Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.12-1.2.13

第二格与第三格中通过不可能的证明

第 64 段,共 123 段 · 希腊语

内容简介

作者分析了在中格和最后一格中通过不可能进行证明(反证法)的应用,展示了如何在这些格中证明全称肯定命题、肯定命题和全称命题,并得出结论,反证法中必须始终假设矛盾命题。

§1.2.12Φανερὸν οὖν ὅτι ἐν τῷ πρώτῳ σχήματι τὰ μὲν ἄλλα προβλήματα πάντα δείκνυται διὰ τοῦ ἀδυνάτου, τὸ δὲ καθόλου καταφατικὸν οὐ δείκνυται.
因此,显然在第一格中,所有其他问题都可以通过不可能来证明,但全称肯定命题却不能被证明。
ἐν δὲ τῷ μέσῳ καὶ τῷ ἐσχάτῳ καὶ τοῦτο δείκνυται.
但在中格和最后一格中,这也可以被证明。
κείσθω γὰρ τὸ Α μὴ παντὶ τῷ Β ὑπάρχειν, εἰλήφθω δὲ τῷ Γ παντὶ ὑπάρχειν τὸ Α. οὐκοῦν εἰ τῷ μὲν Β μὴ παντί, τῷ δὲ Γ παντί, οὐ παντὶ τῷ Β τὸ Γ. τοῦτο δʼ ἀδύνατον· ἔστω γὰρ φανερὸν ὅτι παντὶ τῷ Β ὑπάρχει τὸ Γ, ὥστε ψεῦδος τὸ ὑποκείμενον.
因为,设假设A不属于所有B,且A被取为属于所有C。 那么,如果[A]不属于所有的B,但属于所有的C,则C不属于所有B。 但这是不可能的;因为设C属于所有B是显而易见的,因此所假设的是假的。
ἀληθὲς ἄρα τὸ παντὶ ὑπάρχειν.
因此,[A]属于所有[B]是真的。
ἐὰν δὲ τὸ ἐναντίον ὑποτεθῇ, συλἀογισμός μὲν ἔσται καὶ τὸ δύνατον, οὐ μὴν δείκνυται τὸ προτεθέν.
另一方面,如果假设了相反的命题,虽会产生三段论和不可能,但所提出的命题并没得到证明。
εἰ γὰρ τὸ μηδενὶ τῷ Β, τῷ δὲ Γ παντί, οὐδενὶ τῷ Β τὸ Γ. τοῦτο δʼ ἀδύνατον, ὥστε ψεῦδος τὸ μηδενὶ ὑπάρχειν.
因为,如果[A]不属于任何B,而属于所有C,则C不属于任何B。 但这是不可能的,因此不属于任何[B]是假的。
ἀλλʼ οὐκ εἰ τοῦτο ψεῦδος, τὸ παντὶ ἀληθές.
但是,并不因为这是假的,属于所有就是真的。
ὅτι δὲ τινὶ τῷ Β ὑπάρχει τὸ Α, ὑποκείσθω τὸ Α μηδενὶ τῷ ὑπάρχειν, τῷ δὲ Γ παντὶ ὑπαρχέτω.
为了证明A属于某些B,设假设A不属于任何[B],而属于所有C。
ἀνάγκη οὖν τὸ Γ μηδενὶ τῷ Β. ὥστʼ εἰ τοῦτʼ ἀδύνατον, ἀνάγκη τὸ Α τινὶ τῷ Β ὑπάρχειν.
因此,C必然不属于任何 B。 因此如果这是不可能的,则A必然属于某些B。
ἐὰν δʼ ὑποτεθῇ τινὶ μὴ ὑπάρχειν, ταὐτʼ ἔσται· ἅπερ ἐπὶ τοῦ πρώτου σχήματος.
但如果假设不属于某些,将会发生同样的情况,正如在第一格中那样。
πάλιν ὑποκείσθω τὸ Α τινὶτῷ Β ὑπάρχειν, τῷ δὲ Γ μηδενὶ ὑπαρχέτω.
再次,设假设A属于某些 B,且不属于任何C。
ἀνάγκη οὖν τὸ Γ τινὶ τῷ Β μὴ ὑπάρχειν.
因此,C必然不属于某些B。
ἀλλὰ παντὶ ὑπῆρχεν, ὥστε ψεῦδος τὸ ὑποτεθέν· οὐδενὶ ἄρα τῷ Β τὸ Α ὑπάρξει.
但[C]本属于所有[B],因此所假设的是假的;所以A不属于任何B。
ὅτι δʼ οὐ παντὶ τὸ Α τῷ Β, ὑποκείσθω παντὶ ὑπάρχειν, τῷ δὲ Γ μηδενί.
为了证明 A不属于所有B,设假设它属于所有[B],而不属于任何C。
ἀνάγκη οὖν τὸ Γ μηδενὶ τῷ Β ὑπάρχειν.
因此,C必然不属于任何B。
τοῦτο δʼ ἀδύνατον, ὥστʼ ἀληθὲς τὸ μὴ παντὶ ὑπάρχειν.
但这是不可能的,因此不属于所有是真的。
φανερὸν οὖν ὅτι πάντες οἱ συλλογισμοὶ γίνονται διὰ τοῦ μέσου σχήματος.
因此,显而易见,所有的三段论都是通过中格产生。
§1.2.13Ὁμοίως δὲ καὶ διὰ τοῦ ἐσχάτου.
通过最后一格也是如此。
