Humanitext Reader

亚里士多德 · 论灵魂 §2.5#1

感觉的受动性与潜能和现实的区别

第 18 段,共 43 段 · 希腊语

内容简介

在感觉是一种受动和变化的假设下,提出了感觉器官为何不能自主产生感觉的疑问,并通过引入潜能与现实的不同阶段的区分来为解决这一问题作准备。

§2.5#1Διωρισμένων δὲ τούτων λέγωμεν κοινῇ περὶ πάσης αἰσθήσεως.
在规定了这些之后,让我们共同讨论所有的感觉。
ἡ δʼ αἴσθησις ἐν τῷ κινεῖσθαί τε καὶ πάσχειν συμβαίνει, καθάπερ εἴρηται· δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι.
正如已经说过的,感觉是在被推动和受动中发生的,因为感觉似乎是某种变化。
φασὶ δέ τινες καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν.
有些人也说,同类者是由同类者来影响的。
τοῦτο δὲ πῶς δυνατὸν ἢ ἀδύνατον, εἰρήκαμεν ἐν τοῖς καθόλου λόγοις περὶ τοῦ ποιεῖν καὶ πάσχειν.
至于这如何可能或不可能,我们在关于能动和受动的普遍讨论中已经谈过。
ἔχει δʼ ἀπορίαν διὰ τί καὶ τῶν αἰσθήσεων αὐτῶν οὐ γίνεται αἴσθησις, καὶ διὰ τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, ἐνόντος πυρὸς καὶ γῆς καὶ τῶν ἄλλων στοιχείων, ὧν ἐστὶν ἡ αἴσθησις καθʼ αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις.
然而这里有一个疑难:为什么感觉器官自身不产生感觉? 以及为什么在没有外物的情况下它们不产生感觉? 尽管在内部存在着火、土以及其他元素,这些元素本身或者其偶性就是感觉的对象。
δῆλον οὖν ὅτι τὸ αἰσθητικὸν οὐκ ἔστιν ἐνεργείᾳ, ἀλλὰ δυνάμει μόνον, διὸ οὐκ αἰσθάνεται, καθάπερ τὸ καυστὸν οὐ καίεται αὐτὸ καθʼ αὑτὸ ἄνευ τοῦ καυστικοῦ· ἔκαιε γὰρ ἂν ἑαυτό, καὶ οὐθὲν ἐδεῖτο τοῦ ἐντελεχείᾳ πυρὸς ὄντος.
因此显然,感觉能力并不是处于现实活动中,而仅仅是处于潜能中。 所以它不产生感觉,正如可燃物在没有引燃物的情况下自身不燃烧一样;否则它就会燃烧自身,而根本不需要那处于现实活动状态的火。
ἐπειδὴ δὲ τὸ αἰσθάνεσθαι λέγομεν διχῶς (τό τε γὰρ δυνάμει ἀκοῦον καὶ ὁρῶν ἀκούειν καὶ ὁρᾶν λέγομεν, κἂν τύχῃ καθεῦδον, καὶ τὸ ἤδη ἐνεργοῦν), διχῶς ἂν λέγοιτο καὶ ἡ αἴσθησις, ἡ μὲν ὡς δυνάμει, ἡ δὲ ὡς ἐνεργείᾳ.
既然我们在两种意义上谈论“感觉”(因为我们把具有听觉和视觉潜能者也称为听和看,即使它正处于睡眠中,同时也称那已经处于活动状态者为听和看),那么感觉也应当在两种意义上被谈论,一者是作为潜能,另一者是作为现实活动。
ὁμοίως δὲ καὶ τὸ αἰσθητόν, τό τε δυνάμει ὂν καὶ τὸ ἐνεργείᾳ.
同样,感觉对象也分为潜在存在者和现实活动存在者。
πρῶτον μὲν οὖν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ τοῦ ἐνεργεῖν λέγωμεν· καὶ γὰρ ἔστιν ἡ κίνησις ἐνέργειά τις, ἀτελὴς μέντοι, καθάπερ ἐν ἑτέροις εἴρηται.
因此,首先让我们假定受动、被推动和活动是同一回事来讨论;因为运动确实是某种活动,不过是不完全的活动,正如在其他地方已经说过的。
πάντα δὲ πάσχει καὶ κινεῖται ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος.
