Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.14#1

直言证明与归谬法的差异及相互转换

第 65 段,共 123 段 · 希腊语

内容简介

阐明直言证明与归谬法在前提假设及结论预知上的区别,并指出两者的证明均可通过相同的词项在三个格之间相互转换。

§1.2.14#1Διαφέρει δʼ ἡ εἰς τὸ ἀδύνατον ἀπόδειξις τῆς δεικτικῆς τῷ τιθέναι ὃ βούλεται ἀναιρεῖν ἀπάγουσα εἰς ὁμολογούμενον ψεῦδος· ἡ δὲ δεικτικὴ ἄρχεται ἐξ ὁμολογουμένων θέσεων.
通过不可能的证明与直言证明的不同之处在于:它假设它想要否定的东西,并将其导向一个公认的谬误;而直言证明则从公认的设定出发。
λαμβάνουσι μὲν οὖν ἀμφότεραι δύο προτάσεις ὁμολογουμένας· ἀλλʼ ἡ μὲν ἐξ ὥν ὁ συωλλογισμός, ἡ δὲ μίαν μὲν τούτων, μίαν δὲ τὴν ἀντίφασιν τοῦ συμτπεράσματος.
因此,两者都采用两个公认的前提;但前者采用构成三段论的前提,而后者则采用其中的一个前提以及结论的矛盾命题。
καὶ ἔνθα μὲν οὐκ ἀνάγκη γνώριμον εἶναι τὸ συμπέρασμα, οὐδὲ προϋπολαμβάνειν ὡς ἔστιν ἢ οὔ· ἔνθα δὲ ἀνάγκη ὡς οὐκ ἔστιν.
并且,在前者中,没有必要预先知道结论,也没有必要预先假设它是或不是;但在后者中,必须预先假设它不是。
διαφέρει δʼ οὐδὲν φάσιν ἢ ἀπόφασιν εἶναι τὸ συμπέρασμα, ἀλλʼ ὁμοίως ἔχει περὶ ἀμφοῖν.
结论是肯定命题还是否定命题并没有什么不同,两者情况相同。
Ἅπαν δὲ τὸ δεικτικῶς περαινόμενον καὶ διὰ τοῦ ἀδυνάτου δειχθήσεται, καὶ τὸ διὰ τοῦ ἀδυνάτου δεικτικῶς διὰ τῶν αὐτῶν ὅρων.
一切通过直言方式推导出来的结论,也都可以通过不可能来证明;而通过不可能来证明的,也可以通过相同的名词用直言方式证明。
ὅταν μὲν γὰρ ὁ συλλογισμὸς ἐν τῷ πρώτῳ σχήματι γέντηται, τὸ ἀληθὲς ἔσται ἐν τῷ μέσῳ ἢ τῷ ἐσχάτῳ, τὸ μὲν στερητικόν ἐν τῷ μέσῳ, τὸ δὲ κατηγορικὸν ἐν τῷ ἐσχάτῳ.
因为,当三段论发生在第一格时,真结论将在中格或最后一格中产生:否定命题在中格,肯定命题在最后一格。
ὅταν δʼ ἐν τῷ μέσῳ ὁ συλλογισμός, τὸ ἀληθὲς ἐν τῷ πρώτῳ ἐπὶ πάντων τῶν προβλημάτων.
当三段论在中格时,真结论在第一格中对所有问题都成立。
ὅταν δʼ ἐν τῷ ἐσχάτῳ ὁ συλλογισμός, τὸ ἀληθές ἐν τῷ πρώτῳ καὶ τῷ μέσῳ, τὰ μὲν καταφατικά ἐν τῷ πρώτῳ, τὰ δὲ στερητικὰ ἐν τῷ μέσῳ.
而当三段论在最后一格时,真结论在第一格和中格中产生:肯定命题在第一格,否定命题在中格。
ἔστω γάρ δεδειγμένον τὸ Α μηδενὶ ἢ μὴ παντὶ τῷ Β διὰ τοῦ πρώτου σχήματος.
因为,设已通过第一格证明了A不属于任何B,或不属于所有B。
οὐκοῦν ἡ μέν ὑπόθεσις ἦν τινὶ τῷ Β ὑπάρχειν τὸ Α, τὸ δὲ Γ ἐλαμβάνετο τῷ μὲν Α παντὶ ὑπάρχειν, τῷ δὲ Β οὐδενί· οὕτω γὰρ ἐγίνετο ὁ συλλογισμὸς καὶ τὸ ἀδύνατον.
那么,当时的假设是A属于某些B,而 C被取为属于所有A,且不属于任何B;因为这样才会产生三段论和不可能。
τοῦτο δὲ τὸ μέσον σχῆμα, εἰ τὸ τῷ μὲν Α παντὶ τῷ δὲ Β μηδενὶ ὑπάρχει.
而这就是中格,如果[C]属于所有A且不属于任何B。
καὶ φανερὸν ἐκ τούτων ὅτι οὐδενὶ τῷ Β ὑπάρχει τὸ Α. ὁμοίως δὲ καὶ εἰ μὴ παντὶ δέδεικται ὑπάρχον.
从这些可以清楚地看到,A不属于任何B。 同样地,如果已证明不属于所有,也是如此。
ἡ μὲν γὰρ ὑπόθεσίς ἐστι παντὶ ὑπάρχειν, τὸ δὲ Γ ἐλαμβάνετο τῷ μὲν παντί, τῷ δὲ Β οὐ παντί.
因为假设是属于所有,而C被取为属于所有[A],且不属于所有B。
καὶ εἰ στερητικὸν λαμβάνοιτο τὸ Γ Α, ὡσαύτως· καὶ γὰρ οὕτω γίνεται τὸ μέσον σχῆμα.
如果将 Γ-A 取为否定命题,也是一样;因为这样也会产生中格。
πάλιν δεδείχθω τινὶ ὑπάρχον·
再次,设已证明A属于某些B。
τῷ Β τὸ Α. ἡ μὲν οὖν ὑπόθεσις μηδενὶ ὑπάρχειν, τὸ δὲ Β ἐλαμβάνετο παντὶ τῷ Γ ὑπάρχειν καὶ τὸ Α ἢ παντὶ ἢ τινὶ τῷ Γ· οὕτω γὰρ ἔσται τὸ ἀδύνατον.
那么,假设是不属于任何[B],而B 被取为属于所有C,且A属于所有或某些C;因为这样就会产生不可能。
τοῦτο δὲ τὸ ἔσχατον σχῆμα, εἰ τὸ καὶ τὸ Β παντὶ τῷ Γ. καὶ φανερὸν ἐκ τούτων ὅτι ἀνάγκη τὸ τινὶ τῷ Β ὑπάρχειν.
而这就是最后一格,如果[A]和B都属于所有C。 从这些可以清楚地看到,[A]必然属于某些B。
ὁμοίως δὲ καὶ εἰ τινὶ τῳ Γ ληφθείη ὑπάρχον τὸ Β ἢ τὸ Α.
同样地,如果取B或A属于某些C也是如此。

