Humanitext Reader

亚里士多德 · 前分析篇 §2.1.6

证明前提与中项的必然性要求

第 84 段,共 123 段 · 希腊语

内容简介

论证了证明科学的原理必须是必然的,且只有“本身属于”事物的属性才能作为科学证明的对象。进一步指出,如果前提或中项不是必然的,即使结论本身是必然的,人们也无法真正知道其“为什么”(即原因)。

§2.1.6Εἰ οὖν ἐστιν ἡ ἀποδεικτικὴ ἐπιστήμη ἐξ ἀναγκαίων ἀρχῶν (ὃ γὰρ ἐπίσταται, οὐ δυνατὸν ἄλλως ἔχειν), τὰ δὲ καθ᾿ αὑτὰ ὑπάρχοντα ἀναγκαῖα τοῖς πράγμασιν (τὰ μὲν γὰρ ἐν τῷ τί ἐστιν ὑπάρχει· τοῖς δʼ αὐτὰ ἐν τῷ τί ἐστιν ὑπάρχει κατηγορουμένοις αὐτῶν, ὧν θάτερον τῶν ἀντικειμένων ἀνάγκη ὑπάρχειν), φανερόν ὅτι ἐκ τοιούτων τινῶν ἂν εἴη ὁ ἀποδεικτικὸς συλλογισμός·
因此,如果证明的知识是从必然的原理出发的(因为人们所知道的事物不可能以其他方式存在),而那些本身属于事物的属性对这些事物而言是必然的(因为一些属性属于它们“是什么”的定义,而对于另一些属性,事物本身属于其被陈述的谓词“是什么”的定义,在这些对立面中,其中之一必然属于它),那么显而易见,证明的推论必定是由这样一些前提构成的;因为一切属性要么以这种方式属于事物,要么是偶然地属于事物,而偶然的属性并不是必然的。
ἅπαν γὰρ ἢ οὕτως ὑπάρχει ἢ κατὰ συμβεβηκός, τὰ δὲ συμβεβηκότα οὐκ ἀναγκαῖα. Ἣ δὴ οὕτω λεκτέον, ἢ ἀρχὴν θεμένοις ὅτι ἡ ἀπόδειξις ἀναγκαίων ἐστί, καὶ εἰ ἀποδέδεικται, οὐχ οἷόν τʼ ἄλλως ἔχειν· ἐξ ἀναγκαίων ἄρα δεῖ εἶναι τὸν συλλογισμόν.
或者确实应该这样说,或者通过确立一个原理,即证明是关于必然事物的,且如果它已被证明,它就不可能以其他方式存在;因此,推论必定是从必然的前提作出的。
ἐξ ἀληθῶν μὲν γὰρ ἔστι καὶ μὴ ἀποδεικνύντα συλλογίσασθαι, ἐξ ἀναγκαίων δʼ οὐκ ἔστιν ἀλλʼ ἢ ἀποδεικνύντα· τοῦτο γὰρ ἤδη ἀποδείξεως ἐστιν.
因为从真实的前提出发,人们可以进行推论而不进行证明,但从必然的前提出发,人们除了进行证明之外就无法推论;因为这已经是证明的特征了。
σημεῖον δʼ ὅτι ἡ ἀπόδειξις ἐξ ἀναγκαίων, ὅτι καὶ τὰς ἐνστάσεις οὕτω φέρομεν πρὸς τοὺς οἰομένους ἀποδεικνύναι ὅτι οὐκ ἀνάγκη, ἂν οἰώμεθα ἢ ὅλως ἐνδέχεσθαι ἄλλως ἢ ἕνεκά γε τοῦ λόγου.
而证明是从必然前提作出的一个证据是:我们也是这样向那些自以为在进行证明的人提出反驳的,即通过说“这并非必然”,如果我们认为它有可能以其他方式存在,无论是完全可能还是至少在讨论中是这样。
δῆλον δʼ ἐκ τούτων καὶ ὅτι εὐήθεις οἱ λαμβάνειν οἰόμενοι καλῶς τὰς ἀρχάς, ἐὰν ἔνδοξος ᾖ ἡ πρότασις καὶ ἀληθής, οἶον οἱ σοφισταὶ ὅτι τὸ ἐπίστασθαι τὸ ἐπιστήμην ἔχειν.
从这些也可以清楚地看出,如果前提是通俗的(可信的)且真实的,那些自以为很好地掌握了原理的人是愚蠢的,正如诡辩家们认为“知道就是拥有知识”一样。
οὐ γὰρ τὸ ἔνδοξον ἡμῖν ἀρχή ἐστιν, ἀλλὰ τὸ πρῶτον τοῦ γένους περὶ ὃ δείκνυται· καὶ τἀληθὲς οὐ πᾶν οἰκεῖον.
因为对于我们来说,可信的(通俗的)并不是原理,而是所证明的那个属的在先事物;而且并非所有的真理都是切近(固有)的。
