Humanitext Reader

亚里士多德 · 论灵魂 §2.8#2

声音的特质与嗓音的定义及产生机制

第 24 段,共 43 段 · 希腊语

内容简介

在讨论了声音传播的机制以及音高与触觉的类比关系之后,亚里士多德将“嗓音”界定为有生命之物发出的特定声音,并解释了其涉及肺、喉头、气管以及伴随灵魂表象的空气运动机制。

§2.8#2ἢ καὶ ἄμφω, τρόπον δʼ ἕτερον;
或者两者皆是,但以不同的方式?
ἔστι γὰρ ὁ ψόφος κίνησις τοῦ δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον ὅνπερ τὰ ἀφαλλόμενα ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ.
因为声音是那种能够以这种方式运动之物的运动,也就是当有人敲击时从光滑表面弹回的物体所运动的方式。
οὐ δὴ πᾶν, ὥσπερ εἴρηται, ψοφεῖ τυπτόμενον καὶ τύπτον, οἶον ἐὰν πατάξῃ βελόνη βελόνην, ἀλλὰ δεῖ τὸ τυπτόμενον ὁμαλὸν εἶναι, ὥστε τὸν ἀέρα ἀθροῦν ἀφάλλεσθαι καὶ σείεσθαι.
的确,正如所说,并非所有被打和击打之物都发出声音,例如针若刺针,而是被打之物必须是平整的,以便空气整体反弹并发生震动。
αἱ δὲ διαφοραὶ τῶν ψοφούντων ἐν τῷ κατʼ ἐνέργειαν ψόφῳ δηλοῦνται· ὥσπερ γὰρ ἄνευ φωτὸς οὐχ ὁρᾶται τὰ χρώματα, οὕτως οὐδʼ ἄνευ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ.
而发声之物的差异在现实态的声音中显明出来;因为正如没有光就看不见颜色一样,没有声音也就没有高音和低音(锐音和重音)。
ταῦτα δὲ λέγεται κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν· τὸ μὲν γὰρ ὀξὺ κινεῖ τὴν αἴσθησιν ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ, τὸ δὲ βαρὺ ἐν πολλῷ ἐπ᾿ ὀλίγον.
而这些是通过隐喻从触觉对象那里引申而来的;因为锐(高)在短时间内对感觉产生很大的推动,而重(低)则在长时间内产生很少的推动。
οὐ δὴ ταχὺ τὸ ὀξύ, τὸ δὲ βαρὺ βραδύ, ἀλλὰ γίνεται τοῦ μὲν διὰ τὸ τάχος ἡ κίνησις τοιαύτη, τοῦ δὲ διὰ βραδυτῆτα.
的确,并非锐(高)就是快的,重(低)就是慢的,而是前者的运动因速度而成为那样,后者的运动因缓慢而成为那样。
καὶ ἔοικεν ἀνάλογον ἔχειν τῷ περὶ τὴν ἁφὴν ὀξεῖ καὶ ἀμβλεῖ· τὸ μὲν γὰρ ὀξὺ οἷον κεντεῖ, τὸ δʼ ἀμβλὺ οἷον ὠθεῖ, διὰ τὸ κινεῖν τὸ μὲν ἐν ὀλίγῳ τὸ δὲ ἐν πολλῷ, ὥστε συμβαίνει τὸ μὲν ταχὺ τὸ δὲ βραδὺ εἶναι.
这似乎与触觉中的锐与钝具有类比关系;因为锐者仿佛刺入,而钝者仿佛推压,这是因为前者在短时间内推动,而后者在长时间内推动,其结果是前者快捷而后者缓慢。
περὶ μὲν οὖν ψόφου ταύτῃ διωρίσθω.
关于声音,就如此规定。
ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου· τῶν γὰρ ἀψύχων οὐθὲν φωνεῖ, ἀλλὰ καθʼ ὁμοιότητα λέγεται φωνεῖν, οἷον αὐλὸς καὶ λύρα καὶ ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν ἔχει καὶ μέλος καὶ διάλεκτον.
而声音则是有生命之物的某种声音;因为无生命之物无一能发声,而只是由于相似性才被称为发声,例如双簧管、里拉琴以及其他凡是具有延续的音调、旋律和表现力的无生命之物。
ἔοικε γάρ, ὅτι καὶ ἡ φωνὴ ταῦτʼ ἔχει.
因为嗓音似乎也具有这些特征。
πολλὰ δὲ τῶν ζῴων οὐκ ἔχουσι φωνήν, οἶον τά τε ἄναιμα καὶ τῶν ἐναίμων ἰχθύες.
但许多动物并没有声音,例如无血动物以及有血动物中的鱼类。
καὶ τοῦτʼ εὐλόγως, εἴπερ ἀέρος κίνησίς τίς ἐστιν ὁ ψόφος, ἀλλʼ οἱ λεγόμενοι φωνεῖν, οἷον 〈οἱ〉 ἐν τῷ Ἀχελῴῳ, ψοφοῦσι τοῖς βραγχίοις ἤ τινι ἑτέρῳ τοιούτῳ, φωνὴ δʼ ἐστὶ ζῴου ψόφος, καὶ οὐ τῷ τυχόντι μορίῳ.
