§2.1.24#2Ἔτι εἰ ἡ ἀπόδειξις μέν ἐστι συλλογισμὸς δεικτικὸς αἰτίας καὶ τοῦ διὰ τί, τὸ καθόλου δʼ αἰτιώτερον (ᾧ γὰρ καθʼ αὑτὸ ὑπάρχει τι, τοῦτο αὐτὸ αὑτῷ αἴτιον· τὸ δὲ καθόλου πρῶτον· αἴτιον ἄρα τὸ καθόλου)·
此外,如果证明是表明原因和“为什么”的三段论,而全称更有因果性(因为某属性由于其自身而属于某物,此物自身即是该属性属于它的原因;而全称是第一位的;因此全称是原因);所以全称证明也更好,因为它更多地涉及原因和“为什么”。
ὥστε καὶ ἡ ἀπόδειξις βελτίων· μᾶλλον γὰρ τοῦ αἰτίου καὶ τοῦ διὰ τί ἐστιν. Ἔτι μέχρι τούτου ζητοῦμεν τὸ διὰ τί, καὶ τότε οἰόμεθα εἰδέναι, ὅταν μὴ ὅτι τι ἄλλο τοῦτο ἢ γινόμενον ἢ ὄν· τέλος γὰρ καὶ πέρας τὸ ἔσχατον ἤδη οὕτως ἐστίν.
此外,我们追问“为什么”直到这个地步,并且当我们认为这不是因为其他事物的生成或存在时,此时我们便认为自己知道了;因为如此得到的最终步骤已经是目的和极限了。
οἷον τίνος ἕνεκα ἦλθεν;
例如,他为什么来?
ὅπως λάβῃ τἀργύριον, τοῦτο δʼ ὅπως ἀποδῷ ὃ ὤφειλε, τοῦτο δʼ ὅπως μὴ ἀδικήσῃ· καὶ οὕτως ἰόντες, ὅταν μηκέτι διʼ ἄλλο μηδʼ ἄλλου ἕνεκα, διὰ τοῦτο ὡς τέλος φαμὲν ἐλθεῖν καὶ εἶναι καὶ γίνεσθαι, καὶ τότε εἰδέναι μάλιστα διὰ τί ἦλθεν.
为了拿到钱;而这,是为了偿还他欠的债;而这,是为了不犯下不义之举;我们如此追溯,当不再是为了其他事物,也不再为了其他目的时,我们就说他正是为了这个目的而来的,存在和生成也是如此,且此时我们最清楚他为什么来。
εἰ δὴ ὁμοίως ἔχει ἐπὶ πασῶν τῶν αἰτιῶν καὶ τῶν διὰ τί, ἐπὶ δὲ τῶν ὅσα αἴτια οὕτως ὡς οὗ ἕνεκα οὕτως ἴσμεν μάλιστα, καὶ ἐπὶ τῶν ἄλλων ἄρα τότε μάλιστα ἴσμεν, ὅταν μηκέτι ὑπάρχῃ τοῦτο ὅτι ἄλλο.
如果一切原因和“为什么” 都是如此,而且对于那些作为“目的”的原因,我们是以这种方式最清楚地知道的,那么对于其他原因,当这属性不再是因为其他事物而属于它时,我们也最清楚地知道。
ὅταν μὲν οὖν γινώσκωμεν ὅτι τέτταρσιν αἱ ἔξω ἴσαι ὅτι ἰσοσκελές, ἔτι λείπεται διὰ τί τὸ ἰσοσκελές—ὅτι τρίγωνον, καὶ τοῦτο, ὅτι σχῆμα εὐθύγραμμον.
因此,当我们因为它是等腰三角形而知道外角之和等于四个直角时,仍然遗留着为什么等腰三角形如此的问题——因为它是一个三角形,而这又是因为它是一个直线图形。
εἰ δὲ τοῦτο μηκέτι διότι ἄλλο, τότε μάλιστα ἴσμεν.
如果这不再是因为其他事物,那么我们此时最清楚地知道。
καὶ καθόλου δὲ τότε· ἡ καθόλου ἄρα βελτίων.
而此时我们是在全称层面上知道的;因此全称证明更好。
Ἔτι ὅσῳ ἂν μᾶλλον κατὰ μέρος ᾖ, εἰς τὰ ἄπειρα ἐμπίπτει, ἡ δὲ καθόλου εἰς τὸ ἀπλοῦν καὶ τὸ πέρας.
此外,越是特称,它就越陷入无限,而全称则落入简单和极限。
ἔστι δʼ, μὲν ἄπειρα, οὐκ ἐπιστητά, ᾗ δὲ πεπέρανται, ἐπιστητά.
