Humanitext Reader

亚里士多德 · 前分析篇 §2.1.26-2.1.28

直接证明优于归谬法与科学的区分

第 104 段,共 123 段 · 希腊语

内容简介

论证了直接的否定证明因前提的领先性而优于归谬法(导致不可能的证明),并阐明了科学(学问)更加精确和领先的基准,以及基于对象类(范畴)的单一性来划分不同科学的原则。

§2.1.26Ἐπεὶ δʼ ἡ κατηγορικὴ τῆς στερητικῆς βελτίων, δῆλον ὅτι καὶ τῆς εἰς τὸ ἀδύνατον ἀγούσης.
既然肯定证明优于否定证明,显然它也优于归谬法(导致不可能的证明)。
δεῖ δʼ εἰδέναι τίς ἡ διαφορὰ αὐτῶν.
但我们必须知道它们之间的区别是什么。
ἔστω δὴ τὸ Α μηδενὶ ὑπάρχον τῷ Β, τῷ δὲ Γ τὸ Β παντί ἀνάγκη δὴ τῷ Γ μηδενὶ ὑπάρχειν τὸ Α. οὕτω μὲν οὖν ληφθέντων δεικτικὴ ἡ στερητικὴ ἄν εἴη ἀπόδειξις ὅτι τὸ Α τῷ Γ οὐχ ὑπάρχει.
让我们设定,A不属于任何B,而B属于所有的C;那么,A必然不属于任何C。 如果以这种方式设定前提,那么证明A不属于C的否定证明将是直接(展示性)证明。
ἡ δʼ εἰς τὸ ἀδύνατον ὦδ’ ἔχει. εἰ δέοι δέξαι ὅτι τὸ Α τῷ Β οὐχ ὑπάρχει ληπτέον ὑπάρχειν, καὶ τὸ Β τῷ Γ, ὥστε συμβαίνει τὸ Α τῷ Γ ὑπάρχειν.
而导致不可能的证明则是这样的:如果需要证明A不属于B,我们必须假定它属于,且B属于C,从而得出A属于C的结论。
τοῦτο δʼ ἔστω γνώριμον καὶ ὁμολογούμενον ὅτι ἀδύνατον.
让我们设定这是已知且公认的不可能。
οὐκ ἄρα οἆόν τε τὸ τῷ Β ὑπάρχειν.
因此,[A]属于B是不可能的。
εἰ οὖν τὸ Β τῷ Γ ὁμολογεῖται ὑπάρχειν, τὸ Α τῷ Β ἀδύνατον ὑπάρχειν.
那么,如果公认B属于C,那么A属于B是不可能的。
οἱ μὲν οὖν ὅροι ὁμοίως τάττονται, διαφέρει δὲ τὸ ὁποτέρα ἄν ᾖ γνωριμωτέρα ἡ πρότασις ἡ στερητική, πότερον ὅτι τὸ Α τῷ Β οὐχ ὑπάρχει ἢ ὅτι τὸ Α τῷ Γ. ὅταν μὲν οὖν ᾖ τὸ συμπέρασμα γνωριμώτερον ὅτι οὐκ ἔστιν, ἡ εἰς τὸ ἀδύνατον γίνεται ἀπόδειξις, ὅταν δʼ ἡ ἐν τῷ συλλογισμῷ, ἡ ἀποδεικτική.
因此,虽然项的排列方式相似,但区别在于两个否定前提中哪一个更为已知:是A不属于B,还是A不属于C。 因此,当“不存在”这一结论更为已知时,便产生导致不可能的证明;而当三段论中的前提[更为已知]时,便产生直接证明。
φύσει δὲ προτέρα ἡ ὅτι τὸ Α τῷ Β ἢ ὅτι τὸ Α τῷ Γ. πρότερα γάρ ἐστι τοῦ συμπεράσματος ἐξ ὦν τὸ συμπέρασμα· ἔστι δὲ τὸ μὲν Α τῷ Γ μὴ ὑπάρχειν συμπέρασμα, τὸ δὲ Α τῷ Β ἐξ οὗ τὸ συμπέρασμα.
但在自然上,A不属于B比A不属于C更为领先。 因为得出结论的前提领先于结论;而A不属于C是结论, A不属于B是得出结论的前提。
οὐ γὰρ εἰ συμβαίνει ἀναιρεῖσθαί τι, τοῦτο συμπέρασμά ἐστιν, ἐκεῖνα δὲ ἐξ ὧν, ἀλλὰ τὸ μὲν ἐξ οὗ συλλογισμός ἐστιν ὅ ἄν οὕτως ἔχῃ ὥστε ἢ ὅλον πρὸς μέρος ἢ μέρος πρὸς ὅλον ἔχειν, αἱ δὲ τὸ Α Γ καὶ Γ προτάσεις οὐκ ἔχουσιν οὕτω πρὸς ἀλλήλας.
因为,并不是说如果某个事物被否定(驳斥)了,这个就是结论而那些就是前提;相反,得出三段论的前提必须具有整体对部分或部分对整体的关系,但A-C和C-B的前提并不具有这种相互关系。
εἰ οὖν ἡ ἐκ γνωριμωτέρων καὶ προτέρων κρείττων, εἰσὶ δʼ ἀμφότεραι ἐκ τοῦ μὴ εἶναί τι πισταί, ἀλλʼ ἡ μέν ἐκ προτέρου ἡ δʼ ἐξ ὑστέρου, βελτίων ἀπλῶς ἄν εἴη τῆς εἰς τὸ ἀδύνατον ἡ στερητικὴ ἀπόδειξις, ὥστε καὶ ἡ ταύτης βελτίων ἡ κατηγορικὴ δῆλον ὅτι καὶ τῆς εἰς τὸ ἀδύνατόν ἐστι βελτίων.
因此,如果由更为已知和领先的前提进行的证明是更好的,且两者都因为某物不存在而具有可信性,但一个是由较领先者出发,另一个是由较后行者出发,那么无条件地,否定直接证明优于导致不可能的证明。 所以,由于肯定证明优于否定直接证明,显然它也优于导致不可能的证明。
§2.1.27Ἀκριβεστέρα δʼ ἐπιστήμη ἐπιστήμης καὶ προτέρα ἥ τε τοῦ ὅτι καὶ διότι ἡ αὐτή, ἀλλὰ μὴ χωρὶς τοῦ ὅτι τῆς τοῦ διότι, καὶ ἡ μὴ καθʼ ὑποκειμένου τῆς καθʼ ὑποκειμένου, οἷον ἀριθμητικὴ ἁρμονικῆς, καὶ ἡ ἐξ ἐλαττόνων τῆς ἐκ προσθέσεως, οἷον γεωμετρίας ἀριθμητική.
一门科学(知识)比另一门更为精确且领先,如果它是关于“事实”和“原因”合一的,而不是将事实的科学与原因的科学分离开来;此外,不针对基体的科学优于针对基体的科学,例如算术之于和声学;以及由较少要素构成的科学优于通过附加构成的科学,例如算术之于几何学。
λέγω δʼ ἐκ προσθέσεως, οἷον μονὰς οὐσία ἄθετος, στιγμὴ δὲ οὐσία θετός· ταύτην ἐκ προσθέσεως.
我所说的“通过附加”是指,例如,单位是无位置的实体,而点是有位置的实体;后者便是通过附加。
§2.1.28Μία δʼ ἐπιστήμη ἐστὶν ἡ ἑνὸς γένους, ὅσα ἐκ τῶν πρώτων σύγκειται καὶ μέρη ἐστὶν ἢ πάθη τούτων καθʼ αὑτά.
一门科学是单一的,如果它是关于单一类的——即,所有由第一原理构成,且是这些原理的部分或本质属性的事物。
ἑτέρα δʼ ἐπιστήμη ἐστὶν ἑτέρας, ὅσων αἱ ἀρχαὶ μήτʼ ἐκ τῶν αὐτῶν μήθʼ ἅτεραι ἐκ τῶν ἑτέρων.
而一门科学不同于另一门科学,如果它们的原理既不源于相同的原理,也不相互派生。
τούτου δὲ σημεῖον, ὅταν εἰς τὰ ἀναπόδεικτα ἔλθῃ· δεῖ γὰρ αὐτὰ ἐν τῷ αὐτῷ γένει εἶναι τοῖς ἀποδεδειγμένοις.
这方面的一个印证是,当人们到达了不可证明的原理时;因为这些原理本身必须与被证明的事物属于同一类。
σημεῖον δὲ καὶ τούτου, ὅταν τὰ δεικνύμενα διʼ αὐτῶν ἐν ταὐτῷ γένει ὦσι καὶ συγγενῆ.
这方面的另一个印证是,通过它们所展示的事物也属于同一类且是同族的。

