§2.1.1## ΑΝΑΛΥΤΙΚΩΝ ΥΣΤΕΡΩΝ Α.
Πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως.
后分析篇第一卷一切教学和一切理智的学习都源于已先在的知识。
φανερόν δὲ τοῦτο θεωροῦσιν ἐπὶ πασῶν· αἵ τε γὰρ μαθηματικαὶ τῶν ἐπιστημῶν διὰ τούτου τοῦ τρόπου παραγίνονται καὶ τῶν ἄλλων ἑκάστη τεχνῶν.
这一情况在考察所有例子时是显而易见的;因为数学类的科学是通过这种方式获得的,而其他每种技术也是如此。
ὁμοίως δὲ καὶ περὶ τοὺς λόγους οἵ τε διὰ συλλογισμῶν καὶ οἱ διʼ ἐπαγωγῆς· ἀμφότεροι γὰρ διὰ προγινωσκομένων ποιοῦνται τὴν διδασκαλίαν, οἱ μὲν λαμβάνοντες ὡς παρὰ ξυνιέντων, οἱ δὲ δεικνύντες τὸ καθόλου διὰ τοῦ δῆλον εἶναι τὸ καθʼ ἕκαστον.
同样,关于论证也是如此,无论是通过推论的还是通过归纳的;因为两者都是通过预先知晓的事物来进行教学,前者从理解者那里直接接受前提,后者则通过使个别事物显然来表明普遍。
ὡς δʼ αὔτως καὶ οἱ ῥητορικοὶ συμπείθουσιν· ἢ γὰρ διὰ παραδειγμάτων, ὅ ἐστιν ἐπαγωγή, ἢ διʼ ἐνθυμημάτων, ὅπερ ἐστὶ συλλογισμός.
同样,修辞学的说服也是如此;因为它们或者通过例证(即归纳),或者通过修辞推论(即推论)来进行。
διχῶς δʼ ἀναγκαῖον προγινώσκειν·
预先知晓在两方面是必要的:对于某些事物,必须预先假设其存在;对于另一些事物,必须理解所说的是什么;对于还有一些事物,则需要两者。
τὰ μὲν γάρ, ὅτι ἔστι, προϋπολαμβάνειν ἀναγκαῖον, τὰ δέ, τί τὸ λεγόμενόν ἐστι, ξυνιέναι δεῖ, τὰ δʼ ἄμφω, οἷον ὅτι μὲν ἅπαν ἢ φῆσαι ἢ ἀποφῆσαι ἀληθές, ὅτι ἔστι, τὸ δὲ τρίγωνον, ὅτι τοδὶ σημαίνει, τὴν δὲ μονάδα ἄμφω, καὶ τί σημαίνει καὶ ὅτι ἔστιν·
例如,关于“任何事物要么被肯定要么被否定都是真实的”,必须预先假设这是事实;而对于三角形,必须预先假设它意味着这;对于单位,则需要两者,即它意味着什么以及它存在。
οὐ γὰρ ὁμοίως τούτων ἕκαστον δῆλον ἡμῖν.
因为这些事物中的每一件对我们来说都不是同样显而易见的。
Ἔστι δὲ γνωρίζειν τὰ μὲν πρότερον γνωρίσαντα, τῶν δὲ καὶ ἅμα λαμβάνοντα τὴν γνῶσιν, οἷον ὅσα τυγχάνει ὄντα ὑπὸ τὸ καθόλου οὗ ἔχει τὴν γνῶσιν.
有些事情是事先认识到而得以认识,而有些事情是在认识的同时获得其知识,例如所有偶然处于一个人已经具有其知识的普遍之下的事物。
ὅτι μὲν γὰρ πᾶν τρίγωνον ἔχει δυσὶν ὀρθαῖς ἴσας, προῄδει· ὅτι δὲ τόδε τὸ ἐν τῷ ἡμικυκλίῳ τρίγωνόν ἐστιν, ἅμα ἐπαγόμενος ἐγνώρισεν.
因为对于任何三角形都等于两个直角,他早已预先知道;但对于半圆之内的这一个是三角形,他是在被引导的同时认识到的。
(ἐνίων γὰρ τοῦτον τόν τρόπον ἡ μάθησίς ἐστι, καὶ οὐ διὰ τοῦ μέσου τὸ ἔσχατον γνωρίζεται, ὅσα ἤδη τῶν καθʼ ἕκαστα τυγχάνει ὄντα καὶ μὴ καθʼ ὑποκειμένου τινός.
