Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.8

第一格中通过结论换位对前提的反驳

第 59 段,共 123 段 · 希腊语

内容简介

亚里士多德给出了通过“换位”(对偶推理)进行反驳的定义,并考察了在第一格的全称和特称三段论中,当假定结论的矛盾对立或相反对立时,前提是如何被反驳的。

§1.2.8Τὸ δʼ ἀντιστρέφειν ἐστὶ τὸ μετατιθέντα τό συμπέρασμα ποιεῖν τὸν συλλογισμόν ὅτι ἢ τὸ ἄκρον τῷ μέσῳ οὐχ ὑπάρξει ἢ τοῦτο τῷ τελευταίῳ.
所谓换位,是指通过转置结论来构成一个三段论,以表明要么端项不属于中项,要么中项不属于最后的端项。
ἀνάγκη γὰρ τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τῆς ἑτέρας μενούσης προτάσεως ἀναιρεῖσθαι τὴν λοιπήν· εἰ γὰρ ἔσται, καὶ τὸ συμπέρασμα ἔσται.
因为当结论被换位且另一前提保持不变时,剩余的前提必然被否定;因为如果它为真,结论也将为真。
διαφέρει δὲ τὸ ἀντικειμένως ἢ ἐναντίως ἀντιστρέφειν τὸ συμπέρασμα· οὐ γὰρ ὁ αὐτὸς γίνεται συλλογισμός ἑκατέρως ἀντιστραφέντος·
但将结论进行矛盾换位与相反换位是不同的;因为在这两种换位方式下,所产生的三段论并不相同。
δῆλον δὲ τοῦτʼ ἔσται διὰ τῶν ἑπομένων.
这在下文中将会变得很清楚。
λέγω δʼ ἀντικεῖσθαι μὲν τὸ παντὶ τῷ οὐ παντὶ καὶ τὸ τινὶ τῷ οὐδενί, ἐναντίως δὲ τὸ παντὶ τῷ οὐδενὶ καὶ τὸ τινὶ τῷ οὐ τινὶ ὑπάρχειν.
我所说的“矛盾对立”是指“属于所有”与“不属于所有”相对立,以及“属于某些”与“不属于任何”相对立,而“相反对立”是指“属于所有”与“不属于任何”相对立,以及“属于某些”与“不属于某些”相对立。
ἔστω γὰρ δεδειγμένον τὸ Α κατὰ τοῦ Γ διὰ μέσου τοῦ Β. εἰ δὴ τὸ Α ληφθείη μηδενὶ τῷ Γ ὑπάρχειν, τῷ δὲ Β παντί, οὐδενὶ τῷ Γ ὑπάρξει τὸ Β. καὶ εἰ τὸ μὲν Α μηδενὶ τῷ Γ, τὸ δὲ Β παντὶ τῷ Γ, τὸ Α οὐ παντὶ τῷ Β καὶ οὐχ ἀπλῶς οὐδενί· οὐ γὰρ ἐδείκνυτο τὸ καθόλου διὰ τοῦ ἐσχάτου σχήματος.
设A通过中项B被证明属于C。 那么,如果假设A不属于任何C,而属于所有B,则B将不属于任何C。 又如果A不属于任何C,而B属于所有C,则A不属于所有B,而非简单地不属于任何B;因为全称命题无法通过最后一个格被证明。
ὅλως δὲ τὴν πρὸς τῷ μείζονι ἄκρῳ πρότασιν οὐκ ἔστιν ἀνασκευάσαι καθόλου διὰ τῆς ἀντιστροφῆς· ἀεὶ γὰρ ἀναιρεῖται διὰ τοῦ τρίτου σχήματος· ἀνάγκη γὰρ πρὸς τὸ ἔσχατον ἄκρον ἀμφοτέρας λαβεῖν τὰς προτάσεις.
一般而言,无法通过换位来全称地否定包含大项的前提;因为这总是通过第三格来否定的,因为必须让两个前提都针对最后一个端项。
καὶ εἰ στερητικὸς ὁ συλλογισμός, ὡσαύτως.
如果三段论是否定的,情况也是如此。
δεδείχθω γὰρ τὸ μηδενὶ τῷ Γ ὑπάρχον διὰ τοῦ Β. οὐκοῦν ἂν ληφθῇ τὸ τῷ Γ παντὶ ὑπάρχειν, τῷ δὲ Β μηδενί, οὐδενὶ τῷ Γ τὸ Β ὑπάρξει.
因为设A通过B被证明不属于任何C。 因此,如果假设A属于所有C,且不属于任何B,则B将不属于任何C。
καὶ εἰ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ, τὸ τινὶ τῷ Β· ἀλλʼ οὐδενὶ ὑπῆρχεν.
又如果A和B都属于所有C,则A将属于某些B;但它原本不属于任何B。
Ἐὰν δʼ ἀντικειμένως ἀντιστραφῇ τὸ συμπέρασμα, καὶ· οἱ συλλογισμοὶ ἀντικείμενοι καὶ οὐ καθόλου ἔσονται.
但如果结论被矛盾换位,所得到的三段论也将是矛盾的,并且不是全称的。
γίνεται γὰρ ἡ ἑτέρα πρότασις ἐν μέρει, ὥστε καὶ τὸ συμπέρασμα ἔσται κατά μέρος.
因为另一个前提变成了特称的,从而结论也将是特称的。
ἔστω γὰρ κατηγορικὸς ὁ συλλογισμός, καὶ ἀντιστρεφέσθω οὕτως.
因为设三段论是肯定的,并以此种方式进行换位。
