§2.1.22#1Ἐπὶ μὲν οὖν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων δῆλον· εἰ γὰρ ἔστιν ὁρίσασθαι ἢ εἰ γνωστὸν τὸ τί ἦν εἶναι, τὰ δʼ ἄπειρα μὴ ἔστι διελθεῖν, ἀνάγκη πεπεράνθαι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα.
因此,关于在本质(“是什么”)中被述说的项,情况是显而易见的:因为如果定义是可能的,或者如果本质(“是什么”)是可知的,并且无限的项是无法遍历的,那么在本质中被述说的项必然是有限的。
καθόλου δὲ ὧδε λέγομεν.
但从更普遍的角度,我们作如下说明。
ἔστι γὰρ εἰπεῖν ἀληθῶς τὸ λευκὸν βαδίζειν καὶ τὸ μέγα ἐκεῖνο ξύλον εἶναι, καὶ πάλιν τὸ ξύλον μέγα εἶναι καὶ τὸν ἄνθρωπον βαδίζειν.
因为我们确实可以真实地说“白色在行走”以及“那个大东西是木头”,反过来也可以说“木头是大的”以及“人在行走”。
ἕτερον δή ἐστι τὸ οὕτως εἰπεῖν καὶ τὸ ἐκείνως.
然而,这样说和那样说是截然不同的。
ὅταν μὲν γὰρ τὸ λευκὸν εἶναι φῶ ξύλον, τότε λέγω ὅτι ᾧ συμβέβηκε λευκῷ εἶναι ξύλον ἐστίν, ἀλλʼ οὐχ ὡς τὸ ὑποκείμενον τῷ ξύλῳ τὸ λευκόν ἐστι· καὶ γὰρ οὔτε λευκὸν ὂν οὐθʼ ὅπερ λευκόν τι ἐγένετο ξύλον, ὥστʼ οὐκ ἔστιν ἀλλʼ ἢ κατὰ συμβεβηκός.
因为当我说“白色是木头”时,我的意思是说,那个恰好是白色的东西是木头,而不是说白色是木头的基体;因为既不是因为它是白色,也不是因为它是某种白色物而成为木头的,所以这只能是偶性地(付带地)被述说。
ὅταν δὲ τὸ ξύλον λευκὸν εἶναι φῶ, οὐχ ὅτι ἕτερόν τί ἐστι λευκόν, ἐκείνῳ δὲ συμβέβηκε ξύλῳ εἶναι, οἷον ὅταν τὸ μουσικὸν λευκὸν εἶναι φῶ (τότε γὰρ ὅτι ὁ ἄνθρωπος λευκός ἐστιν, ᾧ συμβέβηκεν εἶναι μουσικῷ, λέγω), ἀλλὰ τὸ ξύλον ἐστὶ τὸ ὑποκείμενον, ὅπερ καὶ ἐγένετο, οὐχ ἕτερόν τι ὂν ἢ ὅπερ ξύλον ἢ ξύλον τί.
但当我说“木头是白色的”时,这并不是因为有某个其他东西是白色的,而那东西恰好是木头,就像我说“有教养的是白色的”时那样(因为那时我是指,那个恰好是有教养的人是白色的),而是木头作为基体,它确实变白了,而不是通过成为除了木头或某种特定木头之外的其他东西。
εἰ δὴ δεῖ νομοθετῆσαι, ἔστω τὸ οὕτω λέγειν κατηγορεῖν, τὸ δʼ ἐκείνως ἤτοι μηδαμῶς κατηγορεῖν, ἢ κατηγορεῖν μὲν μὴ ἀπλῶς, κατὰ συμβεβηκὸς δὲ κατηγορεῖν.
因此,如果需要制定一条规则,那就让这样说(后者)被称为“述说”,而那样说(前者)要么根本不是述说,要么即使是述说也非单纯地述说,而是偶性地述说。
ἔστι δʼ ὡς μὲν τὸ λευκὸν τὸ κατηγορούμενον, ὡς δὲ τὸ ξύλον τὸ οὗ κατηγορεῖται.
这样,白色可以说是被述说者(述语),而木头则是其被述说的对象(主语)。
ὑποκείσθω δὴ τὸ κατηγορούμενον κατηγορεῖσθαι ἀεί, οὗ κατηγορεῖται, ἁπλῶς, ἀλλὰ μὴ κατὰ συμβεβηκός· οὕτω γὰρ αἱ ἀποδείξεις ἀποδεικνύουσιν.
现在,让我们假定:被述说者始终是单纯地(非偶性地)被述说于其所被述说的对象;因为证明就是这样进行证明的。
ὥστε ἢ ἐν τῷ τί ἐστιν ἢ ὅτι ποιὸν ἢ ποσὸν ἢ πρός τι ἢ ποιοῦν τι ἢ πάσχον ἢ ποὺ ἢ ποτέ, ὅταν ἓν καθʼ ἑνὸς κατηγορηθῇ.
因此,当一个东西被述说于另一个东西时,它要么在本质中,要么表示性质、数量、关系、主动、受动、何处或何时。
Ἔτι τὰ μὲν οὐσίαν σημαίνοντα ὅπερ ἐκεῖνο ἢ ὅπερ ἐκεῖνό τι σημαίνει καθʼ οὗ κατηγορεῖται· ὅσα δὲ μὴ οὐσίαν σημαίνει, ἀλλὰ κατʼ ἄλλου ὑποκειμένου λέγεται ὅ μὴ ἔστι μήτε ὅπερ ἐκεῖνο μήτε ὅπερ ἐκεῖνό τι, συμβεβηκότα, οἷον κατὰ τοῦ ἀνθρώπου τὸ λευκόν.