κείσθω γὰρ τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν, τὸ δὲ Γ παντί· τὸ ἄρα Α τινὶ τῷ Γ οὐχ ὑπάρχει.
因为,设假设A 不属于某些B,而C属于所有B;那么A不属于某些C。
εἰ οὖν τοῦτʼ ἀδύνατον, ψεῦδος τὸ τινὶ μὴ ὑπάρχειν, ὥστʼ ἀληθὲς τὸ παντί.
因此,如果这是不可能的,那么不属于某些是假的,从而属于所有是真的。
ἐὰν δʼ ὑποτεθῇ μηδενὶ ὑπάρχειν, συλλογισμὸς μὲν ἔσται καὶ τὸ ἀδύνατον, οὐ δείκνυται δὲ τὸ προτεθέν· ἐὰν γὰρ τὸ ἐναντίον ὑποτεθῇ, ταὐτʼ ἔσται ἅπερ ἐπὶ τῶν πρότερον.
另一方面,如果假设不属于任何[B],虽会产生三段论和不可能,但所提出的命题并没得到证明;因为如果假设了相反的命题,将会发生与前面同样的情况。
ἀλλὰ πρὸς τὸ τινὶ ὑπάρχειν αὕτη ληπτέα ἡ ὑπόθεσις.
但是,为了证明[A]属于某些,必须采用这个假设。
εἰ γὰρ τὸ μηδενὶ τῷ Β, τὸ δὲ Γ τινὶ τῷ Β, τὸ Α οὐ παντὶ τῷ Γ. εἰ οὖν τοῦτο ψεῦδος ἀληθὲς τὸ Α τινὶ τῷ Β ὑπάρχειν.
因为,如果[A]不属于任何B,而C属于某些B,则A不属于所有C。 因此,如果这是假的,那么A属于某些B是真的。
ὅτι δʼ οὐδενὶ τῷ Β ὑπάρχει τὸ Α, ὑποκείσθω τινὶ ὑπάρχειν, εἰλήφθω δὲ καὶ τὸ Γ παντὶ τῷ Β ὑπάρχον.
为了证明A不属于任何B,设假设它属于某些[B],且C也被取为属于所有B。
οὐκοῦν ἀνάγκη τῷ Γ τινὶ τὸ Α ὑπάρχειν.
那么,A必然属于某些C。
ἀλλʼ οὐδενὶ ὑπῆρχεν, ὥστε ψεῦδος τὸ τινὶ τῷ Β ὑπάρχειν τὸ Α. ἐὰν δʼ ὑποτεθῇ παντὶ τῷ Β ὑπάρχειν τὸ Α οὐ δείκνυται τὸ προτεθέν, ἀλλὰ πρὸς τὸ μὴ παντὶ ὑπάρχειν αὕτη ληπτέα ἡ ὑπόθεσις.
但[A]本不属于任何[C],因此A属于某些B是假的。 但如果假设A属于所有B,所提出的命题并没得到证明;相反,为了证明不属于所有,必须采用这个假设。
εἰ γὰρ τὸ Α παντὶ τῷ Β καὶ τὸ Γ παντὶ τῷ Β, τὸ ὑπάρχει τινὶ τῷ Γ. τοῦτο δὲ οὐκ ἦν, ὥστε ψεῦδος τὸ παντὶ ὑπάρχειν.
因为,如果A属于所有B,且C也属于所有B,那么[A]属于某些C。 但这本来就不成立,因此属于所有是假的。
εἰ δʼ οὕτως, ἀληθὲς τὸ μὴ παντί.
如果是这样,那么不属于所有是真的。
ἐὰν δʼ ὑποτεθῇ τινὶ ὑπάρχειν, ταὐτʼ ἔσται ἃ καὶ ἐπὶ τῶν προειρημένων.
但如果假设属于某些,将会发生与前面所述相同的情况。
Φανερὸν οὖν ὅτι ἐν ἅπασι τοῖς διὰ τοῦ ἀδυνάτου λογισμοῖς τὸ ἀντικείμενον ὑποθετέον.
因此,显而易见,在所有通过不可能的推论中,必须假设矛盾命题。
δῆλον δὲ καὶ ὅτι ἐν τῷ μέσῳ σχήματι δείκνυταί πως τὸ καταφατικὸν καὶ ἐν τῷ ἐσχάτῳ τὸ καθόλου.
同样显而易见的是,在中格中,肯定命题在某种程度上得到了证明,而在最后一格中,全称命题也得到了证明。

词汇与语法注释

  1. 25οὐ παντὶ τῷ Β τὸ Γ — 意为“C不属于所有B”。这里省略了系动词 ὑπάρχει,其主语为 τὸ Γ,与格补足语为 τῷ Β。
  2. 20τὸ ὑπάρχει τινὶ τῷ Γ — 意为“ [A]属于某些C”。在冠词 τὸ 之后,作主语的代数符号(通常为 Α)在手稿中缺失。上下文中,由于前文的前提为“A属于所有B,且C(Γ)属于所有B”,根据第一格的规则,可得出结论“A属于某些C(τὸ Α ὑπάρχει τινὶ τῷ Γ)”,因此省略的主语是 Α。

引用这一段

亚里士多德, 前分析篇 §1.2.12-1.2.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.12-1.2.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。