Humanitext Reader

亚里士多德 · 前分析篇 §2.1.29-2.1.31

多种证明的可能与偶然和感觉的非证明性

第 105 段,共 123 段 · 希腊语

内容简介

解释了对于同一结论可以通过不同的中间项或系列进行多种证明,并指出偶然事物和感觉认识因缺乏普遍性而不能构成科学证明。

§2.1.29Πλείους δʼ ἀποδείξεις εἶναι τοῦ αὐτοῦ ἐγχωρεῖ οὐ μόνον ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνοντι μὴ τὸ συνεχὲς μέσον, οἷον τῶν Β τὸ Γ καὶ Δ καὶ Ζ, ἀλλὰ καὶ ἐξ ἑτέρας.
对同一事物可以有多种证明,这不仅是因为在同一系列中采用非连续的中间项(例如,对B而言,采用C、D、Z作中间项),也是因为从不同的系列中采用。
οἷον ἔστω τὸ Α μεταβάλλειν, τὸ δʼ ἐφʼ ᾧ Δ κινεῖσθαι, τὸ δὲ Β ἥδεσθαι, καὶ πάλιν τὸ ἠρεμίζεσθαι.
例如,设定A为“变化”,D为“运动”,B为“喜悦”,再设定[H]为“平息”。
ἀληθὲς οὖν καὶ τὸ Δ τοῦ Β καὶ τὸ τοῦ Δ κατηγορεῖν· ὁ γὰρ ἡδόμενος κινεῖται καὶ τὸ κινούμενον μεταβάλλει.
那么,将D作为B的谓词、[A]作为D的谓词是真实的;因为喜悦者在运动,而运动者在变化。
πάλιν τὸ τοῦ Η καὶ τὸ Η τοῦ Β ἀληθὲς κατηγορεῖν· πᾶς γὰρ ὁ ἡδόμενος ἠρεμίζεται καὶ ὁ ἠρεμιζόμενος μεταβάλλει.
同样,将[A]作为H的谓词、H作为B的谓词也是真实的;因为每个喜悦者都在平息,而平息者在变化。
ὥστε διʼ ἑτέρων μέσων καὶ οὐκ ἐκ τῆς αὐτῆς συστοιχίας ὁ συλλογισμός.
因此,该三段论是通过不同的中间项、且不从同一系列中得出的。
οὐ μὴν ὥστε μηδέτερον κατὰ μηδετέρου λέγεσθαι τῶν μέσων· ἀνάγκη γὰρ τῷ αὐτῷ τινι ἄμφω ὑπάρχειν.
但这并不意味着这两个中间项彼此不作谓词;因为两者必然都属于同一个事物(B)。
ἐπισκέψασθαι δὲ καὶ διὰ τῶν ἄλλων σχημάτων ὁσαχῶς ἐνδέχεται τοῦ αὐτοῦ γενέσθαι συλλογισμόν.
我们还必须探讨在其他格(图式)中,对于同一事物可以有多少种方式产生三段论。
§2.1.30Τοῦ δʼ ἀπὸ τύχης οὐκ ἔστιν ἐπιστήμη διʼ ἀποδείξεως.
对于偶然的事物,没有通过证明获得的科学知识。
οὔτε γὰρ ὡς ἀναγκαῖον οὔθʼ ὡς ἐπὶ τὸ πολὺ τὸ ἀπὸ τύχης ἐστίν, ἀλλὰ τὸ παρὰ ταῦτα γινόμενον· ἡ δʼ ἀπόδειξις θατέρου τούτων.
因为偶然的事物既不是必然的,也不是大致如此的,而是相反于这些而产生的事物;而证明则是关于这两者之一的。
πᾶς γὰρ συλλογισμὸς ἢ διʼ ἀναγκαίων ἢ διὰ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων· καὶ εἰ μὲν αἱ προτάσεις ἀναγκαῖαι, καὶ τὸ συμπέρασμα ἀναγκαῖον, εἰ δʼ ὡς ἐπὶ τὸ πολύ, καὶ τὸ συμπέρασμα τοιοῦτον.