词汇与语法注释

  1. 86b24αἱ δὲ τὸ Α Γ καὶ Γ προτάσεις — 原文中的 `αἱ δὲ τὸ Α Γ καὶ Γ`(部分手稿校订为 `Α Γ καὶ Β Γ`)指的是在归谬法假定过程中出现的两个前提之间的关系。这里解释说,这些前提并不具备正规三段论所要求的“整体与部分”的包容关系(即一者属于另一者的下位概念),因此缺乏直接证明中前提所具有的本质领先性。
  2. 87a35μονὰς οὐσία ἄθετος, στιγμὴ δὲ οὐσία θετός — 展示了基于抽象程度高低而产生的科学领先性。`ἄθετος`(无位置的)和 `θετός`(有位置的、被放置的)指代空间限定的有无。由于单位(μονάς)是无位置的实体,而点(στιγμή)是附加了位置的实体,因而要素较少的算术被判定为比几何学更领先、更为精确。
  3. 87a38ἑτέρα δʼ ἐπιστήμη ἐστὶν ἑτέρας — 形容词 `ἑτέρα`(不同的)支配属格 `ἑτέρας`(与另一个),用以表达“一门科学与另一门科学不同”的区别。亚里士多德要求,作为区分科学的界限,它们的初始原理(ἀρχαί)不能属于同一个类(genos),且一者的原理不能派生自另一者。

引用这一段

亚里士多德, 前分析篇 §2.1.26-2.1.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.1.26-2.1.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。