§2.8#1Νῦν δὲ πρῶτον περὶ ψόφου καὶ ἀκοῆς διορίσωμεν.
现在,让我们首先对声音和听觉进行规定。
ἔστι δὲ διττὸς ὁ ψόφος· ὁ μὲν γὰρ ἐνεργείᾳ τις, ὁ δὲ δυνάμει·
声音是双重的:一种是现实态的,另一种是可能态的。
τὰ μὲν γὰρ οὔ φαμεν ἔχειν ψόφον, οἷον σπόγγον, ἔρια, τὰ δʼ ἔχειν, οἶον χαλκὸν καὶ ὅσα στερεὰ καὶ λεῖα, ὅτι δύναται ψοφῆσαι, τοῦτο δʼ ἐστὶν αὐτοῦ μεταξὺ καὶ τῆς ἀκοῆς ἐμποιῆσαι ψόφον ἐνεργείᾳ.
因为我们说某些东西没有声音,比如海绵和羊毛,而其他东西有声音,比如青铜以及所有坚硬且光滑的东西,因为它们能够发出声音,而这种能力也就是在它自身与听觉之间的介质中产生现实态的声音。
γίνεται δʼ ὁ κατʼ ἐνέργειαν ψόφος ἀεί τινος πρός τι καὶ ἔν τινι· πληγὴ γάρ ἐστιν ἡ ποιοῦσα.
现实态的声音总是某物撞击某物且在某物中产生的;因为正是撞击制造了声音。
διὸ καὶ ἀδύνατον ἑνὸς ὄντος γενέσθαι ψόφον· ἕτερον γὰρ τὸ τύπτον καὶ τὸ τυπτόμενον· ὥστε τὸ ψοφοῦν πρός τι ψοφεῖ· πληγὴ δʼ οὐ γίνεται ἄνευ φορᾶς.
因此,若只有一个物体,也是不可能产生声音的;因为击打者与被打者是不同的;所以,发声之物必然是相对于某物而发声;而撞击在没有运动的情况下是不会产生的。
ὥσπερ δʼ εἴπομεν, οὐ τῶν τυχόντων πληγὴ ὁ ψόφος· οὐθένα γὰρ ποιεῖ ψόφον ἔρια ἂν πληγῇ, ἀλλὰ χαλκὸς καὶ ὅσα λεῖα καὶ κοῖλα· ὁ μὲν χαλκός, ὅτι λεῖος, τὰ δὲ κοῖλα τῇ ἀνακλάσει πολλὰς ποιεῖ πληγὰς μετὰ τὴν πρώτην, ἀδυνατοῦντος ἐξελθεῖν τοῦ κινηθέντος.
正如我们所说,并不是任何东西的撞击都能产生声音;因为羊毛如果被击打不会产生任何声音,但青铜以及所有光滑且中空的东西却能产生声音;青铜是因为它光滑,而中空的东西则通过反射在第一次撞击之后产生许多次撞击,因为被推动的空气无法逸出。
ἔτι ἀκούεται ἐν ἀέρι, κἀν ὕδατι, ἀλλʼ ἧττον, οὐκ ἔστι δὲ ψόφου κύριος ὁ ἀὴρ οὐδὲ τὸ ὕδωρ, ἀλλὰ δεῖ στερεῶν πληγὴν γενέσθαι πρὸς ἄλληλα καὶ πρὸς τὸν ἀέρα.
此外,在空气中能听到声音,在水中也能,但程度较弱;不过,空气和水都不是声音的主导原因,而是必须有固体之间的相互撞击以及对空气的撞击。
τοῦτο δὲ γίνεται ὅταν ὑπομένῃ πληγεὶς ὁ ἀὴρ καὶ μὴ διαχυθῇ.
这发生在被打的空气保持不散开且没有消散的时候。
διὸ ἐὰν ταχέως καὶ σφοδρῶς πληγῇ, ψοφεῖ· δεῖ γὰρ φθάσαι τὴν κίνησιν τοῦ ῥαπίζοντος τὴν θρύψιν τοῦ ἀέρος, ὥσπερ ἂν εἰ σωρὸν ἢ ὁρμαθὸν ψάμμου τύπτοι τι φερόμενον ταχύ.
因此,如果击打得又快又猛,就会发出声音;因为击打者的运动必须抢在空气消散之前,这就好比一个快速移动的物体去击打一堆或一列沙子一样。
ἠχὼ δὲ γίνεται ὅταν, ἀέρος ἑνὸς γενομένου διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ κωλῦσαν θρυφθῆναι, πάλιν ὁ ἀὴρ ἀπωσθῇ, ὥσπερ σφαῖρα.
回声的产生,是当空气因将其限制并阻止其消散的容器而合为一体时,空气又像球一样被反弹回来。
ἔοικε δʼ ἀεὶ γίνεσθαι ἠχώ, ἀλλʼ οὐ σαφής, ἐπεὶ συμβαίνει γε ἐπὶ τοῦ ψόφου καθάπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ φῶς ἀεὶ ἀνακλᾶται (οὐδὲ γὰρ ἂν ἐγίνετο πάντῃ φῶς, ἀλλὰ σκότος ἔξω τοῦ ἡλιουμένου), ἀλλʼ οὐχ οὕτως ἀνακλᾶται ὥσπερ ἀφʼ ὕδατος ἢ χαλκοῦ ἢ καί τινος ἄλλου τῶν λείων, ὥστε σκιὰν ποιεῖν, ᾗ τὸ φῶς ὁρίζομεν.
