§1.1#1Τῶν καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες, μᾶλλον δʼ ἑτέραν ἑτέρας ἢ κατʼ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶναι, διʼ ἀμφότερα ταῦτα τὴν περὶ τῆς ψυχῆς ἱστορίαν εὐλόγως ἄν ἐν πρώτοις τιθείημεν.
美しく貴きものの知識を得ることを我々は善いこととみなしているが、ある知識が他の知識よりも、正確さにおいて、あるいは、より善くより驚くべきものに関する知識であることによって上回っているのだから、これら両方の理由から、魂に関する探究を当然、第一級のものとして位置づけるべきであろう。
δοκεῖ δὲ καὶ πρός ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δὲ πρὸς τὴν φύσιν·
そして、魂に関する知識は、真理全体に対しても、とりわけ自然学に対しても大きく貢献するように思われる。
ἔστι γὰρ οἷον ἀρχὴ τῶν ζῴων.
なぜなら魂は、動物のいわば原理だからである。
ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περὶ αὐτήν·
我々は魂の本性と実質を観察し認知すること、次いで、魂に付随するすべての事柄を認知することを求めようとする。
ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ δι’ ἐκείνην καὶ τοῖς ζῴοις ὑπάρχειν.
これらのうち、あるものは魂独自の属性であると思われ、他のものは魂のおかげで動物たちにも備わっていると思われる。
πάντη δὲ πάντως ἐστὶ τῶν χαλεπωτάτων λαβεῖν τινὰ πίστιν περὶ αὐτῆς.
しかし、魂について何らかの確信を得ることは、いかなる点から見ても、あらゆる意味で最も困難なことの一つである。
καὶ γὰρ ὄντος κοινοῦ τοῦ ζητήματος καὶ πολλοῖς ἑτέροις, λέγω δὲ τοῦ περὶ τὴν οὐσίαν καὶ τὸ τί ἐστι, τάχʼ ἄν τῳ δόξειε μία τις εἶναι μέθοδος κατὰ πάντων περὶ ὧν βουλόμεθα γνῶναι τὴν οὐσίαν, ὥσπερ καὶ τῶν κατὰ συμβεβηκὸς ἰδίων ἀπόδειξις, ὥστε ζητητέον ἂν εἴη τὴν μέθοδον ταύτην.
というのも、その実質、すなわちそれが何であるかに関する探求という、多くの他の探求にとっても共通の問いが存在する以上、我々がその実質を知りたいと望むすべてのものに対して、付随的属性の証明がそうであるように、何か一つの共通の方法が存在すると思われるかもしれない。 それゆえ、その方法を探求すべきであろう。
εἰ δὲ μὴ ἔστι μία τις καὶ κοινὴ μέθοδος περὶ τὸ τί ἐστιν, ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι·
しかし、もし「それが何であるか」に関する単一かつ共通の方法が存在しないならば、探究はさらに困難になる。
δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος.
なぜなら、各々のものについて、その方法がどのようなものであるかを手に入れなければならないからである。
ἐὰν δὲ φανερὸν ᾖ πότερον ἀπόδειξίς ἐστιν ἢ διαίρεσις ἢ καί τις ἄλλη μέθοδος, ἔτι πολλὰς ἀπορίας ἔχει καὶ πλάνας, ἐκ τίνων δεῖ ζητεῖν·
しかし、たとえそれが証明であるか、分割であるか、あるいは他の方法であるかが明らかであったとしても、依然としてどのような出発点から探求を始めるべきかについて多くの困難と迷いがある。
ἄλλαι γὰρ ἄλλων ἀρχαί, καθάπερ ἀριθμῶν καὶ ἐπιπέδων.
なぜなら、数の原理と平面の原理が異なるように、異なるものには異なる原理があるからである。
πρῶτον δʼ ἴσως ἀναγκαῖον διελεῖν ἐν τίνι τῶν γενῶν καὶ τί ἐστι, λέγω δὲ πότερον τόδε τι καὶ οὐσία ἢ ποιὸν ἢ ποσόν ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν, ἔτι δὲ πότερον τῶν ἐν δυνάμει ὄντων ἢ μᾶλλον ἐντελέχειά τις·
まず最初におそらく、それがどの類に属し、何であるかを区分することが必要である。 私が言っているのは、それが特定の個物にして実体なのか、それとも質なのか、量なのか、あるいは他に区分された範疇のいずれかなのか。 さらには、それが可能的に存在するものの一つなのか、それともむしろ一種の現実態なのか、ということである。
διαφέρει γὰρ οὔ τι μικρόν.
なぜなら、その違いは決して小さくないからである。
σκεπτέον δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερής, καὶ πότερον ὁμοειδὴς ἅποσα ψυχὴ ἢ οὔ εἰ δὲ μὴ ὁμοειδής, πότερον εἴδει διαφέρουσα ἢ γένει.
