§1.2.15#1Ἐν ποίῳ δὲ σχήματι ἔστιν ἐξ ἀντικειμένων προτάσεων συλλογίσασθαι καὶ ἐν ποίῳ οὐκ ἔστιν, ὧδ’ ἔσται φανερόν.
在哪些格中可以从相反的前提中进行推论,而在哪些格中不可以,将通过以下方式变得清楚。
λέγω δʼ ἀντικειμένας εἶναι προτάσεις κατὰ μὲν τὴν λέξιν τέτταρας, οἷον τὸ παντὶ τῷ οὐδενί, καὶ τὸ παντὶ τῷ οὐ παντί, καὶ τὸ τινὶ τῷ οὐδενί, καὶ τὸ τινὶ τῷ οὐ τινί, κατʼ ἀλήθειαν δὲ τρεῖς· τό γὰρ τινὶ τῷ οὐ τινὶ κατὰ τὴν λέξιν ἀντίκειται μόνον.
我所说的在言词上相反的前提有四种,例如“对所有”与“不对任何”,“对所有”与“不合所有”,“对某些”与“不对任何”,以及“对某些”与“不对某些”;但实际上只有三种,因为“对某些”与“不对某些”仅在言词上相反。
τούτων δʼ ἐναντίας μὲν τὰς καθόλου, τὸ παντὶ τῷ μηδενὶ ὑπάρχειν, οἷον τὸ πᾶσαν ἐπιστήμην εἶναι σπουδαίαν τῷ· μηδεμίαν εἶναι σπουδαίαν, τὰς δʼ ἄλλας ἀντικειμένας.
在这些前提中,全称的是相反前提,即“属于所有”与“不属于任何”,例如“一切科学都是优良的”与 “没有科学是优良的”;而其他的是对立前提。
Ἐν μὲν οὖν τῷ πρώτῳ σχήματι οὐκ ἔστιν ἐξ ἀντικειμένων προτάσεων συλλογισμός, οὔτε καταφατικὸς οὔτε ἀποφατικός, καταφατικός μὲν ὅτι ἀμφοτέρας δεῖ καταφατικὰς εἶναι τὰς προτάσεις, αἱ δʼ ἀντικείμεναι φάσις καὶ ἀπόφασις, στερητικός δὲ ὅτι αἱ μὲν ἀντικείμεναι τὸ αὐτὸ τοῦ αὐτοῦ κατηγοροῦσι καὶ ἀπαρνοῦνται, τὸ δʼ ἐν τῷ πρώτῳ μέσον οὐ λέγεται κατʼ ἀμφοῖν, ἀλλʼ ἐκείνου μὲν ἄλλο ἀπαρνεῖται, αὐτὸ δὲ ἄλλου κατηγορεῖται· αὗται δʼ οὐκ ἀντίκεινται.
因此,在第一格中,不存在从相反前提作出的推论,无论是肯定的还是否定的。 肯定的推论不存在,是因为两个前提都必须是肯定的,而相反的前提则是肯定与否定;否定的推论不存在,是因为相反的前提是对相同对象进行相同陈述和否定,但在第一格中,中项并不对两者都被陈述,而是对一者被否定,而其自身对另一者被陈述,这些并不对立。
Ἐν δὲ τῷ μέσῳ σχήματι καὶ ἐκ τῶν ἀντικειμένων καὶ ἐκ τῶν ἐναντίων ἐνδέχεται γίγνεσθαι συλλογισμόν.
但在中格中,既可以从对立的前提,也可以从相反的前提中产生推论。
ἔστω γὰρ ἀγαθὸν μὲν ἐφʼ οὗ Α, ἐπιστήμη δὲ ἐφʼ οὗ Β καὶ Γ. εἰ δὴ πᾶσαν ἐπιστήμην σπουδαίαν ἔλαβε καὶ μηδεμίαν, τὸ Α τῷ Β παντὶ ὑπάρχει καὶ τῷ οὐδενί, ὥστε τὸ Β τῷ Γ οὐδενί·
设 A是“好”,B和Γ是“科学”。 如果有人假定一切科学都是优良的,且没有科学是优良的,则A属于所有B,且不属于任何[Γ],因此B不属于任何Γ。
οὐδεμία ἄρα ἐπιστήμη ἐπιστήμη ἐστίν.
所以,没有科学是科学。
ὁμοίως δὲ καὶ εἰ πᾶσαν λαβὼν σπουδαίαν τὴν ἰατρικὴν μὴ σπουδαίαν ἔλαβε· τῷ μὲν γὰρ Β παντὶ τὸ Α, τῷ δὲ Γ οὐδενί, ὥστε ἡ τὶς ἐπιστήμη οὐκ ἔσται ἐπιστήμη.
同样,如果有人假定一切科学都是优良的,而假定医学不是优良的,也是如此;因为A属于所有B,但不属于任何Γ,因此某科学将不是科学。
καὶ εἰ τῷ μὲν Γ παντὶ τὸ Α, τῷ δὲ Β μηδενί, ἔστι δὲ τὸ μὲν Β ἐπιστήμη, τὸ δὲ Γ ἰατρική, τὸ δὲ ὑπόληψις· οὐδεμίαν γὰρ ἐπιστήμην ὑπόληψιν λαβὼν εἴληφε τινὰ εἶναι ὑπόληψιν.
此外,如果A属于所有Γ,而不属于任何B,且B是“科学”,Γ是“医学”,[A]是“信念”;因为在假定没有科学是信念的同时,他也假定了某些[科学]是信念。
διαφέρει δὲ τοῦ πάλαι τῷ ἐπὶ τῶν ὅρων ἀντιστρέφεσθαι· πρότερον μὲν γὰρ πρὸς τῷ Β, νῦν δὲ πρὸς τῷ Γ τὸ καταφατικόν.
这与之前的情况不同,在于名词的换位;因为之前肯定是在B上,而现在是在Γ上。
καὶ ἂν ᾖ δὲ μὴ καθόλου ἡ ἑτέρα πρότασις, ὡσαύτως· ἀεὶ γὰρ τὸ μέσον ἐστὶν ὃ ἀπὸ θατέρου μὲν ἀποφατικῶς λέγεται, κατὰ θατέρου δὲ καταφατικῶς.
即使其中一个前提不是全称的,也是一样;因为中项总是那个对一者否定、对另一者肯定地陈述的概念。
ὥστʼ ἐνδέχεται τἀντικείμενα περαίνεσθαι, πλὴν οὐκ ἀεὶ οὐδὲ πάντως, ἀλλʼ ἐὰν οὕτως ἔχῃ τὰ ὑπὸ τὸ μέσον ὥστʼ ἢ ταὐτὰ εἶναι ἢ ὅλον πρὸς μέρος.
因此,相反的结论是可以得出的,只是并非总是或在任何情况下都可以,而是当处于中项之下的名词相互关系为:要么相同,要么为整体与部分的关系。
ἄλλως δʼ ἀδύνατον· οὐ γὰρ ἔσονται οὐδαμῶς αἱ προτάσεις οὔτʼ ἐναντίαι οὔτʼ ἀντικείμεναι.
否则是不可能的;因为前提无论如何都不会是相反或对立的。