§6VI. κύριος δὲ γενόμενος τῶν πραγμάτων Σόλων τόν τε δῆμον ὴλευ θέρωσε καὶ ἐν τῷ π[α]ρόντι καὶ εὶς τὸ μέλλον, κωλύσας δ[ανε]ίζειν ἐπὶ τοῖς σώμασιν, καὶ νόμους ἔθηκε καὶ χρεῶν ἀπ[ο]κοπὰς ἐποίησε καὶ τῶν ἰδίων καὶ των δ[η]μοσίων, ἅς σεισάχθειαν καλοῦσιν, ὡς ἀποσεισάμενοι τὸ βάρος.
Ⅵ. 梭伦掌握了政权后,废除了以人身为担保的借贷,从而在目前和未来都解放了平民,并制定了法律,实行了私债与公债的免除,人们称之为“解负令”,因为他们抖落了重担。
ἐν οἷς πειρῶνταί τιν[ες] διαβάλλ[ει]ν αὐτόν·
在这件事上,有些人试图诽谤他。
συνέβη γὰρ τῷ Σόλωνι μέλλοντι ποιεῖν τὴν σεισάχθειαν προειπεὶν τισι τῶν [γν]ωρίμω[ν], ἔπειθ᾿, ὡς μὲν οἱ δημοτικοὶ λέγουσι, παραστρατηγη[θ]ῆναι διὰ τῶν φίλων, ὡς δ᾿ οἱ β[ουλ]όμενοι βλασ[φ]ημεῖν, καὶ αὐτὸν κοινωνεῖν.
因为事情是这样的:当梭伦准备实行解负令时,他预先告诉了显贵中的某些人,随后,正如平民派所说,他被朋友们欺骗了;而正如那些企图诽谤他的人所说,他自己也参与了其中。
δανεισάμενοι γὰρ οὗτοι συνεπριαντο πολλὴν χώραν, καὶ μετ᾿ οὐ πολὺ τῶν χρεῶν p. 2 ἀποκοπῆς γενομένης ἐπλούτουν·
因为这些人借了债,买下了大量的土地,不久后债务免除一发生,他们便暴富起来;据说,这就是后来被称为“世家子弟(古老富豪)”的人的由来。
ὅθεν φασὶ γενέσθαι τοὺς ὔστερον δοκοῦντας εἷναι παλαιοπλούτους. οὐ μὴν ἀλλὰ πιθ[ανώ]τερος ὁ τῶν δημοτικῶν λόγος·
然而,平民派的说法更为可信。
οὐ γὰρ ε[ἰκ]ὸς ἐν μὲν τοῖς ἄλλοις οὕτω μέτριον γενέσθαι καὶ κοινόν, [ὥ]στ᾿ ἐξὸν αὐτῷ τοὺς ἑ[τ]έρους ὑποποιησάμενον τυραννεῖν τῆς πόλεως, ἀμφοτέροις ἀπεχ[θέ]σθαι καὶ περὶ πλείονος ποιήσασθαι τὸ καλὸν καὶ τὴν τῆς πόλεως σωτηρίαν ἢ τὴν αὑτοῦ πλεονεξίαν, ἐν οὔτω δὲ μικροῖς καὶ φανεροῖς καταρρυπαίνειν ἑαυτόν.
因为像他这样在其他事务中如此温和且公正,以至于他本可以通过拉拢其中一方来建立对城邦的僭主统治,却宁可得罪双方,将高洁与城邦的救赎置于自身的贪欲之上的人,是不大可能在如此微小且显而易见的事情上玷污自己的。
ὅτι δὲ ταύτην ἔσχε τὴν ἐξουσίαν, τά τε πράγματα νοσοῦντα μαρτυρεῖ, καὶ ἐν τοῖς ποιήμασιν αὐτὸς πολλαχοῦ μένηται καὶ οἱ ἄλλοι συνομολογοῦσι πάντες.
至于他曾拥有过这种权力,病态的国事便可证明,他本人也在诗作中多处提及,且其他所有人也均一致认同。
ταύτην μὲν χρὴ νομίζειν ψευδῆ τὴν αἰτίαν εἷναι.
因此,应当认为这一指控是虚假的。
§7VII. πολιτείαν δὲ κατέστησε καὶ νόμους ἔθηκεν ἄλλους, τοῖς δὲ Δράκοντος θεσμοῖς ἐπαύσαντο χρώμενοι πλῆν τῶν φονικῶν.
Ⅶ. 他确立了政体并制定了其他法律,除了有关杀人的法律外,人们便不再使用德拉古的法律。
ἀνγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείῳ καὶ ὤμοσαν χρήσεσθαι ἄναθήσειν ἀνδριάντα χρυσοῦν, ἐάν τινα παραβῶσι τῶν νόμων· ὅθεν ἔτι καὶ νῦν οὕτως ὀμνύουσι.
