Humanitext Reader

亚里士多德 · 前分析篇 §2.1.24#1

全称证明与特称证明的优劣比较

第 101 段,共 123 段 · 希腊语

内容简介

本文开始考察全称证明与特称证明哪一个更好。首先介绍了支持特称证明的两种观点(包括对事物自身认识的优越性,以及批评全称证明会让人产生关于普遍独立存在的错误信念)。随后,作者反驳道,事物的属性是因为其全称性质(如“作为三角形”)而属于它的,而且拥有统一界说的全称具有不灭性,因此全称证明能够提供更本质的科学认识。

§2.1.24#1Οὔσης δʼ ἀποδείξεως τῆς μὲν καθόλου τῆς δὲ κατὰ μέρος, καὶ τῆς μὲν κατηγορικῆς τῆς δὲ στερητικῆς, ἀμφισβητεῖται ποτέρα βελτίων· ὡς δʼ αὔτως καὶ περὶ τῆς ἀποδεικνύναι λεγομένης καὶ τῆς εἰς τὸ ἀδύνατον ἀγούσης ἀποδείξεως.
证明有的是全称的,有的是特称的,有的是肯定的,有的是否定的,人们争论哪一种更好;同样,关于被称为直接证明的证明与导向不可能的证明,也有相同的争论。
πρῶτον μὲν οὖν ἐπισκεψώμεθα περὶ τῆς καθόλου καὶ τῆς κατὰ μέρος· δηλώσαντες δὲ τοῦτο, καὶ περὶ τῆς δεικνύναι λεγομένης καὶ τῆς εἰς τὸ ἀδύνατον εἴπωμεν.
因此,首先让我们考察全称证明和特称证明;在阐明这一点之后,我们也来谈谈被称为直接表明的证明和导向不可能的证明。
Δόξειε μὲν οὖν τάχʼ ἄν τισιν ὡδὶ σκοποῦσιν ἡ κατὰ μέρος εἶναι βελτίων.
那么,对于从以下方面进行考察的人来说,特称证明或许显得更好一些。
εἰ γὰρ καθʼ ἣν μᾶλλον ἐπιστάμεθα ἀπόδειξιν βελτίων ἀπόδειξις (αὕτη γὰρ ἀρετὴ ἀποδείξεως), μᾶλλον δʼ ἐπιστάμεθα ἕκαστον ὅταν αὐτὸ εἰδῶμεν καθʼ αὑτὸ ἢ ὅταν κατʼ ἄλλο (οἷον τὸν μουσικὸν Κορίσκον ὅταν ὅτι ὁ Κορίσκος μουσικὸς ἢ ὅταν ὅτι ἅνθρωπος μουσικός· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων), ἡ δὲ καθόλου ὅτι ἄλλο, οὐχ ὅτι αὐτὸ τετύχηκεν ἐπιδείκνυσιν (οἷον ὅτι τὸ ἰσοσκελὲς οὐχ ὅτι ἰσοσκελὲς ἀλλʼ ὅτι τρίγωνον), ἡ δὲ κατὰ μέρος ὅτι αὐτό —εἰ δὴ βελτίων μὲν ἡ καθʼ αὐτό, τοιαύτη δʼ ἡ κατὰ μέρος τῆς καθόλου μᾶλλον, καὶ βελτίων ἂν ἡ κατὰ μέρος ἀπόδειξις εἴη.
因为,如果使我们更多地去认识的证明是更好的证明(因为这就是证明的德性),而当我们凭着事物自身、而不是凭着别的事物来认识每一个事物时,我们认识得更多(例如,关于懂音乐的科里斯科,当我们知道科里斯科懂音乐时,比知道人懂音乐时认识得更多;其他情况也是如此),而全称证明则是证明了别的事物,而不是证明了事物自身(例如,证明等腰三角形有某些角,不是因为它由于是等腰三角形,而是由于它是三角形),特称证明则是证明了事物自身——既然由于自身的证明更好,而特称证明比全称证明更具有这种性质,那么特称证明就应该是更好的证明。
ἔτι εἰ τὸ μὲν καθόλου μὴ ἔστι τι παρὰ τὰ καθʼ ἕκαστα, ἡ δʼ ἀπόδειξις δόξαν ἐμποιεῖ εἶναί τι τοῦτο καθʼ ὃ ἀποδείκνυσι, καί τινα φύσιν ὑπάρχειν ἐν τοῖς οὖσι ταύτην, οἷον τριγώνου παρὰ τὰ τινὰ καὶ σχήματος παρὰ τὰ τινά καὶ ἀριθμοῦ παρὰ τοὺς τινὰς ἀριθμούς, βελτίων δʼ ἡ περὶ ὄντος ἢ μὴ ὄντος καὶ διʼ ἣν μὴ ἀπατηθήσεται ἢ διʼ ἥν, ἔστι δʼ ἡ μὲν καθόλου τοιαύτη (προϊόντες γὰρ δεικνύουσιν ὥσπερ περὶ τοῦ ἀνὰ λόγον, οἷον ὅτι ὃ ἂν ᾖ τι τοιοῦτον ἔσται ἀνὰ λόγον ὃ οὔτε γραμμὴ οὐτʼ ἀριθμὸς οὔτε στερεόν οὔτʼ ἐπίπεδον, ἀλλὰ παρὰ ταῦτά τι)· —εἰ οὖν καθόλου μὲν μᾶλλον αὕτη, περὶ ὄντος δʼ ἧττον τῆς κατὰ μέρος καὶ ἐμποιεῖ δόξαν ψευδῆ, χείρων ἂν εἴη ἡ καθόλου τῆς κατὰ μέρος.
