§2.1.25Ὅτι μὲν οὖν ἡ καθόλου βελτίων τῆς κατὰ μέρος, τοσαῦθʼ ἡμῖν εἰρήσθω· ὅτι δʼ ἡ δεικτικὴ τῆς στερητικῆς, ἐντεῦθεν δῆλον.
因此,关于全称证明优于特称证明,我们就说这么多;而肯定证明优于否定证明,则从以下几点可以明显看出。
ἔστω γὰρ αὕτη ἡ ἀπόδειξις βελτίων τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων, ἡ ἐξ ἐλαττόνων αἰτημάτων ἢ ὑποθέσεων ἢ προτάσεων.
因为,在其他条件相同的情况下,让我们假定:那由较少的要求、假设或前提所得出的证明是更好的。
εἰ γὰρ γνώριμοι ὁμοίως, τὸ θᾶττον γνῶναι διὰ τούτων ὑπάρξει· τοῦτο δʼ αἱρετώτερον.
因为如果它们同样已知,那么通过这些前提,更迅速地获得知识便是可能的;而这是更值得选择的。
λόγος δὲ τῆς προτάσεως, ὅτι βελτίων ἡ ἐξ ἐλαττόνων, καθόλου ὅδε· εἰ γὰρ ὁμοίως εἴη τὸ γνώριμα εἶναι τά μέσα, τὰ δὲ πρότερα γνωριμώτερα, ἔστω ἡ μὲν διὰ μέσων ἀπόδειξις τῶν Β Γ Δ ὅτι τὸ Α τῷ Ε ὑπάρχει, ἡ δὲ διὰ τῶν Ζ ὅτι τὸ Α τῷ Ε. ὁμοίως δὴ ἔχει τὸ ὅτι τὸ Α τῷ Δ ὑπάρχει καὶ τὸ Α τῷ Ε. τὸ δʼ ὅτι τὸ Α τῷ Δ πρότερον καὶ γνωριμώτερον ἢ ὅτι τὸ τῷ Ε· διὰ γὰρ τούτου ἐκεῖνο ἀποδείκνυται, πιστότερον δὲ τὸ διʼ οὗ.
关于“由较少前提得出的证明更好”这一主张的普遍理由如下:因为如果中项同样已知,而较先的中项更为已知,那么让我们假定,证明A属于E,其一是在 B、C、D这些中项中进行,其二是在 Z[及H]中进行。 那么,A属于D和A属于E处于相似的状况。 然而,A属于D比起属于E,是更先且更为已知的;因为后者是通过前者而被证明的,而作为媒介而被证明的前提是更可信的。
καὶ ἡ διὰ τῶν ἐλαττόνων ἄρα ἀπόδειξις βελτίων τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων.
因此,在其他条件相同的情况下,由较少前提进行的证明也更好。
ἀμφότεραι μὲν οὖν διά τε ὅρων τριῶν καὶ προτάσεων δύο δείκνυνται, ἀλλʼ ἡ μὲν εἶναί τι λαμβάνει, ἡ δὲ καὶ εἶναι καὶ μὴ εἶναί τι· διὰ πλειόνων ἄρα, ὥστε χείρων·
那么,两者都是通过三个项和两个前提来证明的,但前者仅假定某物存在,而后者则既假定某物存在又假定某物不存在;因此,后者是通过更多项进行的,所以较差。
Ἔτι ἐπειδὴ δέδεικται ὅτι ἀδύνατον ἀμφοτέρων οὐσῶν στερητικῶν τῶν προτάσεων γενέσθαι συλλογισμόν, ἀλλὰ τὴν μὲν δεῖ τοιαύτην εἶναι, τὴν δʼ ὅτι ὑπάρχει, ἔτι πρὸς τούτῳ δεῖ τόδε λαβεῖν.
此外,既然已经证明,当两个前提都是否定的时候,不可能产生三段论,而必须其中一个是这样的(否定的),另一个是表示属于的(肯定的),在此基础上,我们还必须把握以下这一点。
τὰς μὲν γὰρ κατηγορικὰς αὐξανομένης τῆς ἀποδείξεως ἀναγκαῖον γίνεσθαι πλείους, τὰς δὲ στερητικὰς ἀδύνατον πλείους εἶναι μιᾶς ἐν ἅπαντι συλλογισμῷ.