他们将法律刻在木板(kyrbeis)上,立于皇家柱廊,并一致宣誓遵守;且官员们宣誓,若他们违反了任何法律,便要献纳一座金像;由此直到今天他们仍以这种方式宣誓。
κατέκλῃσεν δὲ τοὺς νόμους εἰς ἑκατὸν ἔτη καὶ διέταξε τὴν πολιτείαν τόνδε <τὸν> τρόπον.
他将这些法律的效力固定了一百年,并按以下方式编排了政体。
τιμήματι διεῖλεν εἰς τέτταρα τέλη, καθάπερ διῄρητο καὶ πρότερον, εἰς πεντακοσιομέδιμον καὶ ἱπ[πέα] καὶ ζευγίτην καὶ θῆτα.
他根据财产估值将公民划分为四个等级,正如先前已经划分过的那样:即五百斗户、骑士、双牛户和雇工。
καὶ τὰς μὲ[ν ἄλλ]ας ἀρχὰς ἀπένειμεν | ἄρχειν ἐκ πεντακοσιομεδίμνων καὶ ἱππέων καὶ ζευγιτῶν, τοὺς ἐννέα ἄρχοντας καὶ τοὺς ταμίας καὶ τοὺς πωλητὰς καὶ τοὺς ἕνδεκα καὶ τοὺς κωλακρέτας, ἑκάστοις ἀνάλογον τῷ μεγέθει τοῦ τιμήματος ἀποδιδοὺς τὴν ἀρχήν.
并且,他将其他官职分配给五百斗户、骑士和双牛户担任——即九位执政官、财务官、拍卖官(poletai)、十一委员以及科拉克电泰(kolakretai)—— 根据他们财产估值的大小,按比例向各等级分配官职。
τοῖς δὲ τὸ θητικὸν τελοῦσιν ἐκκλησίας καὶ δικαστηρίων μετέδωκε μόνον.
至于那些属于雇工等级的人,他仅赋予了他们参与公民大会和法庭的权利。
ἔδει δὲ τελεῖν πεντακοσιομέδιμνον μὲν ὃς ἄν ἐκ τῆς οἰκείας ποιῇ πεντακόσια μέτρα τὰ συνάμφω ξηρὰ καὶ ὑγρά, ἱππάδα δὲ τοὺς τριακόσια ποιοῦντας, ὡς δ᾿ ἔνιοί φασι τοὺς ἱπποτροφεῖν δυναμένους.
凡是在自己的土地上能生产出干湿货物总计五百度量的人,即可列入五百斗户等级;生产三百度量的人列入骑士等级,或者正如一些人所说,是那些有能力养马的人。
σημεῖον δὲ φέρουσι τό τε ὄνομα τοῦ τέλους, ὡς ἂν ἀπὸ τοῦ πράγματος κείμενον, καὶ καὶ τὰ ἀναθήματα τῶν ἀρχαίων· ανάκειται γὰρ ἐν ἀκροπόλει εἰκὼν Διφίλου, ἐφ᾿ ᾗ ἀφ᾿ τάδε·
他们提出该等级的名称作为证据,认为该名称源于实际情况,并举出古代的献纳物;因为在雅典卫城上献有一座迪菲卢斯的塑像,其上有如下铭文: “迪菲卢斯之子安特米恩将此像献给众神,因他已从雇工等级升入了骑士等级。
Διφίλου Ἀνθεμίων τήνδ᾿ ἀνέθηκε θεοῖς,
θητικοῦ ἀντὶ τέλους ἱππάδ᾿ ἀμειψάμενος. καὶ παρέστηκεν ἵππος ἐκμαρτυρῶν, ὡς τὴν ἱππάδα τοῦτο σημαίνουσαν.
” 且旁立一马以为见证,表明这就是骑士等级所代表的意义。
οὐ μὴν ἀλλ᾿ εὐλογώτερον τοῖς μέτροις διῃρῆσθαι καθάπερ τοὺς πεντακοσιομεδίμνους.
尽管如此,如同五百斗户一样,按度量划分等级更为合理。
ζευγίσιον δὲ τελεῖν τοὺς διακόσια τὰ συνάμφω ποιοῦντας· τοὺς δ᾿ ἄλλους θητικόν, οὐδεμιᾶς μετέχοντας ἀρχῆς.
凡生产双向总计两百度量的人,即可列入双牛户等级;其余的人则属于雇工等级,不参与任何官职。
διὸ καὶ νῦν ἐπειδὰν ἔρηται τὸν μέλλοντα κληροῦσθαί τιν᾿ ἀρχήν, ποῖον τέλος τελεῖ, οὐδ᾿ ἂν εἶς εἴποι θητικόν.
因此,即使在今天,当有人询问准备抽签担任某官职的人属于哪一等级时,也没有一个人会说是雇工等级。