这是合乎情理的,如果声音确实是空气的某种运动,而那些被称为发声的鱼(例如阿克洛乌斯河中的鱼),则是用鳃或某种其他类似的部位发出声音;但嗓音是动物的声音,而且不是用任意的部位发出的。
ἀλλʼ ἐπεὶ πᾶν ψοφεῖ τύπτοντός τινος καί τι καὶ ἔν τινι, τοῦτο δʼ ἐστὶν ἀήρ, εὐλόγως ἂν φωνοίη ταῦτα μόνα ὅσα δέχεται τὸν ἀέρα.
但是,既然由于某物击打某物且在某物中才产生声音,而这介质就是空气,那么合乎情理地,只有那些吸入空气的动物才会发出声音。
ἤδη γὰρ τῷ ἀναπνεομένῳ καταχρῆται ἡ φύσις ἐπὶ δύο ἔργα—καθάπερ τῇ γλώττῃ ἐπί τε τὴν γεῦσιν καὶ τὴν διάλεκτον, ὧν ἡ μὲν γεῦσις ἀναγκαῖον (διὸ καὶ πλείοσιν ὑπάρχει), ἡ δʼ ἑρμηνεία ἕνεκα τοῦ εὖ, οὕτω καὶ τῷ πνεύματι πρός τε τὴν θερμότητα τὴν ἐντὸς ὡς ἀναγκαῖον 〈ὄν〉 (τὸ δʼ αἴτιον ἐν ἑτέροις εἰρήσεται) καὶ πρὸς τὴν φωνὴν ὅπως ὑπάρχῃ τὸ εὖ.
因为自然已经将吸入的空气用于两种功能——正如将舌头既用于味觉又用于说话一样,其中味觉是必需的(因此也存在于较多动物中),而表达则是为了“好”(良好生存);同样,自然将呼吸既用于内部的热,作为必需之物(其原因将在其他著作中说明),又用于声音,以便实现“好”。
ὄργανον δὲ τῇ ἀναπνοῇ ὁ φάρυγξ· οὗ δʼ ἕνεκα τὸ μόριόν ἐστι τοῦτο, πνεύμων· τούτῳ γὰρ τῷ μορίῳ πλέον ἔχει τὸ θερμὸν τὰ πεζὰ τῶν ἄλλων.
而呼吸的器官是喉头;这一器官所为了的部位则是肺;因为陆生动物因这一部位而比其他动物拥有更多的热。
δεῖται δὲ τῆς ἀναπνοῆς καὶ ὁ περὶ τὴν καρδίαν τόπος πρῶτος.
并且心脏周围的区域也首要地需要呼吸。
διὸ ἀναγκαῖον εἴσω ἀναπνεόμενον εἰσιέναι τὸν ἀέρα.
因此,吸入的空气必须进入内部。
ὥστε ἡ πληγὴ τοῦ ἀναπνεομένου ἀέρος ὑπὸ τῆς ἐν τούτοις τοῖς μορίοις ψυχῆς πρὸς τὴν καλουμένην ἀρτηρίαν φωνή ἐστιν.
因而,由这些部位中的灵魂所产生的、吸入的空气对所谓气管的撞击,就是声音(嗓音)。
οὐ γὰρ πᾶς ζῴου ψόφος φωνή, καθάπερ εἴπομεν (ἔστι γὰρ καὶ τῇ γλώττῃ ψοφεῖν καὶ ὡς οἱ βήττοντες), ἀλλὰ δεῖ ἔμψοφόν τε εἶναι τὸ τύπτον καὶ μετὰ φαντασίας τινός (σημαντικὸς γὰρ δή τις ψόφος ἐστὶν ἡ φωνή)· καὶ οὐ τοῦ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ, ἀλλὰ τούτῳ τύπτει τὸν ἐν τῇ ἀρτηρίᾳ πρὸς αὐτήν.
因为正如我们所说,并不是动物发出的所有声音都是嗓音,(因为也可以用舌头发出声音,或者像咳嗽的人那样发出声音),而是击打者必须是有生命的(具音效能力的),并且伴随着某种表象(因为嗓音确实是某种具有意义的声音);并且它不是像咳嗽那样是吸入空气本身的声音,而是用这空气击打气管中那针对着气管壁的空气。
σημεῖον δὲ τὸ μὴ δύνασθαι φωνεῖν ἀναπνέοντα μηδʼ ἐκπνέοντα, ἀλλὰ κατέχοντα· κινεῖ γὰρ τούτῳ ὁ κατέχων.
其证据是,人在吸气或呼气时无法发声,而只有在屏住呼吸时才能发声;因为屏住呼吸的人是通过这空气来推动的。
φανερὸν δὲ καὶ διότι οἱ ἰχθύες ἄφωνοι· οὐ γὰρ ἔχουσι φάρυγγα.
这也解释了为什么鱼类是没有声音的;因为它们没有喉头。
τοῦτο δὲ τὸ μόριον οὐκ ἔχουσιν ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδʼ ἀναπνέουσιν.
它们没有这个部位,是因为它们不吸入空气,也不呼吸。
διʼ ἣν μὲν οὖν αἰτίαν, ἕτερός ἐστι λόγος.
至于这出于何种原因,则是另一个论题了。

