Humanitext Reader

亚里士多德 · 前分析篇 §2.2.19

第一原理的认识与直觉及经验的形成

第 123 段,共 123 段 · 希腊语

内容简介

亚里士多德在《后分析篇》的结语中讨论了作为证明出发点的最初原理(无中介原理)是如何被认识的。他阐明,通过感觉、记忆和经验,直觉(奴斯)把握了普遍的原理,从而为科学知识奠定了基础。

§2.2.19Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως, τί τε ἑκάτερόν ἐστι καὶ πῶς γίνεται, φανερόν, ἅμα δὲ καὶ περὶ ἐπιστήμης ἀποδεικτικῆς· ταὐτὸν γάρ ἐστιν.
由此,关于三段论与证明,它们各自是什么以及如何产生,已经很清楚了,同时关于证明的科学也是如此;因为它们是同一回事。
περὶ δὲ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι καὶ τίς ἡ γνωρίζουσα ἕξις, ἐντεῦθεν ἔσται δῆλον τπροαπορήσασι πρῶτον.
但是关于原理,它们如何变得为人所知,以及认识它们的状态是什么,在首先提出疑难之后,从下文将会变得清晰。
Ὅτι μὲν οὖν οὐκ ἐνδέχεται ἐπίστασθαι διʼ ἀποδείξεως· μὴ γιγνώσκοντι τὰς πρώτας ἀρχὰς τὰς ἀμέσους, εἴρηται τπρότερον.
因此,如果不认识第一的、无中介的原理,就不可能通过证明来获得科学知识,这一点在前面已经说过了。
τῶν δʼ ἀμέσων τὴν γνῶσιν, καὶ πότερον ἡ αὐτή ἐστιν ἢ οὐχ ἡ αὐτή, διαπορήσειεν ἄν τις, καὶ πότερον ἐπιστήμη ἑκατέρου, ἢ τοῦ μὲν ἐπιστήμη τοῦ δʼ ἕτερόν τι γένος, καὶ πότερον οὐκ ἐνοῦσαι αἱ ἔξεις ἐγγίνονται ἢ ἐνοῦσαι λελήθασιν.
但是关于无中介原理的认识,人们可能会产生疑问:它是相同还是不相同? 是否对每一者都有科学认识,还是对一者有科学认识而对另一者有其他某种状态? 以及这些状态是在我们不具有时新产生的,还是原本就具有却未被察觉?
εἰ μὲν δὴ ἔχομεν αὐτάς, ἄτοπον· συμβαίνει γὰρ ἀκριβεστέρας ἔχοντας γνώσεις ἀποδείξεως λανθάνειν.
因为如果我们确实拥有它们,那是荒谬的;因为这将意味着我们拥有比证明更精确的认识,却未被察觉。
εἰ δὲ λαμβάνομεν μὴ ἔχοντες πρότερον, πῶς ἄν γνοωρίοιμεν καὶ μανθάνοιμεν ἐκ μὴ προίῦπαρχούσης γνώσεως;
但如果我们是在先前不具有的情况下获得它们,那么在没有先前存在之认识的情况下,我们如何能认识和学习呢?
ἀδύνατον γάρ, ὥσπερ καὶ ἐπὶ τῆς ἀποδείξεως ἐλέγομεν.
因为这是不可能的,正如我们在关于证明时所说的那样。
φανερόν τοίνυν ὅτι οὔτʼ ἔχειν οἶόν τε, οὐὔτʼ ἀγνοοῦσι καὶ μηδεμίαν ἔχουσιν ἔξιν ἐγγίγνεσθαι.
由此可见,我们既不可能预先具有它们,也不可能在毫无所知且不具任何状态的人身上产生它们。
ἀνάγκη ἄρα ἔχειν μέν τινα δύναμεν, μὴ τοιαύτην δʼ ἔγειν ἢ ἔσται τούτων τμιωτέρα κατʼ ἀκρίβειαν.
因此,我们必须拥有某种能力,但不能是那种在精确性上高于这些原理的能力。
φαίνεται δὲ τοῦτό γε πᾶσιν ὑπάρχον τοῖς ἴὥοις.
而这显然是所有动物都具备的。
ἔχει γὰρ δύναμιν σύμφυτον κριτικήν, ἢν καλοῦσιν αἴσθησιν·
因为它们拥有一种先天的判别能力,人们称之为感觉。
ἐνούσης δʼ αἰσθήσεως τοῖς μὲν τῶν ἴὥων ἐγγίγνεται μονἡ τοῦ αἰσθήματος, τοῖς δʼ οὐκ ἐγγίγνεται.
虽然具有感觉,但在有些动物中,感觉的对象会被留存,而在另一些动物中则不会。
ὅσοις μὲν οὖν μὴ ἐγγίγνεται, ἢ ὅλως ἢ περὶ ἄ μὴ ἐγγίγνεται, οὐκ ἔστι τούτοις γνῶσις ἔξω τοῦ αἰσθάνεσθαι·
对于那些不能留存的动物——要么完全不能,要么对于那些无法留存的对象——除了感觉本身之外,就没有认识。
ἐν οἷς δʼ ἔνεστιν αἰσθομένοις ἔχεινἔτι ἐν τῇ φυχῇ.
但在那些感觉之后仍能保留的动物中,它们可以在灵魂中继续持有。
πολλῶν δὲ τοιούτων γινομένων δή διαφορά τις γίνεται, ὥστε τοῖς μὲν γίνεσθαι λόγον ἐκ τῆς τῶν τοιούτων μονῆς, τοῖς δὲ μή.
当许多这样的事情发生时,便产生了一种区别,从而使一些动物能够从这类事物的留存中产生理性的概念,而另一些则不然。
