§2.7#2οὐ πάντα δὲ ὁρατὰ ἐν φωτί ἐστιν, ἀλλὰ μόνον ἑκάστου τὸ οἰκεῖον χρῶμα· ἔνια γὰρ ἐν μὲν τῷ φωτὶ οὐχ ὁρᾶται, ἐν δὲ τῷ σκότει ποιεῖ αἴσθησιν, οἷον τὰ πυρώδη φαινόμενα καὶ λάμποντα (ἀνώνυμα δʼ ἐστὶ ταῦτα ἑνὶ ὀνόματι), οἷον μύκης, κέρας, κεφαλαὶ ἰχθύων καὶ λεπίδες καὶ ὀφθαλμοί· ἀλλʼ οὐδενὸς ὁρᾶται τούτων τὸ οἰκεῖον χρῶμα.
然而,并非所有事物都在光中可见,而只是各物固有的颜色;因为有些东西在光中看不见,却在黑暗中产生感觉,例如那些看起来像火一样且闪闪发光的东西(这些东西没有一个统一的名称),比如菌类、角、鱼头、鱼鳞和眼睛;但这些东西固有的颜色,没有一个是可见的。
διʼ ἣν μὲν οὖν αἰτίαν ταῦτα ὁρᾶται, ἄλλος λόγος· νῦν δʼ ἐπὶ τοσοῦτον φανερόν ἐστιν, ὅτι τὸ μὲν ἐν φωτὶ ὁρώμενον χρῶμα.
那么,这些东西因何种原因而被看见,是另一个层面的问题;但目前显而易见的是,在光中被看见的是颜色。
διὸ καὶ οὐχ ὁρᾶται ἄνευ φωτός· τοῦτο γὰρ ἧν αὐτῷ τὸ χρώματι εἶναι, τὸ κινητικῷ εἶναι τοῦ κατʼ ἐνέργειαν διαφανοῦς· ἡ δʼ ἐντελέχεια τοῦ διαφανοῦς φῶς ἐστιν.
因此,没有光也无法看见颜色;因为这就是颜色作为颜色所具有的本质,即能够使处于现实态的透明者产生运动;而透明者的实现就是光。
σημεῖον δὲ τούτου φανερόν· ἐὰν γάρ τις θῇ τὸ ἔχον χρῶμα ἐπʼ αὐτὴν τὴν ὄψιν, οὐκ ὄψεται· ἀλλὰ τὸ μὲν χρῶμα κινεῖ τὸ διαφανές, οἷον τὸν ἀέρα, ὑπό τούτου δὲ συνεχοῦς ὄντος κινεῖται τὸ αἰσθητήριον.
这有一个明显的证据:因为如果有人把有颜色的东西直接放在视觉器官上,他是看不见的;相反,颜色使透明者(例如空气)产生运动,而在透明者保持连续的情况下,感觉器官被其运动所推动。
οὐ γὰρ καλῶς τοῦτο λέγει Δημόκριτος, οἰόμενος, εἰ γένοιτο κενόν τὸ μεταξύ, ὁρᾶσθαι ἄν ἀκριβῶς καὶ εἰ μύρμηξ ἐν τῷ οὐρανῷ εἴη· τοῦτο γὰρ ἀδύνατόν ἐστιν.
因为德谟克利特关于这一点的说法并不正确,他认为,如果介于其间的地方变成真空,那么即使天空中有一只蚂蚁,也能被清晰地看见;但这其实是不可能的。
πάσχοντος γάρ τι τοῦ αἰσθητικοῦ γίνεται τὸ ὁρᾶν· ὑπʼ αὐτοῦ μὲν οὖν τοῦ ὁρωμένου χρώματος ἀδύνατον· λείπεται δὴ ὑπὸ τοῦ μεταξύ, ὥστʼ ἀναγκαῖόν τι εἶναι μεταξύ·
因为看见的产生,是由于感觉主体受到了某种作用;然而,直接受到被看见的颜色自身的作用是不可能的;所以剩下的可能性就只能是受到介于其间之物的作用,因此介于其间必须存在某种东西。
κενοῦ δὲ γενομένου οὐχ ὅτι ἀκριβῶς, ἀλλʼ ὅλως οὐθὲν ὀφθήσεται.