此外,如果全称在个别事物之外并不存在,而证明却使人们产生一种信念,以为它进行证明所凭借的这个东西是某种存在,并且在存在的事物中具有某种这样的本性,例如在个别三角形之外存在“三角形”,在个别图形之外存在“图形”,在个别数量之外存在“数量”;而且,关于存在之物的证明好于关于不存在之物的证明,不使人受骗的证明好于使人受骗的证明;而全称证明恰恰是这种会使人受骗的(因为在推导过程中,他们例如关于比例进行证明,说凡是具有此类性质的都将是成比例的,而这既不是线,也不是数,不是立体,也不是平面,而是这些之外的某种东西)——那么,如果这种证明确实更加是全称的,但比起特称证明来,它较少是关于存在之物的,并且会产生虚假的信念,那么全称证明就比特称证明更差。
Ἤ πρῶτον μὲν οὐδὲν μᾶλλον ἐπὶ τοῦ καθόλου ἢ τοῦ κατὰ μέρος ἅτερος λόγος ἐστίν;
或者,首先,后一个论点适用于全称证明并不比适用于特称证明更多?
εἰ γὰρ τὸ δυσὶν ὀρθαῖς ὑπάρχει μὴ ᾗ ἰσοσκελὲς ἀλλʼ ᾗ τρίγωνον, ὁ εἰδὼς ὅτι ἰσοσκελὲς ἧττον οἶδεν ᾗ αὐτὸ ἢ ὁ εἰδὼς ὅτι τρίγωνον.
因为,如果拥有两个直角这属性并非由于它是等腰三角形、而是由于它是三角形才属于它,那么知道它是等腰三角形的人,比起知道它是三角形的人,在它自身这一层面上就认识得更少。
ὅλως τε, εἰ μὲν μὴ ὄντος ᾗ τρίγωνον εἶτα δείκνυσιν, οὐκ ἂν εἴη ἀπόδειξις, εἰ δὲ ὄντος, ὁ εἰδὼς ἕκαστον ᾗ ἕκαστον ὑπάρχει μᾶλλον οἶδεν.
总的来说,如果在证明时假设“由于它是三角形”是不存在的,那就不存在证明;但如果是关于存在之物的证明,那么知道属性在何种程度上属于各物的人,认识得更多。
εἰ δὴ τὸ τρίγωνον ἐπὶ πλέον ἐστί, καὶ ὁ αὐτὸς λόγος, καὶ μὴ καθʼ ὁμωνυμίαν τὸ τρίγωνον, καὶ ὑπάρχει παντὶ τριγώνῳ τὸ δύο, οὐκ ἂν τὸ τρίγωνον ᾗ ἰσοσκελές, ἀλλὰ τὸ ἰσοσκελὲς ᾗ τρίγωνον, ἔχοι τοιαύτας τὰς γωνίας.
如果 “三角形”范围更广,且定义相同,而且“三角形”一词并非同音异义,且每一个三角形都具有两个直角,那么,就不是三角形由于它是等腰三角形,而是等腰三角形由于它是三角形,才具有这样的角。
ὥστε ὁ καθόλου εἰδὼς μᾶλλον οἶδεν ὑπάρχει ἢ ὁ κατὰ μέρος.
因此,在全称层面上认识的人,比起在特称层面上认识的人,更加认识属性是如何属于它的。
βελτίων ἄρα ἡ καθόλου τῆς κατὰ μέρος.
所以,全称证明比特称证明更好。
ἔτι εἰ μὲν εἴη τις λόγος εἷς καὶ μὴ ὁμωνυμία τὸ καθόλου, εἴη τʼ ἂν οὐδὲν ἧττον ἐνίων τῶν κατὰ μέρος, ἀλλὰ καὶ μᾶλλον, ὅσῳ τὰ ἄφθαρτα ἐν ἐκείνοις ἐστί, τὰ δὲ κατὰ μέρος φθαρτὰ μᾶλλον, ἔτι τε οὐδεμία ἀνάγκη ὑπολαμβάνειν τι εἶναι τοῦτο παρὰ ταῦτα, ὅτι ἓν δηλοῖ, οὐδὲν μᾶλλον ἢ ἐπὶ τῶν ἄλλων ὅσα μὴ τὶ σημαίνει ἀλλʼ ἢ ποιὸν ἢ πρός τι ἢ ποιεῖν.
此外,如果全称是某种单一的定义,而不是同音异义的,那么它存在得并不少于某些特称事物,甚至更甚,因为不可消灭的东西存在于它们之中,而特称事物则更容易消灭。 再者,仅仅因为它表示某种单一的东西,并没有任何必要去假设在这类特称事物之外存在着某种东西,这在不表示具体实体却表示性质、关系或作用的其他事物中也是如此。
εἰ δὲ ἄρα, οὐχ ἡ ἀπόδειξις αἰτία ἀλλʼ ὁ ἀκούων.
如果真的产生了这种假定,那并不是证明的过错,而是听者的过错。