此外,那些表示实体(本性)的项,表示其被述说的对象自身是什么,或者某种该对象自身是什么;而那些不表示实体,却被说于另一个既不是该对象自身也不是某种该对象的基体的项,则是偶性,例如说人是“白色的”。
οὐ γάρ ἐστιν ὁ ἄνθρωπος οὔτε ὅπερ λευκὸν οὔτε ὅπερ λευκόν τι, ἀλλὰ ζῷον ἴσως· ὅπερ γὰρ ζῷόν ἐστιν ὁ ἄνθρωπος.
因为人既不是“白色自身”,也不是“某种白色自身”,而也许是“动物”;因为人确实是动物。
ὅσα δὲ μὴ οὐσίαν σημαίνει, δεῖ κατά τινος ὑποκειμένου κατηγορεῖσθαι, καὶ μὴ εἶναί τι λευκὸν ὃ οὐχ ἕτερόν τι ὂν λευκόν ἐστιν.
而那些不表示实体的项,必须被述说于某个基体,并且不能存在一个在不作为其他任何东西的情况下而只是白色的“白色物”。
τὰ γὰρ εἴδη χαιρέτω· τερετίσματά τε γάρ ἐστι, καὶ εἰ ἔστιν, οὐδὲν πρὸς τὸν λόγον ἐστίν· αἱ γὰρ ἀποδείξεις περὶ τῶν τοιούτων εἰσίν.
至于理念(形式),就让它们走开吧;因为它们只是空话,而且即使存在,也与论证无关;因为证明是关于这里所说之物的。
Ἔτι εἰ μὴ ἔστι τόδε τοῦδε ποιότης κἀκεῖνο τούτου, μηδὲ ποιότητος ποιότης, ἀδύνατον ἀντικατηγορεῖσθαι ἀλλήλων οὕτως, ἀλλʼ ἀληθὲς μὲν ἐνδέχεται εἰπεῖν, ἀντικατηγορῆσαι δʼ ἀληθῶς οὐκ ἐνδέχεται.
此外,如果此物不是彼物的性质,彼物也不是此物的性质,且没有性质的性质,那么它们就不可能以这种方式相互对等述说,虽然可能说得真,但不可能真实地对等述说。
ἢ γάρ τοι ὡς οὐσία κατηγορηθήσεται, οἷον ἢ γένος ὂν ἢ διαφορὰ τοῦ κατηγορουμένου.
因为要么它将作为实体被述说,即作为被述说者的类或种差。
ταῦτα δὲ δέδεικται ὅτι οὐκ ἔσται ἄπειρα, οὔτʼ ἐπὶ τὸ κάτω οὔτʼ ἐπὶ τὸ ἄνω (οἷον ἄνθρωπος δίπουν, τοῦτο ζῷον, τοῦτο δʼ ἕτερον· οὐδὲ τὸ ζῷον κατʼ ἀνθρώπου, τοῦτο δὲ κατὰ Καλλίου, τοῦτο δὲ κατ᾿ ἄλλου ἐν τῷ τί ἐστιν), τὴν μὲν γὰρ οὐσίαν ἅπασαν ἔστιν ὁρίσασθαι τὴν τοιαύτην, τὰ δ᾿ ἄπειρα οὐκ ἔστι διεξελθεῖν νοοῦντα.
但这些已经被证明不会是无限的,无论是在向下方向还是在向上方向(例如“人是双足的”,“这是动物”,“这是另一个”;在本质中,动物不无限地被述说于人,人被述说于卡里亚斯,卡里亚斯被述说于另一个)。 因为,所有这样的实体都是可以定义的,而无限的项是无法在思想中遍历的。
ὥστʼ οὔτʼ ἐπὶ τὸ ἄνω οὔτʼ ἐπὶ τὸ κάτω ἄπειρα· ἐκείνην γὰρ οὐκ ἔστιν ὁρίσασθαι ἧς τὰ ἄπειρα κατηγορεῖται.
因此,无论在向上还是向下方向上都不是无限的;因为无法定义那些其上有无限个述语被述说的实体。
ὡς μὲν δὴ γένη ἀλλήλων οὐκ ἀντικατηγορηθήσεται· ἔσται γὰρ αὐτὸ ὅπερ αὐτό τι.
因此,它们确实不会作为彼此的类而对等述说;否则,它自身就会成为某种特定的自身。
οὐδὲ μὴν τοῦ ποιοῦ ἢ τῶν ἄλλων οὐδέν, ἂν μὴ κατὰ συμβεβηκός κατηγορηθῇ· πάντα γὰρ ταῦτα συμβέβηκε καὶ κατὰ τῶν οὐσιῶν κατηγορεῖται.
同样,性质或其他任何范畴也不会对等述说,除非是偶性地被述说;因为所有这些都是偶性,且被述说于实体。
ἀλλὰ δὴ ὅτι οὐδʼ εἰς τὸ ἄνω ἄπειρα ἔσται· ἑκάστου γὰρ κατηγορεῖται ὃ ἂν σημαίνῃ ἢ ποιόν τι ἢ ποσόν τι τι τῶν τοιούτων ἢ τὰ ἐν τῇ οὐσίᾳ·
但显然,在向上方向上也不会是无限的;因为对于每一个东西,其所被述说的是表示某种性质、数量或类似的东西,或者是实体中的东西。
ταῦτα δὲ πεπέρανται, καὶ τὰ γένη τῶν κατηγοριῶν πεπέρανται· ἢ γὰρ ποιὸν ἢ ποσὸν ἢ πρός τι ἢ ποιοῦν ἢ πάσχον ἢ ποὺ ἢ ποτέ.
而这些是有限的,范畴的类也是有限的;因为它们要么是性质、数量、关系、主动、受动、何处或何时。