一旦变成真空,不仅无法清晰地看见,反而根本什么也看不见。
διʼ ἣν μὲν οὖν αἰτίαν τὸ χρῶμα ἀναγκαῖον ἐν φωτὶ ὁρᾶσθαι, εἴρηται.
那么,由于何种原因颜色必须在光中被看见,已经说明了。
πῦρ δὲ ἐν ἀμφοῖν ὁρᾶται, καὶ ἐν σκότει καὶ ἐν φωτί, καὶ τοῦτο ἐξ ἀνάγκης· τὸ γὰρ διαφανὲς ὑπὸ τούτου γίνεται διαφανές.
而火在两种情况下都能被看见,无论是在黑暗中还是在光中,并且这是必然的;因为透明者是通过火才变成透明的。
ὁ δʼ αὐτὸς λόγος καὶ περὶ ψόφου καὶ ὀσμῆς ἐστιν· οὐθὲν γὰρ αὐτῶν ἁπτόμενον τοῦ αἰσθητηρίου ποιεῖ τὴν αἴσθησιν, ἀλλʼ ὑπὸ μὲν ὀσμῆς καὶ ψόφου τὸ μεταξὺ κινεῖται, ὑπὸ δὲ τούτου τῶν αἰσθητηρίων ἑκάτερον· ὅταν δʼ ἐπ᾿ αὐτό τις ἐπιθῇ τὸ αἰσθητήριον τὸ ψοφοῦν ἢ τὸ ὄζον, οὐδεμίαν αἴσθησιν ποιήσει.
关于声音和气味也是同样的道理;因为它们中没有一个是通过接触感觉器官来产生感觉的,而是由气味和声音推动了介于其间之物,再由这个中间物推动了两个感觉器官中的每一个;如果有人把发出声音或散发气味的东西直接放在感觉器官本身之上,将不会产生任何感觉。
περὶ δὲ ἁφῆς καὶ γεύσεως ἔχει μὲν ὁμοίως, οὐ φαίνεται δέ· διʼ ἣν δʼ αἰτίαν, ὕστερον ἔσται δῆλον.
至于触觉和味觉,情况其实是相似的,只是看起来并非如此;至于其原因,稍后将会阐明。
τὸ δὲ μεταξὺ ψόφων μὲν ἀήρ, ὀσμῆς δʼ ἀνώνυμον· κοινὸν γάρ τι πάθος ἐπʼ ἀέρος καὶ ὕδατος ἔστιν, ὥσπερ τὸ διαφανὲς χρώματι, οὕτω τῷ ἔχοντι ὀσμὴν ὃ ἐν ἀμφοτέροις ὑπάρχει τούτοις· φαίνεται γὰρ καὶ τὰ ἔνυδρα τῶν ζῴων ἔχειν αἴσθησιν ὀσμῆς.
声音的中间介质是空气,而气味的中间介质则没有名称;因为在空气和水中存在着某种共同的属性,正如透明之于颜色一样,对于具有气味的东西,也存在着某种在两者中都具有的属性;因为水生动物显然也有嗅觉。
ἀλλʼ ὁ μὲν ἄνθρωπος, καὶ τῶν πεζῶν ὅσα ἀναπνεῖ, ἀδυνατεῖ ὀσμᾶσθαι μὴ ἀναπνέοντα.
但人类以及所有呼吸的陆生动物,在不呼吸时就无法闻到气味。
ἡ δʼ αἰτία καὶ περὶ τούτων ὕστερον λεχθήσεται.
关于这些的原因也将在稍后予以讨论。