一切事物都是受那具有主动性且处于现实活动中的事物的影响并被其推动的。
διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου πάσχει, ἔστι δὲ ὡς ὑπὸ τοῦ ἀνομοίου, καθάπερ εἴπομεν· πάσχει μὲν γὰρ τὸ ἀνόμοιον, πεπονθὸς δʼ ὅμοιόν ἐστιν.
因此,正如我们所说,在一方面它受同类者的影响,在另一方面它受不同类者的影响;因为受影响的是不同类者,但在受影响之后就变成了同类者。
διαιρετέον δὲ καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας· νῦν γὰρ ἁπλῶς ἐλέγομεν περὶ αὐτῶν.
我们还必须对潜能和现实进行区分;因为刚才我们只是简单地谈论它们。
ἔστι μὲν γὰρ οὕτως ἐπιστῆμόν τι ὡς ἂν εἴποιμεν ἄνθρωπον ἐπιστήμονα ὅτι ὁ ἄνθρωπος τῶν ἐπιστημόνων καὶ ἐχόντων ἐπιστήμην· ἔστι δʼ ὡς ἤδη λέγομεν ἐπιστήμονα τὸν ἔχοντα τὴν γραμματικήν (ἑκάτερος δὲ τούτων οὐ τὸν αὐτὸν τρόπον δυνατός ἐστιν, ἀλλʼ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ ὕλη, ὁ δʼ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν, ἂν μή τι κωλύσῃ τῶν ἔξωθεν)·
因为在一方面,某种东西是“知道者”,就像我们会说人是“知道者”,因为人属于那些知道且拥有知识的生物;在另一方面,我们把已经掌握了文法的人称为“知道者”。 (但这二者并不是以同样的方式具有潜能,前者是因为其属和质料是如此,后者是因为只要他愿意,他就能够进行观照,除非受到外物的阻碍);而那已经处于观照中的人,则是处于完全现实之中,并且在严格意义上知道“这个A”。
ὁ δʼ ἤδη θεωρῶν, ἐντελεχείᾳ ὢν καὶ κυρίως ἐπιστάμενος τόδε τὸ Α. ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι, κατὰ δύναμιν ἐπιστήμονες ὄντες, ἐνεργείᾳ γίνονται ἐπιστήμονες, ἀλλʼ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μεταβαλὼν ἕξεως, ὁ δʼ ἐκ τοῦ ἔχειν
因此,前两者虽然都只是在潜能上知道,但都会变成在现实活动中知道,不过一者是通过学习而发生变化,且常常是从相反的状态中转变而来,另一者则是从拥有……

词汇与语法注释

  1. ¦5¦ὧν ἐστὶν ἡ αἴσθησις — 关系代名词 `ὧν` 的先行词是紧接其前的 `στοιχείων`(以及更前方的 `πυρὸς καὶ γῆς`),在句中作为修饰 `αἴσθησις` 的宾格性属格(“关于它们的感觉”)。
  2. ¦15¦ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ τοῦ ἐνεργεῖν — 带有 `ὡς` 的属格独立结构。`τοῦ αὐτοῦ ὄντος`(是同一回事)的主语是名词化不定式 `τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ τοῦ ἐνεργεῖν`。小词 `ὡς` 表示主观的假定或前提(“在……的前提下”)。
  3. ¦25¦ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ ὕλη — 在 `ὁ μὲν... ὁ δʼ...` 的对比结构中,省略了动词和表语 `δυνατός ἐστιν`(是潜在的/有能力的),需要根据上下文予以补充。`ὁ μὲν` 指第一种意义上的潜在认知者。

引用这一段

亚里士多德, 论灵魂 §2.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:2.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。