词汇与语法注释

  1. 420a20ἢ καὶ ἄμφω, τρόπον δʼ ἕτερον; — 针对前句提出的疑问“究竟是挨打的物体发出声音,还是击打的物体发出声音”,这里提出了第三种可能性,即两者都参与了发声,但扮演着不同的角色(例如一者主动,另一者被动)。
  2. 420a22τὸν τρόπον τοῦτον ὅνπερ τὰ ἀφαλλόμενα ἀπὸ τῶν λείων — 短语 τὸν τρόπον τοῦτον ὅνπερ 是带关系代词 ὅσπερ 的方式状语性宾格,意为“以与……完全相同的方式”。中性复数分词 τὰ ἀφαλλόμενα(“弹回之物”)指从光滑表面弹回的球体等物理运动,以此作为比喻来解释声音反弹传播的物理机制。
  3. 420b19πρός τε τὴν θερμότητα... καὶ πρὸς τὴν φωνὴν — 带有介词 πρός 的两个名词短语表明了自然(ἡ φύσις)对呼吸(τὸ πνεῦμα)的双重利用目的:其一是作为维持生存“所必需的”(ἀναγκαῖον)内部热量,其二则是为了实现“良好存在”(τὸ εὖ)的声音(表达),这体现了亚里士多德自然哲学中关于生存与良好生存的目的论基本对比。
  4. 420b31ἔμψοφόν τε εἶναι τὸ τύπτον — 虽然部分抄本有异读作 ἔμψυχον(“有灵魂的/有生命的”),但此处的 ἔμψοφον 意为“具有发声能力的”。由于紧接着要求“伴随某种表象(φαντασία)”并指出“嗓音是具有意义的声音”,这表明击打者不仅要在物理上具有发声能力,还必须拥有作为灵魂功能的表象能力。
  5. 421a1τούτῳ τύπτει τὸν ἐν τῇ ἀρτηρίᾳ πρὸς αὐτήν — 指示代词 τούτῳ(工具与格)指代前文“吸入的空气(τὸ πνεῦμα)”。宾格短语 τὸν ἐν τῇ ἀρτηρίᾳ 后面省略了“空气(ἀήρ)”。前置词短语 πρὸς αὐτήν 中的 αὐ样 为阴性,指代“气管(ἀρτηρία)”。此处描述了一种双重空气机制,即利用吸入的空气,将气管内的空气击打在气管壁上。

引用这一段

亚里士多德, 论灵魂 §2.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:2.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。