回声似乎一直在产生,只是不够清晰,因为声音所发生的情况正如光所发生的情况一样;因为光也总是反射的(否则就不会到处都有光,而是在太阳照不到的地方就会是黑暗),但它的反射方式不像从水、青铜或其他光滑物体上反射那样,能够产生我们用以界定光的阴影。
τὸ δὲ κενὸν ὀρθῶς λέγεται κύριον τοῦ ἀκούειν.
而真空被正确地称为听觉的主导原因。
δοκεῖ γὰρ εἶναι κενὸν ὁ ἀήρ, οὗτος δʼ ἐστὶν ὁ ποιῶν ἀκούειν, ὅταν κινηθῇ συνεχὴς καὶ εἷς.
因为空气似乎就是真空,而正是这空气在作为连续且单一的整体被推动时,使得我们能够听见。
ἀλλὰ διὰ τὸ ψαθυρὸς εἶναι οὐ γεγωνεῖ, ἂν μὴ λεῖον ᾗ τὸ πληγέν.
但由于空气易于散开,除非被打的物体是光滑的,否则它就不会发出响亮的声音。
τότε δὲ εἶς γίνεται ἅμα διὰ τὸ ἐπίπεδον· ἓν γὰρ τὸ τοῦ λείου ἐπίπεδον.
而当它是光滑的时候,由于其平坦的表面,空气便同时合为一体,因为光滑之物的平坦表面是单一的。
ψοφητικὸν μὲν οὖν τὸ κινητικὸν ἑνὸς ἀέρος συνεχείᾳ μέχρις ἀκοῆς.
因此,能够发声的东西,就是能够推动连续合一的空气直至听觉的东西。
ἀκοῇ δὲ συμφυὴς ἀήρ· διὰ δὲ τὸ ἐν ἀέρι εἶναι, κινουμένου τοῦ ἔξω ὁ εἴσω κινεῖται.
而空气与听觉是同生的;因为听觉存在于空气中,当外部的空气运动时,内部的空气也被推动。
διόπερ οὐ πάντῃ τὸ ζῷον ἀκούει, οὐδὲ πάντῃ διέρχεται ὁ ἀήρ· οὐ γὰρ πάντῃ ἔχει ἀέρα τὸ κινησόμενον μέρος καὶ ἔμψοφον.
因此,动物并非在所有部位都能听见,空气也并非穿过所有部位;因为要被推动并包含声音的部位,并不是到处都拥有空气的。
αὐτὸς μὲν δὴ ἄψοφον ὁ ἀὴρ διὰ τὸ εὔθρυπτον· ὅταν δὲ κωλυθῇ θρύπτεσθαι, ἡ τούτου κίνησις ψόφος.
空气本身确实因易于散开而无声;但当它被阻止消散时,它的运动就是声音。
ὁ δʼ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδόμηται πρὸς τὸ ἀκίνητος εἶναι, ὅπως ἀκριβῶς αἰσθάνηται πάσας τὰς διαφορὰς τῆς κινήσεως.
而耳朵里的空气被建造在其中,是为了保持不动,以便它能精确地感知运动的所有差异。
διὰ ταῦτα δὲ καὶ ἐν ὕδατι ἀκούομεν, ὅτι οὐκ εἰσέρχεται πρὸς αὐτὸν τὸν συμφυῆ ἀέρα· ἀλλ᾿ οὐδʼ εἰς τὸ οὖς, διὰ τὰς ἕλικας.
由于这些原因,我们在水中也能听见,因为水不会进入到同生空气本身那里;甚至由于耳道的回旋,水也不会进入耳内。
ὅταν δὲ τοῦτο συμβῇ, οὐκ ἀκούει· οὐδʼ ἂν ἡ μῆνιγξ κάμῃ, ὥσπερ τὸ ἐπὶ τῇ κόρῃ δέρμα.
但是一旦发生这种情况,动物就听不见了;如果耳膜受损,也听不见,就像瞳孔上的膜受损一样。
ἀλλὰ καὶ σημεῖον τοῦ ἀκούειν ἢ μὴ τὸ ἠχεῖν ἀεὶ τὸ οὖς ὥσπερ τὸ κέρας· ἀεὶ γὰρ οἰκείαν τινὰ κίνησιν ὁ ἀὴρ κινεῖται ὁ ἐν τοῖς ὠσίν· ἀλλʼ ὁ ψόφος ἀλλότριος καὶ οὐκ ἴδιος.
但听见与否的一个迹象是耳朵总是像号角一样在鸣响;因为耳朵里的空气总是以某种其固有的运动在运动;但外部的声音是外来的,而非其自身固有的。
καὶ διὰ τοῦτό φασιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἔχοντι ὡρισμένον τὸν ἀέρα.
也正因为如此,人们说我们是用真空和回响的东西来听的,因为我们是用拥有被界定的空气的器官来听的。
πότερον δὲ ψοφεῖ τὸ τυπτόμενον ἢ τὸ τύπτον;
但是,究竟是挨打的物体发出声音,还是击打的物体发出声音呢?