因为所有的三段论要么通过必然的前提,要么通过大致如此的前提;如果前提是必然的,结论也是必然的,如果是大致如此的,结论也是如此。
ὥστʼ εἰ τὸ ἀπό τύχης μήθʼ ὡς ἐπὶ τὸ πολύ μήτʼ ἀναγκαῖον, οὐκ ἄν εἴη αὐτοῦ ἀπόδειξις.
因此,如果偶然的事物既不是大致如此的,也不是必然的,那么就不会有关于它的证明。
§2.1.31Οὐδὲ διʼ αἰσθήσεως ἔστιν ἐπίστασθαι.
也不能通过感觉来获得科学知识。
εἰ γὰρ καὶ ἔστιν ἡ αἴσθησις τοῦ τοιοῦδε καὶ μὴ τοῦδέ τινος, ἀλλʼ ασθάνεσθαί γε άναγκκαῖον τόδε τι καὶ πού καὶ νῦν.
因为,即使感觉是关于此类性质(普遍)的,而不是关于某个特定的“这一个”的,但进行感觉却必然是关于某个特定的“这一个”、在某个地方和在某个时候。
τὸ δὲ καθόλου καὶ ἐπὶ πᾶσιν ἀδύνατον αἰσθάνεσθαι· οὐ γὰρ τόδε οὐδὲ νῦν· οὐ γὰρ ἄν ἦν καθόλου· τὸ γὰρ ἀεὶ καὶ πανταχοῦ καθόλου φαμὲν εἶναι.
然而,普遍的、在所有情况下都成立的事物是无法感觉的;因为它既不是某个特定的“这一个”,也不是在特定的“这个时候”——否则它就不是普遍的了;因为我们说普遍的是指“始终和到处存在”的事物。
ἐπεὶ οὖν αἱ μὲν ἀποδείξεις καθόλου, ταῦτα δʼ οὐκ ἔστιν αἰσθάνεσθαι, φανερὸν ὅτι οὐδʼ ἐπίστασθαι διʼ ασθήσεως ἔστιν, ἀλλὰ δῆλον ὅτι καὶ εἰ ἦν αἰσθάνεσθαι τὸ τρίγωνον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἐζητοῦμεν ἄν ἀπόδειξιν καὶ οὐχ ὥσπερ φασί τινες ἠπιστάμεθα· αἰσθάνεσθαι μὲν γὰρ ἀνάγκη καθʼ ἕκαστον, ἡ δʼ ἐπιστήμη τὸ τὸ καθόλου γνωρίζειν ἐστίν.
既然证明是普遍的,而这些(普遍事物)是无法感觉的,显然也不能通过感觉来获得科学知识,并且显然,即使我们能够感觉到三角形的内角和等于两个直角,我们仍然会寻求证明,而不是像某些人所说的那样已经拥有科学知识;因为感觉必然是关于个别事物的,而科学知识则是对普遍事物的认识。
διὸ καὶ εἰ ἐπὶ τῆς σελήντης ὄντες ἑωρῶμεν ἀντιφράττουσαν τὴν γῆν, οὐκ ἄν ᾔδειμεν τὴν αἰτίαν τῆς ἐκλείψεως.
因此,即使我们身处月球之上,看到地球遮挡了[太阳的光],我们也不会知道日月食的原因。
ᾔσθανόμεθα γὰρ ἄν ὅτι νῦν ἐκλείπει, καὶ οὐ διότι ὅλως· οὐ γὰρ ἦν τοῦ καθόλου αἴσθησις.
因为我们会感觉到“现在正在发生月食”,但不会知道整体上“为什么”如此;因为不存在对普遍的感觉。