Ἐκ μὲν οὖν αἰσθήσεως γίνεται μνήμη. ὥσπερ λέγομεν, ἐκ δὲ μνήμης πολλάκις τοῦ αὐτοῦ γινομένης ἐμπειρία· αἱ γὰρ πολλαὶ μνῆμαι τῷ ἀριθμῷ ἐμπειρία μία ἐστίν.
因此,正如我们所说,感觉产生记忆,而对同一事物的多次记忆产生经验;因为在数目上众多的记忆构成了一个单一的经验。
ἐκ δʼ ἐμπειρίας ἢ ἐκ παντὸς ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ, τοῦ ἑνὸς παρὰ τὰ πολλά, ὃ ἂν ἐν ἅπασιν ἓν ἐνῇ ἐκείνοις τὸ αὐτό, τέχνης ἀρχὴ καὶ ἐπιστήμης, ἐὰν μὲν περὶ γένεσιν, τέχνης, ἐὰν δὲ περὶ τὸ ὄν, ἐπιστήμης.
而从经验,或者从灵魂中静息下来的整个普遍者——那在诸多事物之外的一,那在所有这些事物中作为同一者而存在的一——产生了技术和科学的原理:如果关乎生成,则是技术的原理;如果关乎存在,则是科学的原理。
οὔτε δὴ ἐνυπάρχουσιν ἀφωρισμέναι αἱ ἕξεις, οὔτʼ ἀπʼ ἄλλων ἕξεων γίνονται γνωστικωτέρων, ἀλλʼ ἀπὸ αἰσθήσεως, οἷον ἐν μάχῃ τροπῆς γενομένης ἑνὸς στάντος ἕτερος ἔστη, εἶθ᾿ ἕτερος, ἕως ἐπὶ ἀρχὴν ἦλθεν.
因此,这些状态既不是已确定地存在于我们之中,也不是从其他更具认识性的状态产生的,而是从感觉中产生的,就像在战斗中发生溃退时,一个人站稳了,另一个人也站稳了,接着又是一个,直到回到了起点的阵地。
ἡ δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο.
而灵魂本身就具有能够承受这一过程的性质。
δʼ ἐλέχθη μὲν πάλαι, οὐ σαφῶς δὲ ἐλέχθη, πάλιν εἴπωμεν.
刚才说过但说得不清楚的地方,让我们再说一遍。
στάντος γὰρ τῶν ἀδιαφόρων ἑνός, πρῶτον μὲν ἐν τῇ ψυχῇ καθόλου (καὶ γὰρ αἰσθάνεται μὲν τὸ καθʼ ἕκαστον, ἡ δʼ αἴσθησις τοῦ καθόλου ἐστίν, οἷον ἀνθρώπου, ἀλλʼ οὐ Καλλίου ἀνθρώπου)·
当无差别者中的一者站稳时,首次在灵魂中出现了普遍者(因为虽然感觉的是个别事物,但感觉却是关于普遍者的——例如关于人,而不是关于卡里亚斯这个人)。
πάλιν ἐν τούτοις ἵσταται, ἕως ἂν τὰ ἀμερῆ στῇ καὶ τὰ καθόλου, οἷον τοιονδὶ ζῷον, ἕως ζῷον, καὶ ἐν τούτῳ ὡσαύτως.
再次,在这些事物中又有站定,直到无部类者和普遍者站稳——例如,某种动物,直到动物本身,并在这一层面上同样进行。
δῆλον δὴ ὅτι ἡμῖν τὰ πρῶτα ἐπαγωγῇ γνωρίζειν ἀναγκαῖον· καὶ γὰρ ἡ αἴσθησις οὕτω τὸ καθόλου ἐμποιεῖ.
由此显然,我们必须通过归纳来认识最初的事物;因为感觉也是以这种方式植入普遍者的。
Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων αἷς ἀληθεύομεν αἱ μὲν ἀεὶ ἀληθεῖς εἰσιν, αἱ δὲ ἐπιδέχονται τὸ ψεῦδος, οἷον δόξα καὶ λογισμός, ἀληθῇ δʼ ἀεὶ ἐπιστήμη καὶ νοῦς, καὶ οὐδὲν ἐπιστήμης ἀκριβέστερον ἄλλο γένος ἢ νοῦς, αἱ δʼ ἀρχαὶ τῶν ἀποδείξεων γνωριμώτεραι, ἐπιστήμη δʼ ἅπασα μετὰ λόγου ἐστί, τῶν ἀρχῶν ἐπιστήμη μὲν οὐκ ἂν εἴη, ἐπεὶ δʼ οὐδὲν ἀληθέστερον ἐνδέχεται εἶναι ἐπιστήμης ἢ νοῦν, νοῦς ἂν εἴη τῶν· ἀρχῶν, ἔκ τε τούτων σκοποῦσι καὶ ὅτι ἀποδείξεως ἀρχὴ οὐκ ἀπόδειξις, ὥστ᾿ οὐδ᾿ ἐπιστήμης ἐπιστήμη.
既然在我们用以把握真理的思想状态中,有些始终是真实的,有些则允许虚假,例如意见和推理,而科学和直觉则始终是真实的,并且除了直觉之外,没有其他种类的状态比科学更精确,且证明的原理是更为人所知的,而一切科学都是伴随着理性的,因此对于原理本身就不会有科学;既然除了直觉之外不可能有比科学更真实的东西,那么直觉就应当是关于原理的,这不仅从上述考虑来看是如此,而且因为证明的原理不是证明,因而科学的原理也不是科学。
εἰ οὖν μηδὲν ἄλλο παῤ ἐπιστήμην γένος ἔχομεν ἀληθές, νοῦς ἂν εἴη ἐπιστήμης ἀρχή.
如果我们在科学之外没有其他真实的认识种类,直觉就会是科学的原理。
καὶ ἡ μὲν ἀρχὴ τῆς ἀρχῆς εἴη ἄν, ἡ δὲ πᾶσα ὁμοίως ἔχει πρὸς τὸ πᾶν πρᾶγμα.
而原理的原理就会是它,而整体的科学也同样对待整体的事物。

