§2.1.2Ἐπίστασθαι δὲ οἰόμεθʼ ἕκαστον ἁπλῶς, ἀλλὰ μὴ τὸν σοφιστικὸν τρόπον τὸν κατὰ συμβεβηκός, ὅταν τήν τʼ αἰτίαν οἰώμεθα γινώσκειν διʼ ἥν τὸ πρᾶγμά ἐστιν, ὅτι ἐκείνου αἰτία ἐστί, καὶ μὴ ἐνδέχεσθαι τοῦτʼ ἄλλως ἔχειν.
我们认为自己绝对地知道每一个事物,而不是以偶性的苏格拉底式(诡辩式)的方式,是在于我们认为自己知道该事物之所以存在的原因,即这确实是该事物的原因,并且这种情况是不可能改变的。
δῆλον τοίνυν ὅτι τοιοῦτόν τι τὸ ἐπίστασθαί ἐστι· καὶ γὰρ οἱ μὴ ἐπιστάμενοι καὶ οἱ ἐπιστάμενοι οἱ μὲν οἴονται αὐτοὶ οὕτως ἔχειν, οἱ δʼ ἐπιστάμενοι καὶ ἔχουσιν, ὥστε οὗ ἀπλῶς ἔστιν ἐπιστήμη, τοῦτʼ ἀδύνατον ἄλλως ἔχειν.
因此,显然“知道”就是这样一种状态;因为无论是不知道的人还是知道的人,前者都认为自己处于这种状态,而知道的人则确实处于这种状态,所以对于存在着绝对知识的对象,这是不可能改变的。
Εἰ μὲν οὖν καὶ ἕτερος ἔστι τοῦ ἐπίστασθαι τρόπος, ὕστερον ἐροῦμεν, φαμὲν δὲ καὶ διʼ ἀποδείξεως εἰδέναι.
至于是否还有另一种知道的方式,我们稍后再谈,但我们也说可以通过证明来获知。
ἀπόδειξιν δὲ λέγω συλλογισμὸν ἐπιστημονικόν· ἐπιστημονικὸν δὲ λέγω καθʼ ὅν τῷ ἔχειν αὐτὸν ἐπιστάμεθα.
我所说的“证明”是指学术性的推论;而我所说的“学术性”是指凭借拥有它我们才能知道的推论。
εἰ τοίνυν ἐστὶ τὸ ἐπίστασθαι οἷον ἔθεμεν, ἀνάγκη καὶ τὴν ἀποδεικτικὴν ἐπιστήμην ἐξ ἀληθῶν τʼ εἶναι καὶ πρώτων καὶ ἀμέσων καὶ γνωριμωτέρων καὶ προτέρων καὶ αἰτίων τοῦ συμπεράσματος· οὕτω γὰρ ἔσονται καὶ αἱ ἀρχαὶ οἰκεῖαι τοῦ δεικνυμένου.
如果获知确实如我们所规定的那样,那么证明性的知识也必须由真实的、第一的、无中介的、更易知的、在先的以及作为结论原因的前提所组成;因为只有这样,起点(原理)才会是所证明对象的特有原理。
συλλογισμὸς μὲν γὰρ ἔσται καὶ ἄνευ τούτων, ἀπόδειξις δʼ οὐκ ἔσται· οὐ γὰρ ποιήσει ἐπιστήμην.
因为即使没有这些,推论依然可以成立,但证明却不能成立;因为它不会产生知识。
ἀληθῆ μὲν οὖν δεῖ εἶναι, ὅτι οὐκ ἔστι τὸ μὴ ὄν ἐπίστασθαι, οἷον ὅτι ἡ διάμετρος σύμμετρος.
因此,前提必须是真实的,因为人不可能知道不存在的事物,例如不可能知道对角线是可通约的。
ἐκ πρώτων δʼ ἀναποδείκτων, ὅτι οὐκ ἐπιστήσεται μὴ ἔχων ἀπόδειξιν αὐτῶν· τὸ γὰρ ἐπίστασθαι ὧν ἀπόδειξις ἔστι μὴ κατὰ συμβεβηκός, τὸ ἔχειν ἀπόδειξίν ἐστιν.
前提还必须源于无法证明的第一原理,因为如果人没有这些原理的证明,他就不会知道它们;因为对于有证明存在的事物,非偶性地知道它,就是拥有其证明。
αἴτιά τε καὶ γνωριμώτερα δεῖ εἶναι καὶ πρότερα, αἴτια μὲν ὅτι τότε ἐπιστάμεθα ὅταν τὴν αἰτίαν εἰδῶμεν, καὶ πρότερα, εἴπερ αἴτια, καὶ προγινωσκόμενα οὐ μόνον τὸν ἕτερον τρόπον τῷ ξυνιέναι, ἀλλὰ καὶ τῷ εἰδέναι ὅτι ἔστιν.
