Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.7

第三格中相互证明的界限与成立条件

第 58 段,共 123 段 · 希腊语

内容简介

讨论第三格中相互证明的可能性。当两个前提都是全称时,由于结论总是特称的,因此无法进行相互证明。然而,当一个前提是全称而另一个是特称时,文章指出了通过肯定或否定前提的配置以及引入特定额外假设从而使相互证明成为可能的条件。

§1.2.7Ἐπὶ δὲ τοῦ τρίτου σχήματος ὅταν μὲν ἀμφότεραι αἰ προτάσεις καθόλου ληφθῶσιν, οὐκ ἐνδέχεται δεῖξαι διʼ ἀλλήλων· τὸ μὲν γὰρ καθόλου δείκνυται διὰ τῶν καθόλου, τὸ a δʼ ἐν τούτῳ συμπέρασμα ἀεὶ κατὰ μέρος, ὥστε φανερόν ὅτι ὅλως οὐκ ἐνδέχεται δεῖξαι διὰ τούτου τοῦ σχήματος τὴν καθόλου πρότασιν.
在第三格中,当两个前提都被取为全称时,无法相互证明;因为全称是通过全称来证明的,而在这一格中的 a 结论总是特称的,因此,显然完全不可能通过这一格来证明全称前提。
Ἐὰν δʼ ἡ μὲν ἦ καθόλου ἡ δʼ ἐν μέρει. ποτὲ μὲν ἔσται ποτὲ δʼ οὐκ ἔσται.
但如果一个为全称,另一个为特称,则有时可以,有时不可以。
ὅταν μὲν οὖν ἀμφότεραι κατηγορικαὶ ληφθῶσι καὶ τὸ καθόλου γένηται πρὸς τῷ ἐλάττονι ἄκρῳ, ἔσται, ὅταν δὲ πρὸς θατέρῳ, οὐκ ἔσται.
相应地,当两个前提都取为肯定,且全称与小项相关时,是可以的;但当全称与另一项相关时,则不可以。
ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Γ, τὸ δὲ Β τινί· συμπέρασμα τὸ Α Β. ἐὰν οὖν ληφθῇ τὸ Γ παντὶ τῷ ὑπάρχειν, τὸ μὲν Γ δέδεικται τινὶ τῷ Β ὑπάρχον, τὸ δὲ Β τινὶ τῷ Γ οὐ δέδεικται.
因为,设A属于所有C,且B属于某些C;结论是 A属于某些B。 那么,如果假设C属于所有B,则C已被证明属于某些B,但B尚未被证明属于某些C。
καίτοι ἀνάγκη, εἰ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Β τινὶ τῷ Γ ὑπάρχειν.
然而,如果C属于某些B,B也必然属于某些 C。
ἀλλʼ οὐ ταὐτόν ἐστι τόδε τῶδε καὶ τόδε τῷδε ὑπάρχειν· ἀλλὰ προσληπτέον, εἰ τόδε τινὶ τῷδε, καὶ θάτερον τινὶ τῷδε.
但此项属于彼项与彼项属于此项并不是一回事;相反,必须额外假设,如果此项属于某些彼项,则另一项也属于某些此项。
τούτου δὲ ληφθέντος οὐκέτι γίνεται ἐκ τοῦ συμπεράσματος καὶ τῆς ἑτέρας προτάσεως ὁ συλλογισμός.
但若做出这一假设,由结论和另一前提就不再能构成三段论。
εἰ δὲ τὸ Β παντὶ τῷ Γ, τὸ δὲ Α τινὶ τῷ Γ, ἔσται δεῖξαι τὸ Α Γ, ὅταν ληφθῇ τὸ μὲν Γ παντὶ τῷ Β ὑπάρχειν τὸ δὲ Α τινί.
但如果B属于所有C,而A属于某些C,那么当假设C属于所有B且A属于某些B时,将能够证明 AC前提(即A属于某些C)。
εἰ γὰρ τὸ Γ παντὶ τῷ Β, τὸ δὲ Α τινὶ τῷ Β, ἀνάγκη τὸ Α τινὶ τῷ Γ ὑπάρχειν· μέσον τὸ Β. καὶ ὅταν ἢ ἡ μὲν κατηγορικὴ ἡ δὲ στερητική, καθόλου δʼ ἡ κατηγορική, δειχθήσεται ἡ ἑτέρα.
因为如果C属于所有B,且A属于某些B,则A必然属于某些C;中间名词是B。 同样,当一个前提为肯定,另一个为否定,且肯定前提为全称时,另一个前提将被证明。
ὑπαρχέτω γὰρ τὸ Β παντὶ τῷ Γ, τὸ δὲ τινὶ μὴ ὑπαρχέτω· συμπέρασμα ὅτι τὸ τινὶ τῷ Β οὐχ ὑπάρχει.
因为,设B属于所有C,而A 不属于某些C;结论是A不属于某些B。
ἐὰν ὖν προσληφθῇ τὸ Γ παντὶ τῷ Β ὑπάρχειν, ἀνάγκη τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχειν· μέσον τὸ Β. ὅταν δʼ ἡ στερητικὴ καθόλου γένηται, οὐ δείκνυται ἡ ἑτέρα, εἰ μὴ ὥσπερ ἐπὶ τῶν πρότερον, ἐὰν ληφθῇ, ᾧ τοῦτο τινὶ μὴ ὑπάρχει, θάτερον τινὶ ὑπάρχειν, οἷον εἰ τὸ μὲν Α μηδενὶ τῷ Γ, τὸ δὲ Β τινί· συμπέρασμα ὅτι τὸ τινὶ τῷ Β οὐχ ὑπάρχει.
那么,如果额外假设C属于所有B,则A必然不属于某些C;中间名词是B。 但当否定前提为全称时,另一个前提无法被证明,除非像之前的情形一样,假设:此项所不属于其某些的,彼项就属于其某些。 例如,设A不属于任何C,而B属于某些C;结论是A不属于某些B。
ἐὰν οὖν ληφθῇ, ᾧ τὸ Α τινὶ μὴ ὑπάρχει, τὸ Γ τινὶ ὑπάρχειν, ἀνάγκη τὸ Γ τινὶ τῷ Β ὑπάρχειν.
那么,如果假设:凡是A不属于其某些的,C就属于其某些,则C必然属于某些B。
ἄλλως δʼ οὐκ ἔστιν ἀντιστρέφοντα τὴν καθόλου πρότασιν δεῖξαι τὴν ἑτέραν· οὐδαμῶς γὰρ ἔσται συλλογισμός.
但在其他情况下,无法通过逆转全称前提来证明另一个前提;因为无论如何都无法构成三段论。