οὐκοῦν εἰ τὸ Α οὐ παντὶ τῷ Γ, τῷ δὲ Β παντί, τὸ Β οὐ παντὶ τῷ Γ· καὶ εἰ τὸ μὲν Α μὴ παντὶ τῷ Γ, τὸ δὲ Β παντί, τὸ Α οὐ παντὶ τῷ Β. ὁμοίως δὲ καὶ εἰ στερητικὸς ὁ συλλογισμός.
那么,如果A不属于所有 C,而属于所有B,则B不属于所有C;又如果A不属于所有C,而B属于所有C,则A不属于所有B。 如果三段论是否定的,情况也类似。
εἰ γὰρ τὸ Α τινὶ τῷ Γ ὑπάρχει, τῷ δὲ Β μηδενί, τὸ Β τινὶ τῷ Γ οὐχ ὑπάρξει, οὐχ ἁπλῶς οὐδενί· καὶ εἰ τὸ μὲν Α τῷ Γ τινί, τὸ δὲ Β παντί, ὥσπερ ἐν ἀρχῇ ἐλήφθη, τὸ τινὶ τῷ Β ὑπάρξει.
因为如果A属于某些C,而不属于任何B,则B将不属于某些C,而非简单地不属于任何C;又如果A属于某些C,而B属于所有C,正如最初所假设的那样,则A将属于某些B。
Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν ὅταν μὲν ἀντικειμένως ἀντιστρέφηται τὸ συμπέρασμα, ἀναιροῦνται ἀμφότεραι αἱ προτάσεις, ὅταν δʼ ἐναντίως, οὐδετέρα.
但在特称三段论中,当结论被矛盾换位时,两个前提都被否定,但当被相反换位时,两者都不被否定。
οὐ γὰρ ἔτι συμβαίνει, καθάπερ ἐν τοῖς καθόλου, ἀναιρεῖν ἐλλείποντος τοῦ συμπεράσματος κατὰ τὴν ἀντιστροφήν, ἀλλʼ οὐδʼ ὅλως ἀναιρεῖν.
因为不再像全称三段论中那样,由于结论在换位中有所不足而导致否定,而是根本不产生否定。
δεδείχθω γὰρ τὸ Α κατὰ τινὸς τοῦ Γ. οὐκοῦν ἂν ληφθῇ τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β τινί, τὸ Α τῷ Β τινὶ οὐχ ὑπάρξει· καὶ εἰ τὸ Α μηδενὶ τῷ Γ, τῷ δὲ Β παντί, οὐδενὶ τῷ Γ τὸ Β. ὥστʼ ἀναιροῦνται ἀμφότεραι.
因为设A被证明属于某些C。 那么,如果假设A不属于任何C,而B属于某些C,则A将不属于某些B;又如果A不属于任何C,而属于所有B,则B将不属于任何C。 因此两者都被否定。
ἐὰν δʼ ἐναντίως ἀντιστραφῇ, οὐδετέρα.
但如果被相反换位,则两者都不被否定。
εἰ γὰρ τὸ τινὶ τῷ Γ μὴ ὑπάρχει, τῷ δὲ Β παντί, τὸ Β τινὶ τῷ Γ οὐχ ὑπάρξει, ἀλλʼ οὔπω ἀναιρεῖται τὸ ἐξ ἀρχῆς· ἐνδέχεται γὰρ τινὶ ὑπάρχειν καὶ τινὶ μὴ ὑπάρχειν.
因为如果A不属于某些 C,而B属于所有B,则B将不属于某些C,但这尚未否定最初的前提;因为属于某些且不属于某些是可能同时成立的。
τῆς δὲ καθόλου, τῆς Β, ὅλως οὐδὲ γίνεται συλλογισμός· εἰ γὰρ τὸ μὲν Α τινὶ τῷ Γ μὴ ὑπάρχει, τὸ δὲ Β τινὶ ὑπάρχει, οὐδετέρα καθόλου τῶν προτάσεων.
而对于全称前提B,则根本无法产生三段论;因为如果A不属于某些C,而B属于某些,则两个前提都不是全称的。
ὁμοίως δὲ καὶ εἰ στερητικὸς ὁ συλλογισμός· εἰ μὲν γὰρ ληφθείη τὸ Α παντὶ τῷ Γ ὑπάρχειν, ἀναιροῦνται ἀμφότεραι, εἰ δὲ τινί, οὐδετέρα.
如果三段论是否定的,情况也类似;因为如果假设A属于所有C,则两者都被否定,但如果属于某些,则两者都不被否定。
ἀπόδειξις δʼ ἡ αὐτή.
证明方法是相同的。

词汇与语法注释

  1. 1.2.8τῷ δὲ Β παντί — 意为“以及属于所有B”,此处需根据上下文补出主语 `τὸ Α` 和不定动词 `ὑπάρχειν`(即“A属于所有B”)。与格 `τῷ Β` 受 `ὑπάρχειν` 支配。
  2. 1.2.8ὥσπερ ἐν ἀρχῇ ἐλήφθη — “正如最初所假设的那样”这一副词短语修饰紧接其前的 `τὸ δὲ Β παντί`(B属于所有C),指出这与最初的前提(第一格的小前提)相同。
  3. p.87ἐλλείποντος τοῦ συμπεράσματος κατὰ τὴν ἀντιστροφήν — 属格绝对(genitive absolute)结构。解释了在换位过程中,所得到的相反结论在逻辑强度上有所不足(不足以否定最初的前提),或者未达到全称的程度。

引用这一段

亚里士多德, 前分析篇 §1.2.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。