前提还必须是原因、更易知的、在先的:是原因,因为只有当我们知道原因时才会知道;是在先的,因为既然是原因,就必然在先,并且必须是预先知道的,这不仅是通过理解其含义的另一种方式,也是通过知道其存在。
πρότερα δʼ ἐστὶ καὶ γνωριμώτερα διχῶς· οὐ γὰρ ταὐτὸν πρότερον τῇ φύσει καὶ πρὸς ἡμᾶς πρότερον, οὐδὲ γνωριμώτερον καὶ ἡμῖν γνωριμώτερον.
但在先的和更易知的有两重含义:因为自然中在先的与对我们而言在先的并不相同,同样,更易知的与对我们而言更易知的也不相同。
λέγω δὲ πρὸς ἡμᾶς μὲν πρότερα καὶ γνωριμώτερα τὰ ἐγγύτερον τῆς αἰσθήσεως, ἀπλῶς δὲ πρότερα καὶ γνωριμώτερα τὰ πορρώτερον.
我所说的“对我们而言在先且更易知的”是指更接近感觉的事物,而“绝对在先且更易知的”是指离感觉更远的事物。
ἔστι δὲ πορρωτάτω μὲν τὰ καθόλου μάλιστα, ἐγγυτάτω δὲ τὰ καθʼ ἕκαστα· καὶ ἀντίκειται ταῦτʼ ἀλλήλοις.
最远的是最普遍的事物,最近的是个别事物;它们是相互对立的。
ἐκ πρώτων δʼ ἐστὶ τὸ ἐξ ἀρχῶν οἰκείων· ταὐτὸ γὰρ λέγω πρῶτον καὶ ἀρχήν.
而“源于第一原理”是指源于特有的起点;因为我把“第一”和“起点(原理)”视为同一件事。
ἀρχὴ δʼ ἐστὶν ἀποδείξεως πρότασις ἄμεσος, ἄμεσος δὲ ἧς μὴ ἔστιν ἄλλη προτέρα.
证明的起点是无中介的前提,而无中介是指没有其他前提在它之先。
πρότασις δʼ ἐστὶν ἀποφάνσεως τὸ ἕτερον μόριον, ἓν καθʼ ἑνός, διαλεκτικὴ μὲν ἡ ὁμοίως λαμβάνουσα ὁποτερονοῦν, ἀποδεικτικὴ δὲ ἡ ὡρισμένως θάτερον, ὅτι ἀληθές.
前提是命题的一个部分,是一物对一物的陈述;辩证的前提是同等接受矛盾任意一方的前提,而证明的前提则是确定地接受其中一方为真实的前提。
ἀπόφανσις δὲ ἀντιφάσεως ὁποτερονοῦν μόριον, ἀντίφασις δὲ ἀντίθεσις ἧς οὐκ ἔστι μεταξὺ καθ᾿ αὑτήν, μόριον δʼ ἀντιφάσεως τὸ μὲν τὶ κατὰ τινὸς κατάφασις, τὸ δὲ τὶ ἀπὸ τινὸς ἀπόφασις.
命题是矛盾的任意一部分,矛盾是自身之间没有中介的对立;矛盾中肯定一物属于另一物的部分是肯定,而否定一物不属于另一物的部分是否定。
Ἀμέσου δʼ ἀρχῆς συλλογιστικῆς θέσιν μὲν λέγω ἣν μὴ ἔστι δεῖξαι, μηδʼ ἀνάγκη ἔχειν τὸν μαθησόμενόν τι· ἣν δʼ ἀνάγκη ἔχειν τὸν ὁτιοῦν μαθησόμενον, ἀξίωμα· ἔστι γὰρ ἔνια τοιαῦτα· τοῦτο γὰρ μάλιστʼ ἐπὶ τοῖς τοιούτοις εἰώθαμεν ὄνομα λέγειν.
在无中介的推论起点中,不可被证明且学习者不一定非要拥有的,我称为“设定”;而任何学习者都必须拥有的,我称为“公理”;因为确实存在这样的一些事物,我们最习惯于在这些情况下使用这个名称。
θέσεως δʼ ἡ μὲν ὁποτερονοῦν τῶν μορίων τῆς ἀντιφάσεως λαμβάνουσα, οἷον λέγω τὸ εἶναί τι ἢ τὸ μὴ εἶναί τι, ὑπόθεσις, ἡ δʼ ἄνευ τούτου ὁρισμός.