而且,在无限的层面上,事物是不可知的,但在有限的层面上,它们是可知的。
ᾗ ἄρα καθόλου, μᾶλλον ἐπιστητὰ ἢ ᾗ κατὰ μέρος.
因此,在全称的层面上,事物比起在特称的层面上,更加可知。
ἀποδεικτὰ ἄρα μᾶλλον τὰ καθόλου.
所以,全称的事物更加可证明。
τῶν δʼ ἀποδεικτῶν μᾶλλον μᾶλλονἀπόδειξις· ἅμα γὰρ μᾶλλον τὰ πρός τι.
而在更加可证明的事物中,有更加充分的证明;因为相关联的词是同时增长的。
βελτίων ἄρα ἡ καθόλου, ἐπείπερ καὶ μᾶλλον ἀπόδειξις.
所以,全称证明更好,因为它也更加是证明。
Ἔτι εἰ αἱρετωτέρα καθʼ ἣν τοῦτο καὶ ἄλλο ἢ καθʼ ἣν τοῦτο μόνον οἶδεν· ὁ δὲ τὴν καθόλου ἔχων οἶδε καὶ τὸ κατά μέρος, οὗτος δὲ τὴν καθόλου οὐκ οἶδεν· ὥστε κἂν οὕτως αἱρετωτέρα εἴη.
此外,如果通过一种证明我们既知道这个又知道别的是更值得选择的,而通过另一种证明我们仅知道这个本身;而拥有全称证明的人也知道特称,而拥有特称证明的人却不知道全称;那么即使从这一角度来看,全称证明也更值得选择。
Ἔτι δὲ ὧδε. τὸ γὰρ καθόλου μᾶλλον δεικνύναι ἐστὶ τὸ διὰ μέσου δεικνύναι ἐγγυτέρω ὄντος τῆς ἀρχῆς.
此外,还可以这样说:因为在更全称的意义上进行证明,也就是通过更接近原理的中项来进行证明。
ἐγγυτάτω δὲ τὸ ἄμεσον· τοῦτο δʼ ἀρχή.
而无中介的是最接近的;这就是原理。
εἰ οὖν ἡ ἐξ ἀρχῆς τῆς μὴ ἐξ ἀρχῆς. ἡ μᾶλλον ἐξ ἀρχῆς τῆς ἧττον ἀκριβεστέρα ἀπόδειξις.
因此,如果源于原理的证明比不源于原理的证明[更好],那么更源于原理的证明就比更少源于原理的证明更精确。
ἔστι δὲ τοιαύτη ἡ καθόλου μᾶλλον· κρείττων ἄῤ ἂν εἴη ἡ καθόλου.
而全称证明更加是这种证明;所以全称证明更好。
οἷον εἰ ἔδει ἀποδεῖξαι τὸ Α κατὰ τοῦ Δ· μέσα τὰ ἐφʼ ὧν Β Γ· ἀνωτέρω δὴ τὸ Β, ὥστε ἡ διὰ τούτου καθόλου μᾶλλον.
例如,如果需要证明A属于D;而中项是 B和C;B显然在更上方,所以通过它的证明更加是全称的。
Ἀλλὰ τῶν μὲν εἰρημένων ἔνια λογικά ἐστι· μάλιστα δὲ δῆλον ὅτι ἡ καθόλου κυριωτέρα, ὅτι τῶν τπροτάσεων τὴν μὲν προτέραν ἔχοντες ἴσμεν πως καὶ τὴν ὑστέραν καὶ ἔχομεν δυνάμει, οἷον εἴ τις οἶδεν ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς, οἶδέ πως καὶ τὸ ἰσοσκελὲς ὅτι δύο ὀρθαῖς, δυνάμει, καὶ εἰ μὴ οἶδε τὸ ἰσοσκελὲς ὅτι τρίγωνον· ὁ δὲ. ταύτην ἔχων τὴν πρότασιν τὸ καθόλου οὐδαμῶς οἶδεν, οὔτε δυνάμει οὐτʼ ἐνεργείᾳ.
但是,上述论点中有些是逻辑性的;而全称更加具有决定性,这在以下这一点中最明显:因为在这些前提中,当我们拥有先前的前提时,我们在某种意义上也知道了后来的前提,并且潜在地拥有它,例如,如果有人知道每一个三角形都具有两个直角,那么他也在某种意义上、潜在地知道等腰三角形也具有两个直角,即使他不知道等腰三角形是一个三角形;而拥有后一个前提的人绝对不以任何方式知道全称,既不潜在地也不现实地知道。
καὶ ἡ μὲν καθόλου νοητή, ἡ δὲ κατὰ μέρος εἰς αἴσθησιν τελευτῇ.
而且,全称是理智的,而特称最终归结于感觉。