词汇与语法注释

  1. 59aτὸ δʼ ἐν τούτῳ συμπέρασμα ἀεὶ κατὰ μέρος — 指第三格(τὸ τρίτον σχῆμα)中三段论法的逻辑性质,即无法从前提中推导得出一个全称的结论,结论总是特称的(κατὰ μέρος)。因此,在第三格中,根本无法通过特称结论和其中一个前提来证明另一个全称前提(相互证明,δεῖξις δι' ἀλλήλων)。
  2. 10ἀλλʼ οὐ ταὐτόν ἐστι τόδε τῶδε καὶ τόδε τῷδε ὑπάρχειν — 声明“此项(B)属于彼项(Γ)”与“彼项(Γ)属于此项(B)”之间的换位(ἀντιστροφή)在逻辑上是不等价的。虽然从全称肯定前提“Γ属于所有B”可以推导出其单纯换位后的特称肯定“B属于某些Γ”,但反过来(从特称到全称)一般不成立,因此在相互证明中需要额外的假设。
  3. 25ἐὰν ληφθῇ, ᾧ τοῦτο τινὶ μὴ ὑπάρχει, θάτερον τινὶ ὑπάρχειν — 关系代词与格 `ᾧ` 包含先行词,意为“凡是……的”。在这里,它在条件从句(`ἐάν` 从句)中起作用。在 `τοῦτο`(此项,即 A)与 `θάτερον`(另一项,即 Γ)的关系中,假设“凡是 A不属于其某些的,Γ就属于其某些”。只有通过引入这一复杂的假设,间接三段论才能成立。

引用这一段

亚里士多德, 前分析篇 §1.2.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。