词汇与语法注释

  1. ¦20¦καθʼ ἣν μᾶλλον ἐπιστάμεθα ἀπόδειξιν βελτίων ἀπόδειξις — 先行词 ἀπόδειξις 被吸引到关系从句中,并在性、格上与关系代词 ἣν 一致。主句的主语是后半部分的 βελτίων ἀπόδειξις(更好的证明),整体构成条件从句:“如果通过它[证明]我们认识得更多的证明是更好的证明”。
  2. ¦25¦ἡ δὲ καθόλου ὅτι ἄλλο, οὐχ ὅτι αὐτὸ τετύχηκεν ἐπιδείκνυσιν — ὅτι ἄλλο 与 οὐχ ὅτι αὐτό 的对比。此处的 ὅτι 是引导名词从句的连词(表示“……这一事实”)。虽然也有人将其解释为关系代词 ὅ,τι(“那作为他物者”、“那作为自身者”),但根据紧随其后的例证(证明等腰三角形具有某些角,不是因为它作为等腰三角形,而是因为它作为三角形),上下文是在批评全称证明展示了属性属于“他物”(更宽泛的属)而非事物自身。因此,将其作为连词理解更为自然。
  3. ¦5¦ἅτερος λόγος — ἅτερος(“两者中的另一个”)指前文中提出的针对全称证明的两条批评中的第二条,即全称证明会产生一种虚假的信念(δόξαν ψευδῆ),以为在个别事物之外还存在着全称事物。

引用这一段

亚里士多德, 前分析篇 §2.1.24#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.1.24%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。