Humanitext Reader

亚里士多德 · 前分析篇 §2.1.9

固有原理的证明与共有原理的局限

第 86 段,共 123 段 · 希腊语

内容简介

本段论证了科学知识要求从各学科自身的特有原理出发进行证明,而非基于共同特征(如布里森的化圆为方),并解释了从属学科与上位学科在证明“事实”与“原因”上的分工,最后阐明了各科学特有的第一原理是无法被证明的。

§2.1.9Ἐπεὶ δὲ φανερὸν ὅτι ἕκαστον ἀποδείξαι οὐκ ἔστιν ἀλλʼ ἢ ἐκ τῶν ἑκάστου ἀρχῶν, ἂν τὸ δεικνύμενον ὑπάρχῃ ἧ ἐκεῖνο, οὐκ ἔστι τὸ ἐπίστασθαι τοῦτο, ἂν ἐξ ἀληθῶν καὶ ἀναποδείκτων δειχθῇ καὶ ἀμέσων.
既然显而易见,除非从各事物的特有原理出发,否则无法证明每一事物——即被证明的属性只有在其作为该事物的意义上才属于它——那么,即使从真实的、不可证明的且直接的前提中得到证明,也不等于掌握了关于该事物的科学知识。
ἔστι γὰρ οὕτω δεῖξαι, ὥσπερ Βρύσων τὸν τετραγωνισμόν.
因为用这种方式来进行证明是可能的,正如布里森证明圆化方一样。
κατά κοινόν τε γὰρ δεικνύουσιν οἱ τοιοῦτοι λόγοι, ὃ καὶ ἑτέρῳ ὑπάρξει διὸ καὶ ἐπ᾿ ἄλλων ἐφαρμόττουσιν οἱ λόγοι οὐ συγγενῶν.
因为这类论证是根据某种共同的特征来进行证明的,而这种特征也属于其他事物;因此,这些论证也适用于其他不具亲缘关系的事物。
οὐκοῦν οὐχ ᾗ ἐκεῖνο ἐπίσταται, ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ ἂν ἐφήρμοττεν ἡ ἀπόδειξις καὶ ἐπʼ ἄλλο γένος.
因此,人们并不是在它作为该事物的意义上认识它,而只是在偶然的意义上认识它;否则,该证明也就不会适用于另一个属了。
Ἕκαστον δʼ ἐπιστάμεθα μὴ κατὰ συμβεβηκός, ὅταν κατʼ ἐκεῖνο γινώσκωμεν καθʼ ὃ ὑπάρχει, ἐκ τῶν ἀρχῶν τῶν ἐκείνου ᾗ ἐκεῖνο, οἷον τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν, ὧ ὑπάρχει καθʼ αὐτὸ τὸ εἰρημένον, ἐκ τῶν ἀρχῶν τῶν τούτου.
而我们要在非偶然的意义上认识每一事物,必须当我们在使属性属于它的那个对象本身的意义上、并从该对象特有的原理出发来认识它时,例如,对于内角和等于两直角这一属性本身所属于的对象(三角形),从该对象的特有原理出发来认识它。
ὥστʼ εἰ καθʼ αὐτὸ κἀκεῖνο ὑπάρχει ᾧ ὑπάρχει, ἀνάγκη τὸ μέσον ἐν τῇ αὐτῇ συγγενείᾳ εἶναι.
因此,如果该属性也本身属于它所属于的那个对象,那么中项就必须处于相同的亲缘关系(即同一个属)中。
εἰ δὲ μή, ἀλλʼ ὡς τὰ ἁρμονικὰ διʼ ἀριθμητικῆς.
否则,它们就会像通过算术证明和声学性质那样。
τὰ δὲ τοιαῦτα δείκνυται μὲν ὡσαύτως, διαφέρει δέ· τὸ μὲν γὰρ ὅτι ἑτέρας ἐπιστήμης (τὸ γὰρ ὑποκείμενον γένος ἕτερον), τὸ δὲ διότι τῆς ἄνω, ἧς καθʼ αὐτὰ τὰ πάθη ἐστίν.
此类性质虽然以同样的方式被证明,但有所不同:因为“事实如此”(即“是什么”)属于另一门科学(因为基础的属不同),而“原因”(即“为什么”)则属于上位科学,而这些属性正是本身属于该上位科学的。
ὥστε καὶ ἐκ τούτων φανερὸν ὅτι οὐκ ἔστιν ἀποδεῖξαι ἕκαστον ἀπλῶς ἄλλʼ ἢ ἐκ τῶν ἑκάστου ἀρχῶν.
因此,从这些情况来看,显而易见,除非从各事物的特有原理出发,否则无法无条件地证明每一事物。
ἀλλὰ τούτων αἱ ἀρχαὶ ἔχουσι τὸ κοινόν.
不过,这些(有从属关系的)科学的原理具有共同之处。
Εἱ δὲ φανερὸν τοῦτο, φανερὸν καὶ ὅτι οὐκ ἔστι τὰς ἑκάστου ἰδίας ἀρχὰς ἀποδεῖξαι· ἔσονται γὰρ ἐκεῖναι ἀπάντων ἀρχαί, καὶ ἐπιστήμη ἡ ἐκείνων κυρία πάντων.
如果这一点是显而易见的,那么同样显而易见的是,不可能证明每一门科学自身的特有原理;因为否则,那些原理就会成为一切事物的原理,而关于那些原理的科学就会成为主宰一切的至高科学。
καὶ γὰρ ἐπίσταται μᾶλλον ὁ ἐκ τῶν ἀνώτερον αἰτίων εἰδώς· ἐκ τῶν προτέρων γὰρ οἶδεν, ὅταν ἐκ μὴ αἰτιατῶν εἰδῇ αἰτίων.
因为,从更上位的的原因出发来认识的人,认识得更多;因为当他从不以其他事物为原因的原因出发来认识时,他是从更在先的事物出发来认识的。
ὥστʼ εἰ μᾶλλον οἶδε καὶ μάλιστα, κἂν ἐπιστήμη ἐκείνη εἴη καὶ μᾶλλον καὶ μάλιστα.
因此,如果他认识得更多、最充分,那么那门科学也就是更高程度且最高程度的科学。
ἡ δʼ ἀπόδειξις οὐκ ἐφαρμόττει ἐπʼ ἄλλο γένος, ἀλλʼ ἢ ὡς εἴρηται αἱ γεωμετρικαὶ ἐπὶ τὰς μηχανικὰς ἢ ὀπτικὰς καὶ αἱ ἀριθμητικαὶ ἐπὶ τὰς ἁρμονικάς.
然而,证明并不适用于另一个属,除非像已经说过的,几何学证明适用于力学或光学,以及算术证明适用于和声学。
Χαλεπὸν δʼ ἐστὶ τὸ γνῶναι εἰ οἶδεν ἢ μή.
但是,要判断自己是否真正认识,是困难的。
χαλεπὸνs γὰρ τὸ γνῶναι εἰ ἐκ τῶν ἑκάστου ἀρχῶν ἴσμεν ἢ μή· ὅπερ ἐστὶ τὸ εἰδέναι.
因为要判断我们是否是从每一事物的特有原理出发来认识(这才是真正的“认识”),是困难的。
οἰόμεθα δʼ, ἂν ἔχωμεν ἐξ ἀληθινῶν τινῶν συλλογισμὸν καὶ πρώτων, ἐπίστασθαι.
我们却以为,只要我们拥有了一个由某些真实且在先的前提构成的推论,我们就认识了。
τὸ δʼ οὐκ ἔστιν, ἀλλὰ συγγενῆ δεῖ εἶναι τοῖς πρώτοις.
但事实并非如此,[推论的项]必须与最在先的原理属于同族。