(因为对于某些事物,学习就是以这种方式进行的,最极端的项并不是通过中项被认识的,即所有已经是属于个别事物且不起任何主词的述语作用的事物。
) πρίν δʼ ἐπαχθῆναι ἢ λαβεῖν συλλογισμόν τρόπον μέν τινα ἴσως φατέον ἐπίστασθαι, τρόπον δʼ ἄλλον οὔ.
)但是在被引导或接受推论之前,或许应当说在某种意义上知道,但在另一种意义上则不。
ὅ γὰρ μὴ ἤδει εἰ ἔστιν ἀπλῶς, τοῦτο πῶς ἤδει ὅτι δύο ὀρθὰς ἔχει ἀπλῶς;
因为对于某人甚至不知道它是否绝对存在的事物,他如何能绝对知道它具有两个直角呢?
ἀλλὰ δῆλον ὡς ὡδὶ μὲν ἐπίσταται, ὅτι καθόλου ἐπίσταται, ἁπλῶς δʼ οὐκ ἐπίσταται.
但显然,他是以这种方式知道的,即因为他是在普遍的意义上知道它,但不是绝对地知道它。
εἰ δὲ μή, τὸ ἐν τῷ Μένωνι ἀπόρημα συμβήσεται· ἢ γὰρ οὐδὲν μαθήσεται ἢ ἃ οἶδεν.
否则,就会发生《美诺篇》中的悖论:一个人要么什么也学不到,要么只学他已经知道的东西。
οὐ γὰρ δή, ὥς γέ τινες ἐγχειροῦσι λύειν, λεκτέον. ἆρʼ οἶδας ἅπασαν δυάδα ὅτι ἀρτία ἢ οὔ;
因为确实不应当像某些人试图解决的那样去说:“你是否知道每一个偶数(成双)都是双数?
φήσαντος δὲ προήνεγκάν τινα δυάδα ἢν οὐκ ᾤετ’ εἶναι, ὥστ’ οὐδʼ ἀρτίαν.
”当对方说“知道”时,他们便拿出一个对方不认为存在(因而也不认为是双数)的偶数。
λύουσι γὰρ οὐ φάσκοντες εἰδέναι πᾶσαν δυάδα ἀρτίαν οὖσαν, ἀλλʼ ἥν ἴσασιν ὅτι δυάς.
因为他们解决这个问题时,并不声称自己知道每一个偶数都是双数,而只是声称知道那些他们知道是偶数的东西。
καίτοι ἴσασι μὲν οὔπερ τὴν ἀπόδειξιν ἔχουσι καὶ οὗ ἔλαβον, ἔλαβον δʼ οὐχὶ παντὸς οὗ ἄν εἰδῶσιν ὅτι τρίγωνον ἢ ὅτι ἀριθμός, ἀλλʼ ἀπλῶς κατὰ παντὸς ἀριθμοῦ καὶ τριγώνου· οὐδεμία γὰρ πρότασις λαμβάνεται τοιαύτη, ὅτι ὅν σὺ οἶδας ἀριθμὸν ἢ ὅ σὺ οἶδας εὐθύγραμμον, ἀλλὰ κατὰ παντός.
然而,他们所知道的是他们拥有其证明并获得了前提的那个对象,而他们获得前提并不是针对他们可能知道是三角形或数字的一切事物,而是绝对针对每一个数字和三角形;因为没有哪一个前提是被如此接受的,即“你所知道的数字”或“你所知道的直线形”,而是针对一切。
ἀλλʼ οὐδέν (οἶμαι) κωλύει, ὅ μανθάνει, ἔστιν ὡς ἐπίστασθαι, ἔστι δʼ ὡς ἀγνοεῖν· ἄτοπον γὰρ οὐκ εἰ οἶδέ πως ὅ μανθάνει, ἀλλʼ εἰ ὡδί, οἷον ᾗ μανθάνει καὶ ὥς.
但是(我认为)没有什么能阻止,一个人在某种意义上知道他所学的东西,而在另一种意义上又对其无知;因为,如果某人在某种意义上知道他所学的东西,这并无荒谬之处,但如果是以这种方式——即恰好以他学习它的方式和程度——知道,那才是荒谬的。