ὅτι δʼ ἐξ ἀναγκαίων εἶναι δεῖ τὸν συλλογισμόν, φανερόν καὶ ἐκ τῶνδε.
另外,推论必定是从必然的前提作出的,从以下几点也是显而易见的。
εἰ γὰρ ὁ μὴ ἔχων λόγον τοῦ διὰ τί οὔσης ἀποδείξεως οὐκ ἐπιστήμων, εἴη δʼ ἂν ὥστε τὸ Α κατὰ τοῦ Γ ἐξ ἀνάγκης ὑπάρχειν, τὸ δὲ Β τὸ μέσον, διʼ οὗ ἀπεδείχθη, μὴ ἐξ ἀνάγκης, οὐκ οἶδε διότι.
因为如果在有证明存在的情况下,不掌握“为什么”的理由的人就不是有科学知识的人,而假设A必然属于C,但证明它所通过的中项B并不是必然的,那么他并不知道“为什么”。
οὐ γάρ ἐστι τοῦτο διὰ τὸ μέσον· τὸ μὲν γὰρ ἐνδέχεται μὴ εἶναι, τὸ δὲ συμπέρασμα ἀναγκαῖον.
因为这并不是由于中项的缘故;因为中项有可能不存在,而结论却是必然的。
ἔτι εἴ τις μὴ οἶδε νῦν ἔχων τὸν λόγον καὶ σῳζόμενος, σῳζομένου τοῦ πράγματος, μὴ ἐπιλελησμένος, οὐδὲ πρότερον ᾔδει.
此外,如果一个人现在不掌握知识,尽管他还保留着理由且其自身健全,事物也健全,而且他也没有忘记,那么他以前也一定不知道。
φθαρείη δʼ ἂν τὸ μέσον, εἰ μὴ ἀναγκαῖον, ὥστε ἕξει μὲν τὸν λόγον σῳζόμενος σῳζομένου τοῦ πράγματος, οὐκ οἶδε δέ.
但如果中项不是必然的,它就可能会消灭,从而导致其自身健全、事物也健全,他虽然拥有理由却不知道。
οὐδʼ ἄρα πρότερον ἤδει.
因此,他以前也并不知道。
εἰ δὲ μὴ ἔφθαρται, ἐνδέχεται δὲ φθαρῆναι, τὸ συμβαῖνον ἂν εἴη δυνατὸν καὶ ἐνδεχόμενον.
即使中项还没有消灭,但由于它是有可能消灭的,那么所导致的结果就是可能且可以发生的。
ἀλλʼ ἔστιν ἀδύνατον οὕτως ἔχοντα εἰδέναι.
但是在这种状态下知道(拥有知识)是不可能的。
Ὅταν μὲν οὖν τὸ συμπέρασμα ἐξ ἀνάγκης ᾖ, οὐδὲν κωλύει τὸ μέσον μὴ ἀναγκαῖον εἶναι διʼ οὗ ἐδείχθη (ἔστι γὰρ τὸ ἀναγκαῖον· καὶ μὴ ἐξ ἀναγκαίων συλλογίσασθαι, ὥσπερ καὶ ἀληθὲς μὴ ἐξ ἀληθῶν)·
因此,当结论是必然的,并无妨碍用于证明它的中项不是必然的(因为即便从非必然的前提出发,也有可能推论出必然的结论,正如从不真实的前提也可以推论出真实的结论一样)。
ὅταν δὲ τὸ μέσον ἐξ ἀνάγκης, καὶ τὸ συμπέρασμα ἐξ ἀνάγκης, ὥσπερ καὶ ἐξ ἀληθῶν ἀληθὲς ἀεί (ἔστω γὰρ τὸ Α κατὰ τοῦ Β ἐξ ἀνάγκης, καὶ τοῦτο κατὰ τοῦ Γ· ἀναγκαῖον τοίνυν καὶ τὸ Α τῷ Γ ὑπάρχειν)·
但当中项是必然的,结论也必定是必然的,正如从真实的前提总是得出真实的结论一样(例如,设A必然属于B,而B必然属于C,那么A也必然属于C)。
ὅταν δὲ μὴ ἀναγκαῖον ᾖ τὸ συμπέρασμα, οὐδὲ τὸ μέσον ἀναγκαῖον οἷόν τʼ εἶναι (ἔστω γὰρ τὸ τῷ Γ μὴ ἐξ ἀνάγκης ὑπάρχειν, τῷ δὲ Β, καὶ τοῦτο τῷ Γ ἐξ ἀνάγκης· καὶ τὸ Α ἄρα τῷ Γ ἐξ ἀνάγκης ὑπάρξει· ἀλλʼ οὐχ ὑπέκειτο).
但当结论不是必然的,中项也不可能是必然的(例如,设[A]不必然属于C,但[必然]属于B,而B必然属于C;那么 A也必然属于C,但这与原假设不符)。