οὐ μὴν ἀλλʼ ἐκ τοῦ θεωρεῖν τοῦτο πολλάκις συμβαῖνον τὸ καθόλου ἄν θηρεύσαντες ἀπόδειξιν εἶχομεν· ἐκ γὰρ τῶν καθʼ ἕκαστα πλεῖὁνων τὸ καθόλου δῆλον.
不过,通过多次观察这一现象的发生,我们通过探寻普遍事物,就会拥有证明;因为通过多个个别事物,普遍事物会变得清晰。
τὸ δὲ καθόλου τμιον, ὅτι δηλοῖ τὸ αἴτιον· ὥστε περὶ τῶν τοιούτων ἡ καθόλου τιμιωτέρα τῶν αἰσθήσεων καὶ τῆς νοήσεως, ὅσων ἕτερον τὸ αἴτιον· περὶ δὲ τῶν πρώτων ἄλγλος λόγος.
而普遍事物之所以可贵,是因为它揭示了原因;因此,对于这类事物(其原因在自身之外的事物),普遍[认识]比感觉和直观(理性思维)更为可贵;但关于最原初的事物(直接原理),则另当别论。
Φανερὸν οὖν ὅτι ἀδύνατον τῷ αἰσθάνεσθαι ἐπίστασθαί τι τῶν ἀποδεικτῶν, εἰ μή τις τὸ αἰσθάνεσθαι τοῦτο λέγει, τό ἐπιστήμην ἔχειν διʼ ἀποδείξεως.
因此,显然不能通过感觉来获得任何可证明事物的科学知识,除非有人把这种“感觉”称为“通过证明获得科学知识”。
ἔστι μέντοι ἕνια ἀναγόμενα εἰς αἰσθήσεως ἔκλειψιν ἐν τοῖς προβλήμασιν.
然而,在各种探究课题中,有一些可以归结为感觉的缺乏。
ἕνια γὰρ εἰ ἑωρῶμεν οὐκ ἄν ἐζητοῦμεν, οὐχ ὡς εἰδότες τῷ ὁρᾶν, ἀλλʼ ὡς ἔχοντες τὸ καθόλου ἐκ τοῦ ὁοᾶν.
因为有些事物,如果我们看到了,就不会去探究,这并不是因为通过看就知道了,而是因为通过看而获得了普遍。
οἶον εἰ τὴν ὕαλον τετρυπημέντην ἑωρῶμεν καὶ τὸ φῶς διιόν, δῆλον ἄν ἦν καὶ διὰ τί καίει, τῷ ὁρᾶν μὲν χωρὶς ἐφʼ ἑκάστης, νοῆσαι δʼ ἄμα ὅτι ἐπὶ πασῶν οὕτως.
例如,如果我们看到玻璃是有孔的,且光穿透过去,那么为什么它会燃烧也就会变得清晰,这是通过在每个个别情况下分别看,但同时理解在所有情况下都是如此。

词汇与语法注释

  1. 87b5λαμβάνοντι — 与格分词,用作无人称动词 `ἐγχωρεῖ`(“是可能的”)的有意识动作发出者或关系者。
  2. 87b11τὸ τοῦ Η — 此处省略了主语 `Α`,应当理解为 `τὸ [Α] τοῦ Η`(将A作为H的谓词),与前文的 `τὸ [Α] τοῦ Δ` 构成平行对应关系。
  3. 87b35εἰ ἦν αἰσθάνεσθαι — 非现实条件句的条件从句(`εἰ` + 直陈式过去时)。表示反事实假设:“即使能够感觉(尽管实际上是不可能的)”。
  4. 88a13ὡς εἰδότες ... ἀλλʼ ὡς ἔχοντες — 主观原因或伴随状况的 `ὡς` + 分词结构,修饰主句动词 `ἐζητοῦμεν`,意为“并非作为知道……,而是作为拥有……”。

引用这一段

亚里士多德, 前分析篇 §2.1.29-2.1.31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.1.29-2.1.31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。