词汇与语法注释

  1. 30τῷ τιθέναι ὃ βούλεται ἀναιρεῖν — 与格不定式短语 `τῷ τιθέναι` 表示手段(“通过假设”),与后文的分词 `ἀπάγουσα` 一同解释主句动词 `διαφέρει` 的方式。`ὃ` 是关系代词,作 `βούλεται` 的宾语,整个关系从句作 `τιθέναι` 的宾语。
  2. 35ἀλλʼ ἡ μὲν ἐξ ὧν ὁ συωλλογισμός, ἡ δὲ μίαν μὲν τούτων, μίαν δὲ τὴν ἀντίφασιν τοῦ συμτπεράσματος — 省略了主动词 `λαμβάνει`(或前句的 `λαμβάνουσι`)。`ἡ μὲν` 指直言证明(δεικτική),而 `ἡ δὲ` 指归谬法(ἡ εἰς τὸ ἀδύνατον ἀπόδειξις)。在 `ἐξ ὧν` 中,关系代词 `ὧν` 的先行词被省略,意为“从那些[前提]中,推论得以产生……”。
  3. 63aτὸ ἀληθές — “真者”指的是相对于通过不可能的证明(归谬法)中导致矛盾的假设而言,本来应当直接被证明的“真结论”或“直言证明”。
  4. 10τοῦτο δὲ τὸ μέσον σχῆμα, εἰ τὸ τῷ μὲν Α παντὶ τῷ δὲ Β μηδενὶ ὑπάρχει — 在短语 `εἰ τὸ` 中,作主语的词项(通常为 C)被省略或在传抄中脱落。从上下文来看,它表示中项 C 属于所有大项 A 且不属于任何小项 B 的配置,这正是中格(第二格)的特征。

引用这一段

亚里士多德, 前分析篇 §1.2.14#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.14%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。