Ἐπεὶ τοίνυν εἰ ἐπίσταται ἀποδεικτικῶς, δεῖ ἐξ ἀνάγκης ὑπάρχειν, δῆλον ὅτι καὶ διὰ μέσου ἀναγκαίου δεῖ ἔχειν τὴν ἀπόδειξιν· ἢ οὐκ ἐπιστήσεται οὔτε διότι οὔτε ὅτι ἀνάγκη ἐκεῖνο εἶναι, ἀλλʼ ἢ οἰήσεται οὐκ εἰδώς, ἐὰν ὑπολάβῃ ὡς ἀναγκαῖον τὸ μὴ ἀναγκαῖον, ἢ οὐδʼ οἰήσεται, ὁμοίως ἐάν τε τὸ ὅτι εἰδῇ διὰ μέσων ἐάν τε τὸ διότι καὶ διʼ ἀμέσων.
因此,如果一个人以证明的方式知道,该属性必定是必然属于的,那么显然,他必须通过必然的中项来掌握证明;否则,他既不会知道“为什么”,也不会知道它“必然”是那样,而要么他在不知道的情况下自以为知道(如果他把非必然的视为必然的),要么他甚至不这么认为,这无论是在他通过中项知道“事实”,还是通过无中项的(直接)前提知道“原因”时,都是一样。
Τῶν δὲ συμβεβηκότων μὴ καθʼ αὑτά, ὃν τρόπον διωρίσθη τὰ καθʼ αὑτά, οὐκ ἔστιν ἐπιστήμη ἀποδεικτική.
至于那些并非本身属于事物的偶然属性(按之前对“本身属于”所作的定义),并没有证明的科学知识。
οὐ γὰρ ἔστιν ἐξ ἀνάγκης δέξαι τὸ συμπέρασμα· τὸ συμβεβηκὸς γὰρ ἐνδέχεται μὴ ὑπάρχειν· περὶ τοῦ τοιούτου γὰρ λέγω συμβεβτηκότος.
因为我们无法必然地得出其结论;因为偶然的属性有可能不属于事物(因为我所说的偶然属性正是指这一类属性)。
καίτοι ἀπορήσειεν ἄν τις ἴσως τίνος ἕνεκα ταῦτα δεῖ ἐρωτᾶν περὶ τούτων, εἰ μὴ ἀνάγκη τὸ συμπέρασμα εἶναι·
然而,或许有人会疑问,如果结论并非必然,那为什么还要对这些问题进行提问呢?
οὐδὲν γὰρ διαφέρει εἴ τις ἐρόμενος τὰ τυχόντα εἶτα εἴπειεν τὸ συμπέρασμα.
因为这与某人随意提问然后说出结论并无二致。
δεῖ δʼ ἐρωτᾶν οὐχ ὡς ἀναγκαῖον εἶναι διὰ τὰ ἠρωτημένα, ἀλλʼ ὅτι λέγειν ἀνάγκη τῷ ἐκεῖνα λέγοντι, καὶ ἀληθῶς λέγειν, ἐὰν ἀληθῶς ᾖ ὑπάρχοντα.
但是提问的目的,并不是因为结论因所提问的事情而成为必然,而是因为对于承认那些前提的人来说,他必须承认结论,且如果前提真实地属于事物,他就必须真实地承认结论。
Ἐπεὶ δʼ ἐξ ἀνάγκης ὑπάρχει περὶ ἕκαστον γένος ὅσα καθʼ αὑτὰ ὑπάρχει καὶ ᾗ ἕκαστον, φανερὸν ὅτι περὶ τῶν καθʼ αὑτὰ ὑπαρχόντων αἱ ἐπιστημονικαὶ ἀποδείξεις καὶ ἐκ τῶν τοιούτων εἰσίν.
由于在每一个属中,凡是本身属于该属的,以及在每一个属作为其自身的意义上属于它的,都是必然地属于它的,因此显然,科学的证明是关于本身属于该属的事物,并且是从这样一些前提作出的。
τὰ μὲν γὰρ συμβεβηκότα οὐκ ἀναγκαῖα, ὥστʼ οὐκ ἀνάγκη τὸ συμπέρασμα εἰδέναι διότι ὑπάρχει, οὐδʼ εἰ ἀεὶ εἴη, μὴ καθʼ αὐτὸ δέ, οἷον οἱ διὰ σημείων συλλογισμοί.
因为偶然属性并不是必然的,所以人们并不必然知道结论“为什么”属于该事物,即使它总是存在但并非本身属于它,例如通过迹象进行的推论。
τὸ γὰρ καθʼ αὐτὸ οὐ καθʼ αὑτὸ ἐπιστήσεται, οὐδὲ διότι (τὸ δὲ διότι ἐπίστασθαί ἐστι τὸ διὰ τοῦ αἰτίου ἐπίστασθαι).
因为他不会把那本身属于事物的事物当作其本身来认识,也不会知道“为什么” (而知道“为什么”就是通过原因来知道)。
διʼ αὐτὸ ἄρα δεῖ καὶ τὸ μέσον τῷ τρίτῳ καὶ τὸ πρῶτον τῷ μέσῳ ὑπάρχειν.
因此,中项属于第三个词项(小项),以及第一个词项(大项)属于中项,都必须是因为它自身(本身属于)。