因为随着证明的扩展,肯定前提必然变得更多,而在任何三段论中,否定前提都不可能多于一个。
ἔστω γὰρ μηδενὶ ὑπάρχον τὸ Α ἐφʼ ὅσων τὸ Β, τῷ δὲ Γ ὑπάρχον·
因为,让 A不属于任何B所属于的对象,而让B属于所有的C。
παντὶ τὸ Β. ἂν δὴ δέῃ πάλιν αὔξειν ἀμφοτέρας τὰς προτάσεις, μέσον ἐμβλητέον.
如果需要再次扩展这两个前提,就必须插入一个中项。
τοῦ μὲν Β ἔστω τὸ Δ, τοῦ δὲ Β τὸ Ε. τὸ μὲν δὴ Ε φανερὸν ὅτι κατηγορικόν, τὸ δὲ Δ τοῦ μὲν Β κατηγορικόν, πρὸς δὲ τὸ στερητικὸν κεῖται.
让我们假定D是[涉及]B的前提的中项,而E是另一[涉及]B的前提的中项。 那么很明显,E是肯定的,而D对于B是肯定的,但它是相对于否定前提而被放置的。
τὸ μὲν γὰρ Δ παντὸς τοῦ Β, τὸ δὲ οὐδενὶ δεῖ τῶν Δ ὑπάρχειν.
因为D必须属于所有的B,而A必须不属于任何D。
γίνεται οὖν μία στερητικὴ πρότασις ἡ τὸ Α Δ. ὁ δʼ αὐτὸς τρόπος καὶ ἐπὶ τῶν ἑτέρων συλλογισμῶν.
因此,只产生一个否定前提,即A-D。 而这同一方式也适用于其他三段论。
ἀεὶ γὰρ τὸ μέσον τῶν κατηγορικῶν ὅρων κατηγορικὸν ἐπʼ ἀμφότερα· τοῦ δὲ στερητικοῦ ἐπὶ θάτερα στερητικὸν ἀναγκαῖον εἶναι, ὥστε αὕτη μία τοιαύτη γίνεται πρότασις, αἱ δʼ ἄλλαι κατηγορικαί.
因为肯定项的中项在两个方向上总是肯定的;但否定项的中项,在其中一个方向上必然是否定的,因此这类前提只产生一个,而其他前提都是肯定的。
εἰ δὴ γνωριμώτερον διʼ οὗ δείκνυται καὶ πιστότερον, δείκνυται δʼ ἡ μὲν στερητικὴ διὰ τῆς κατηγορικῆς, αὕτη δὲ διʼ ἐκείνης οὐ δείκνυται, προτέρα καὶ γνωριμωτέρα οὖσα καὶ πιστοτέρα βελτίων ἂν εἴη.
如果通过其而被证明的前提更为已知且更可信,而否定是通过肯定来证明的,肯定却不通过否定来证明,那么,肯定作为较先的、更为已知的且更可信的,它将是更好的。
ἔτι εἰ ἀρχὴ συλλογισμοῦ ἡ καθόλου πρότασις ἄμεσος, ἔστι δʼ ἐν μὲν τῇ δεικτικῇ καταφατικὴ ἐν δὲ τῇ στερητικῇ ἀποφατικὴ ἡ καθόλου πρότασις, ἡ δὲ καταφατικὴ τῆς ἀποφατικῆς προτέρα καὶ γνωριμωτέρα (διὰ γὰρ τὴν κατάφασιν ἡ ἀπόφασις γνώριμος, καὶ προτέρα ἡ κατάφασις, ὥσπερ καὶ τὸ εἶναι τοῦ μὴ εἶναι)· ὥστε βελτίων ἡ ἀρχὴ τῆς δεικτικῆς ἢ τῆς στερητικῆς· ἡ δὲ βελτίοσιν ἀρχαῖς χρωμένη βελτίων.
此外,如果三段论的原理是全称且无中介的前提,而在肯定证明中这一全称前提是肯定的,在否定证明中是否定的,且肯定比起否定是更先且更为已知的(因为否定是通过肯定而被认知的,且肯定更为领先,正如存在领先于不存在);因此肯定是更好的原理,优于否定证明的原理;而使用较好原理的证明是更好的。
ἔτι ἀρχοειδεστέρα· ἄνευ γὰρ τῆς δεικνυούσης οὐκ ἔστιν ἡ στερητική.
此外,它更具有原理的特征;因为没有肯定(展示性)证明,就不可能有否定证明。