词汇与语法注释

  1. ¦20¦τῶν δʼ ἀμέσων τὴν γνῶσιν — 此处为提早结构(prolepsis),将“对无中介原理的认识”置于句首以引入主题,在结构上作为后文主句动词 `διαπορήσειεν ἄν` 的宾语。
  2. ¦100a¦ἐν οἷς δʼ ἔνεστιν αἰσθομένοις ἔχειν ἔτι — 分词 `αἰσθομένοις` 充当无人称表达 `ἔνεστιν`(意为“对……是可能的”或“在……之中”)的逻辑主语(与格)。与前句相对比,它指的是在感觉之后仍能在灵魂中保留感觉内容的动物。
  3. ¦100b¦ἡ δʼ αἴσθησις τοῦ καθόλου ἐστίν — “感觉是关于普遍者的”这一认识论上的重要悖论性表达。属格 `τοῦ καθόλου` 是宾格性属格,表明虽然感知行为总是针对具体个体,但感知的内容本身所指涉的却是普遍者(如“人”而非“卡里亚斯”)。
  4. ¦5¦τῶν περὶ τὴν διάνοιαν ἕξεων — 属格 `ἕξεων` 是部分属格,界定了“关于思想之状态”的总体集合。它构成了对比那些始终真实的状态(科学和直觉)与允许虚假的状态(意见和推理)的语法框架。
  5. ¦10¦νοῦς ἂν εἴη τῶν ἀρχῶν — 助词 `ἄν` 与希求语气 `εἴη` 结合,表示一种潜在或推论性的结论(“应当是”)。它标志着对原理本身的认知状态必须是直觉(奴斯)这一逻辑推论。

引用这一段

亚里士多德, 前分析篇 §2.2.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.2.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。