在设定中,接受矛盾任意一部分的,例如,我指陈述某物存在或不存在的,是“假设”;而不包含这一点的则是“定义”。
ὁ γὰρ ὁρισμός θέσις μέν ἐστι· τίθεται γὰρ ὁ ἀριθμητικός μονάδα τὸ ἀδιαίρετον εἶναι κατὰ τὸ ποσόν· ὑπόθεσις δʼ οὐκ ἔστι· τὸ γὰρ τί ἐστι μονὰς καὶ τὸ εἶναι μονάδα οὐ ταὐτόν.
因为定义确实是一种设定;例如,算术家设定“单位是在数量上不可分割的”;但它不是假设;因为单位是什么与单位存在并不是同一回事。
Ἐπεὶ δὲ δεῖ πιστεύειν τε καὶ εἰδέναι τὸ πρᾶγμα τῷ τοιοῦτον ἔχειν συλλογισμὸν ὃν καλοῦμεν ἀπόδειξιν, ἔστι δʼ οὗτος τῷ ταδὶ εἶναι ἐξ ὧν ὁ συλλογισμός, ἀνάγκη μὴ μόνον προγινώσκειν τὰ πρῶτα, ἢ πάντα ἢ ἔνια, ἀλλὰ καὶ μᾶλλον· αἰεὶ γὰρ διʼ ὃ ὑπάρχει ἕκαστον, ἐκείνῳ μᾶλλον ὑπάρχει, οἷον διʼ ὃ φιλοῦμεν, ἐκεῖνο φίλον μᾶλλον.
既然人必须通过拥有这种我们称为证明的推论来信赖并知道该事物,而这种推论又是通过构成推论的这些前提是真实的而成立的,那么人就不仅必须预先知道第一原理(或全部或部分),而且还必须在更大程度上知道它们;因为任何属性之所以属于某物,总是因为该原因而更大程度上属于它,例如,我们因为某人而爱,那么那个人就更被爱。
ὥστʼ εἴπερ ἴσμεν διὰ τὰ πρῶτα καὶ πιστεύομεν, κἀκεῖνα ἴσμεν τε καὶ πιστεύομεν μᾶλλον, ὅτι διʼ ἐκεῖνα καὶ τὰ ὕστερα.
因此,如果我们通过第一原理知道并信赖结论,那么我们也必须在更大程度上知道并信赖那些第一原理,因为正是通过它们我们才获知后续的事物。
οὐχ οἷόν τε δὲ πιστεύειν μᾶλλον ὧν οἶδεν ἃ μὴ τυγχάνει μήτε εἰδὼς μήτε βέλτιον διακείμενος ἢ εἰ ἐτύγχανεν εἰδώς.
然而,对于一个人恰好不知道、也没有处于比他实际知道时更好的确信状态的事物,要比他所知道的事物抱有更强的信念,是不可能的。
συμβήσεται δὲ τοῦτο, εἰ μή τις προγνώσεται τῶν διʼ ἀπόδειξιν πιστευόντων· μᾶλλον γὰρ ἀνάγκη πιστεύειν ταῖς ἀρχαῖς ἢ πάσαις ἢ τισὶ τοῦ συμτπεράσματος.
如果通过证明来信赖的人不具有预先的知识,就会发生这种不合理的情况;因为比起结论的全部或部分,人必须在更大程度上信赖原理。
τὸν δὲ μέλλοντα ἕξειν τὴν ἐπιστήμην τὴν διʼ ἀποδείξεως οὐ μόνον δεῖ τὰς ἀρχὰς μᾶλλον γνωρίζειν καὶ μᾶλλον αὐταῖς πιστεύειν ἢ τῷ δεικνυμένῳ, ἀλλὰ μηδʼ ἄλλο αὐτῷ πιστότερον εἶναι μηδὲ γνωριμώτερον τῶν ἀντικειμένων ταῖς ἀρχαῖς ἐξ ὧν ἔσται συλλογισμὸς ὁ τῆς ἐναντίας ἀπάτης, εἴπερ δεῖ τὸν ἐπιστάμενον ἁπλῶς ἀμετάπειστον εἶναι.
因此,想要拥有通过证明而获得的知识的人,不仅必须比所证明的事物在更大程度上认识原理并信赖它们,而且对于他来说,在原理的对立面中,决不能有任何其他事物比原理更值得信赖或更易知,尽管从那些对立面中可以推导出相反错误的推论,如果一个绝对知道的人确实必须是不可动摇的话。