密且紧张时,声音就会变得明亮。
Ἀνάγκη γὰρ καὶ τοῦ ἔξωθεν ἀέρος τοιαύτας γίγνεσθαι τὰς πληγάς, καὶ μάλιστα τὰς φωνὰς οὕτω διαπέμπεσθαι συνεστώσας πρὸς τὴν ἀκοήν, ὥσπερ καὶ τὰς ὀσμὰς καὶ τὸ φῶς καὶ τὰς θερμότητας.
因为外部空气受到的撞击也必然会变成这样,尤其是声音会以这种凝聚的状态被发送到听觉,就像气味、光线和热量一样。
§30Καὶ γὰρ πάντα ταῦτα ἀραιότερα φαινόμενα πρὸς τὴν αἴσθησιν ἀσημότερα γίγνεται, καθάπερ καὶ οἱ χυλοὶ κραθέντες τῷ ὕδατι καὶ ἑτέροις χυλοῖς.
因为所有这些东西,当它们在感觉中显得更稀薄时,就会变得更不明显,就像用水和其他汁液稀释的汁液一样。
Τὸ γὰρ ἑαυτοῦ παρέχον αἴσθησιν ἀσαφεῖς ἑκάστῳ ποιεῖ τὰς δυνάμεις.
因为提供自身感觉的东西,会使每个人的能力变得模糊。
§31Ἀπὸ δὲ τῶν ἄλλων ὀργάνων οἱ τῶν κεράτων ἦχοί πυκνοὶ καὶ συνεχεῖς πρὸς τὸν ἀέρα προσπίπτοντες ποιοῦσι τὰς φωνὰς ἀμαυράς· διὸ δεῖ τὸ κέρας τὴν φύσιν ἔχειν τῆς αὐξήσεως ὁμαλὴν καὶ λείαν καὶ μὴ ταχέως ἐκδεδραμηκυῖαν.
在其他乐器中,角笛的声音浓密且连续地撞击空气,使声音变得暗淡;因此,角笛在生长上的性质必须是均匀、光滑的,而不是迅速长成的。

词汇与语法注释

  1. §21παρὰ τὴν ἀκρίβειαν — 前置词 παρά 接宾格在此表示原因(“由于”、“凭借”)。
  2. §21μὴ τελέως τούτων διηρθρωμένων — 带有否定词 μὴ 的属格独立结构,表示条件(“如果这些发音没有被完全分节”)。τούτων 指代前文的 φθόγγων(发音)。
  3. §23ἀνομοίας αὐτῶν γιγνομένης — 属格独立结构。αὐτῶν 指代前文的“气流”(πνευμάτων)或“发音”(φθόγγων)。在语境中,它指未被模塑而排出的多余气流的无序运动阻碍了原本声音的传播。
  4. §26τὰ ἔχοντα τῶν δευτέρων τὰς γλώττας πλαγίας — 中性复数冠词 τὰ 作为主语,需补出“双簧管”(αὐλοί)来理解。τῶν δευτέρων 是部分属格,指“第二类”。πλαγίας 处于谓语位置,修饰 τὰς γλώττας,构成“使簧片处于倾斜状态”的意思。
  5. §30τὸ γὰρ ἑαυτοῦ παρέχον αἴσθησιν — 中性单数名词化的现在分词。ἑαυτοῦ 作为宾格性属格,充当分词的语义宾语,意为“提供其自身感觉的事物”。

引用这一段

亚里士多德, 论听闻物 §21-31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg004.humanitext-grc1:21-31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。