§1.2.6Ἐν δὲ τῷ δευτέρῳ σχήματι τὸ μὲν καταφατικὸν οὐκ ἔστι δεῖξαι διὰ τούτου τοῦ τρόπου, τὸ δὲ στερητικὸν ἔστιν.
在第二格中,无法通过这种方法证明肯定前提,但可以证明否定前提。
τὸ μὲν οὖν κατηγορικόν οὐ δείκνυται διὰ τὸ μὴ ἀμφοτέρας εἶναι τὰς προτάσεις καταφατικάς· τό γὰρ συμπέρασμα στερητικόν ἐστι, τὸ δὲ κατηγορικὸν ἐξ ἀμφοτέρων ἐδείκνυτο καταφατικῶν.
肯定前提之所以无法被证明,是因为两个前提并不都是肯定的;因为结论是否定的,而肯定前提之前是由两个肯定前提证明的。
τὸ δὲ στερητικὸν ὧδε δείκνυται.
而否定前提则可以这样证明。
ὑπαρχέτω τὸ Α παντὶ τῷ Β, τῷ δὲ Γ μηδενί· συμπέρασμα τὸ Β οὐδενὶ τῷ Γ. ἐὰν οὖν ληφθῇ τὸ Β παντὶ τῷ Α ὑπάρχον, ἀνάγκη τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν· γίνεται γὰρ τὸ δεύτερον σχῆμα·
设A属于所有B,且不属于任何C;结论是B不属于任何 C。 如果假设B属于所有A,那么A必然不属于任何C;因为这构成了第二格,且B是中间名词。
μέσον τὸ Β. εἰ δὲ τὸ Β στερητικὸν ἐλήφθη, θάτερον δὲ κατηγορικόν, τὸ πρῶτον ἔσται σχῆμα.
但如果B被取为否定,而另一个被取为肯定,那将构成第一格。
τὸ μὲν γὰρ Γ παντὶ τῷ Α, τὸ δὲ Β οὐδενὶ τῷ Γ, ὥστʼ οὐδενὶ τῷ τὸ Β· οὐδʼ ἄρα τὸ Α τῷ Β. διὰ μὲν οὖν τοῦ συμπεράσματος καὶ τῆς μιᾶς προτάσεως οὐ γίνεται συλλογισμός, προσληφθείσης δʼ ἑτέρας ἔσται.
因为C属于所有A,而B不属于任何C,因此B不属于任何 A;所以A也不属于B。 因此,仅通过结论和其中一个前提无法产生三段论,但若加上另一个前提就会产生。
εἰ δὲ μὴ καθόλου ὁ συλλογισμός, ἡ μὲν ἐν ὅλῳ πρότασις οὐ δείκνυται διὰ τὴν αὐτὴν αἰτίαν ἥνπερ εἴπομεν καὶ πρότερον, ἡ δʼ ἐν μέρει δείκνυται, ὅταν ᾖ τὸ καθόλου κατηγορικόν·
但如果三段论不是全称的,由于我们之前说过的同样原因,全称前提无法被证明,而特称前提在全称前提为肯定时则可以被证明。
ὑπαργέτω γὰρ τὸ Α παντὶ τῷ Β, τῷ δὲ Γ μὴ παντί· συμπέρασμα Β Γ ἐὰν οὖν ληφθῇ τὸ Β παντὶ τῷ Α, τῷ δὲ Γ οὐ παντί, τὸ Α τινὶ τῷ οὐχ ὑπάρξει·
因为,设A属于所有B,且不属于所有C;结论是关于B和C的(即B不属于某些C)。 那么,如果假设B属于所有A,且不属于所有C,则A将不属于某些C;中间名词是B。
μέσον Β. εἰ δʼ ἐστὶν ἡ καθόλου στερητική, οὐ δειχθήσεται ἡ Α Γ πρότασις ἀντιστραφέντος τοῦ Α Β· συμβαίνει γὰρ ἢ ἀμφοτέρας ἢ τὴν ἑτέραν πρότασιν γίνεσθαι ἀποφατικήν, ὥστ᾿ οὐκ ἔσται συλλογισμός.
但如果全称前提是否定的,即使AB前提被逆转,AC前提也无法被证明;因为其结果是,或者两个前提、或者其中一个前提会变成否定,从而无法构成三段论。
ἀλλʼ ὁμοίως δειχθήσεται ὡς καὶ ἐπὶ τῶν καθόλου, ἐὰν ληφθῇ, ὧ τὸ Β τινὶ μὴ ὑπάρχει, τὸ τινὶ ὑπάρχειν.
但如果像在全称三段论中那样假设:凡是B不属于其某些的,[A]就属于其某些,那么它就会以同样的方式被证明。