词汇与语法注释

  1. 74b8τοῖς δʼ αὐτὰ ἐν τῷ τί ἐστιν ὑπάρχει κατηγορουμένοις αὐτῶν — 该部分展示了“本身属于”的第二种定义。αὐτά(属性自身,例如奇或偶)属于它们被陈述的主体(κατηγορουμένοις αὐτῶν,例如数)的“是什么”(本质定义)中,这意味着主体被包含在属性的定义中。τοῖς δ' 起着“对于其他属性而言”的作用。
  2. 74b13ἀρχὴν θεμένοις — 与格分词 θεμένοις(通过确立)与形容词 λεκτέον(应当说)的逻辑施事者一致,起着表示方式或手段的分词作用。
  3. 74b29εἴη δʼ ἂν ὥστε — εἴη ἂν 是潜在希求法,与 ὥστε 引导的不定式连用,表示“可能会出现……的情况”或“会导致……的结果”这一假设情境。这里引入了一个假设,即即使大前提或结论是必然的,中项也是非必然的。
  4. 74b34σῳζόμενος σῳζομένου τοῦ πράγματος — 主格分词 σῳζόμενος 修饰主句的主语(认知者保持健全或活着),而属格独立结构 σῳζομένου τοῦ πράγματος 则指事物(认知对象)保持存在。两者均表示让步或伴随状况。

引用这一段

亚里士多德, 前分析篇 §2.1.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.1.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。