词汇与语法注释

  1. 75b37οὐκ ἔστι τὸ ἐπίστασθαι τοῦτο, ἂν ἐξ ἀληθῶν καὶ ἀναποδείκτων δειχθῇ καὶ ἀμέσων. — 主句 `οὐκ ἔστι τὸ ἐπίστασθαι τοῦτο` 意为“这不等于掌握了科学知识”。虽然从真实的、直接的且不可证明的前提进行证明通常是获得科学知识的要求,但这里指出,如果这些前提不是该学科特有的原理,它就不能构成真正的知识。
  2. 75b40κατά κοινόν — 意为“根据共同的特征”。指不从特定属(如几何学)的固有原理出发,而是利用与其他领域共通的、跨学科的原理(例如事物的一般共同属性)来进行证明,布里森解决化圆为方的论证就被批判为属于这种情况。
  3. 76a6ᾧ ὑπάρχει — 关系代名词 `ᾧ` 的先行词是前述属性 `τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν`(内角和等于两直角)“本身所属于的”(`ὑπάρχει καθʼ αὐτὸ`)那个对象(即三角形)。因此,整个句子的意思是“从该属性本身所属于的那个对象的特有原理出发[认识时]”。
  4. 76a11τὸ μὲν γὰρ ὅτι ἑτέρας ἐπιστήμης... τὸ δὲ διότι τῆς ἄνω — 这体现了亚里士多德关于“事实”(`ὅτι`)和“原因”(`διότι`)的学术分工。在具有从属关系的科学中(例如和声学之于算术),观察和证明现象“事实如此”(`ὅτι`)属于下位科学,而提供它“为什么”如此的本质性原因(`διότι`)则属于上位科学(如数学)。

引用这一段

亚里士多德, 前分析篇 §2.1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。