また、それが部分に分かれるものか、それとも部分を持たないものか、そしてすべての魂は同種のものか否かも検討しなければならない。 もし同種でないなら、種において異なるのか、それとも属において異なるのか。
νῦν μὲν γὰρ οἱ λέγοντες καὶ ζητοῦντες περὶ ψυχῆς περὶ τῆς ἀνθρωπίνης μόνης ἐοίκασιν ἐπισκοπεῖν·
というのも、今日、魂について語り探求する人々は、人間の魂だけを考察しているように思われるからである。
εὐλαβητέον δʼ ὅπως μὴ λανθάνῃ πότερον εἶς ὁ λόγος αὐτῆς ἐστι, καθάπερ ζῴου, ἢ καθʼ ἑκάστην ἕτερος, οἶον ἵππου, κυνός, ἀνθρώπου, θεοῦ, τὸ δὲ ζῷον τὸ καθόλου ἤτοι οὐθέν ἐστιν ἢ ὕστερον·
だが、魂の定義が動物の定義のように一つであるのか、それとも馬、犬、人間、神のようにそれぞれ異なっているのか、見過ごさないように注意しなければならない。 普遍的な動物は、存在しないか、あるいは後なるものだからである。
ὁμοίως δὲ κἄν εἴ τι κοινόν ἄλλο κατηγοροῖτο·
同様に、何か他の共通のものが述語とされる場合もそうである。
ἔτι δέ, εἰ μὴ πολλαὶ ψυχαὶ ἀλλὰ μόρια, πότερον δεῖ ζητεῖν πρότερον τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια.
さらに、もし多くの魂があるのではなく、部分があるのだとすれば、全体の魂を先に探求すべきか、それとも部分を先に探求すべきか。
χαλεπὸν δὲ καὶ τούτων διορίσαι ποῖα πέφυκεν ἕτερα ἀλλήλων, καὶ πότερον τά μόρια χρὴ ζητείν πρότερον ἢ τὰ ἔργα αὐτῶν, οἶον τὸ νοεῖν ἢ τὸν νοῦν, καὶ τὸ αἰσθάνεσθαι ἢ τὸ αἰσθητικόν·
また、これらの部分のうち、どれが本性上互いに異なっているかを規定すること、および、部分を先に探求すべきか、それともそれらの機能を先に探求すべきか(例えば、考えることを先にすべきか知性を先にすべきか、感覚することを先にすべきか感覚能力を先にすべきか)を決定することも困難である。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
他のものについても同様である。
εἰ δὲ τὰ ἔργα πρότερον, πάλιν ἄν τις ἀπορήσειεν· εἰ τὰ ἀντικείμενα πρότερον τούτων ζητητέον, οἶον τὸ αἰσθητὸν τοῦ αἰσθητικοῦ, καὶ τό νοητὸν τοῦ νοῦ.
しかし、もし機能が先であるとするなら、これらよりもその対応対象を先に探求すべきではないか(例えば、感覚されるものを感覚能力よりも先に、思考されるものを知性よりも先に)、と再び疑問が生じるかもしれない。
ἔοικε δʼ οὐ μόνον τὸ τί ἐστι γνῶναι χρήσιμον εἶναι πρός τὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις (ὥσπερ ἐν τοῖς μαθήμασι τί τὸ εὐθὺ καὶ τὸ καμπύλον, ἢ τί γραμμὴ καὶ ἐπίπέδον, πρός τὸ κατιδεῖν πόσαις ὀρθαῖς αἱ τοῦ τριγώνου γωνίαι ἴσαι), ἀλλὰ καὶ ἀνάπαλιν τὰ συμβεβηκότα συμβάλλεται μέγα μέρος πρὸς τὸ εἰδέναι τὸ τί ἐστιν·
しかし、「それが何であるか」を知ることは、実体の付随的属性の原因を観察するのに役立つだけでなく(数学において、三角形の内角の和がいくつの直角に等しいかを見極めるために、直線とは何か、曲線とは何か、あるいは線や平面とは何かが役立つように)、逆に、付随的属性もまた「それが何であるか」を知るために大いに貢献するように思われる。
ἐπειδὰν γὰρ ἔχωμεν ἀποδιδόναι κατὰ τὴν φαντασίαν περὶ τῶν συμβεβηκότων, ἢ πάντων ἢ τῶν πλείστων, τότε καὶ περὶ τῆς οὐσίας ἕξομεν λέγειν κάλλιστα·
なぜなら、我々が直観に従って付随的属性のすべて、あるいはその大部分について説明できるようになるとき、その時こそ、実体についても最も見事に語ることができるようになるからである。
πάσης γὰρ ἀποδείξεως ἀρχὴ τὸ τί ἐστιν, ὥστε καθʼ ὅσους τῶν ὁρισμῶν μὴ συμβαίνει τὰ συμβεβηκότα γνωρίζειν, ἀλλὰ μηδʼ εἰκάσαι περὶ αὐτῶν εὐμαρές, δῆλον ὅτι διαλεκτικῶς εἴρηνται καὶ κενῶς ἅπαντες.
というのも、あらゆる証明の原理は「それが何であるか」だからであり、それゆえ、付随的属性を認識することを伴わず、それらについて推測することすら容易にしないような定義はすべて、明らかに問答法的に、かつ空虚に語られたものである。