Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.11#2

归谬法中假设矛盾命题的必要性

第 63 段,共 123 段 · 希腊语

内容简介

本段通过第一格的具体实例,结合排中律等逻辑公理,论证了在归谬法(不可能证明)中必须假设矛盾命题而非相反命题的理由。

§1.2.11#2Πάλιν ὑποκείσθω τὸ τινὶ τῷ Β ὑπάρχειν, εἰλήφθω δὲ τὸ Γ παντὶ τῷ Α. ἀνάγκη οὖν τὸ Γ τινὶ τῷ Β ὑπάρχειν.
再次,设假设[A]属于某些B,而设C被取为属于所有A。 因此,C必然属于某些B。
τοῦτο δʼ ἔστω ἀδύνατον, ὥστε ψεῦδος τὸ ὑποτεθέν.
设这是不可能的,因此所假设的是假的。
εἰ δʼ οὕτως, ἀληθὲς τὸ μηδενὶ ὑπάρχειν.
如果是这样,那么[A]不属于任何[B]是真的。
ὁμοίως δὲ καὶ εἰ στερητικὸν ἐλήφθη τὸ Γ Α. εἰ δʼ ἡ πρὸς τῷ Β εἴληπται πρότασις, οὐκ ἔσται συλλογισμός.
如果C-A被取为否定命题,也是如此。 但如果取了针对B的前提,则不会产生三段论。
ἐὰν δὲ τὸ ἐναντίον ὑποτεθῇ, συλλογισμὸς μὲν ἔσται καὶ τὸ ἀδύνατον, οὐ δείκνυται δὲ τὸ προτεθέν.
相反,如果假设了相反的命题,虽然会产生三段论和不可能,但所提出的命题并没得到证明。
ὑποκείσθω γὰρ παντὶ τῷ Β τὸ ὑπάρχειν, καὶ τὸ Γ τῷ Α εἰλήφθω παντί.
因为,设假设[A]属于所有B,且C被取为属于所有A。
οὐκοῦν ἀνάγκη τὸ Γ παντὶ τῷ Β ὑπάρχειν.
那么,C必然属于所有B。
τοῦτο δʼ ἀδύνατον, ὥστε ψεῦδος τὸ παντὶ τῷ Β τὸ ὑπάρχειν.
但这绝不可能,因此[A]属于所有B是假的。
ἀλλʼ οὔπω γε ἀναγκαῖον, εἰ μὴ παντί, μηδενὶ ὑπάρχειν.
但是,如果不属于所有,并不必然意味着不属于任何。
ὁμοίως δὲ καὶ εἰ πρὸς τῷ Β ληφθείη ἡ ἑτέρα πρότασις· συλλογισμὸς μὲν γὰρ ἔσται καὶ τὸ ἀδύνατον, οὐκ ἀναιρεῖται δʼ ἡ ὑπόθεσις· ὥστε τὸ ἀντικείμενον ὑποθετέον.
如果针对B取另一个前提,也是如此;因为虽然会产生三段论和不可能,但假设并没有被推翻;因此,必须假设矛盾命题。
Πρὸς δὲ τὸ μὴ παντὶ δείξαι ὑπάρχον τῷ Β τὸ Α, ὑποθετέον παντὶ ὑπάρχειν·
为了证明A不属于所有B,必须假设它属于所有B。
εἰ γὰρ τὸ Α παντὶ τῷ Β καὶ τὸ παντὶ τῷ Α, τὸ Γ παντὶ τῷ Β, ὥστ’ εἰ τοῦτο ἀδύνατον, ψεῦδος τὸ ὑποτεθέν.
因为,如果A属于所有B,且[C]属于所有A,那么C属于所有B,因此如果这是不可能的,所假设的就是假的。
ὁμοίως δὲ καὶ εἰ πρὸς τῷ Β ἐλήφθη ἡ ἑτέρα πρότασις.
如果另一个前提针对B而被取得,也是如此。
καὶ εἰ στερητικὸν ἦν τὸ Γ Α, ὡσαύτως· καὶ γὰρ οὕτω γίνεται συλλογισμός.
如果C-A是否定的,同样如此;因为这样也会产生三段论。
ἐὰν δὲ πρὸς τῷ Β ᾖ τὸ στερητικόν, οὐδὲν δείκνυται.
但如果否定命题针对B,则什么也得不到证明。
ἐὰν δὲ μὴ παντὶ ἀλλὰ τινὶ ὑπάρχειν ὑποτεθῇ, οὐ δείκνυται ὅτι οὐ παντὶ ἀλλʼ ὅτι οὐδενί.
但是,如果假设不是不属于所有而是属于某些,那么被证明的就不是不属于所有,而是不属于任何。
εἰ γὰρ τὸ Α τινὶ τῷ Β, τὸ δὲ Γ παντὶ τῷ Α, τινὶ τῷ Β τὸ Γ ὑπάρξει.
因为,如果A属于某些B,而C属于所有A,那么C将属于某些B。
εἰ οὖν τοῦτʼ ἀδύνατον, ψεῦδος τὸ τινὶ ὑπάρχειν τῷ Β τὸ Α, ὥστ’ ἀληθὲς τὸ μηδενί.
因此,如果这是不可能的,那么A属于某些 B就是假的,从而不属于任何是真的。
τούτου δὲ δειχθέντος προσαναιρεῖται τὸ ἀληθές· τὸ γὰρ Α τῷ Β τινὶ μὲν ὑπῆρχε, τινὶ δʼ οὐχ ὑπῆρχεν.
但是,当这一点被证明时,真实的东西反而也被推翻了;因为A对B来说,属于某些却不属于某些。
ἔτι οὐδὲν παρὰ τὴν ὑπόθεσιν συμβαίνει ἀδύνατον· ψεῦδος γὰρ ἂν εἴη, εἴπερ ἐξ ἀληθῶν μὴ ἔστι ψεῦδος συλλογίσασθαι·
此外,并没有任何因假设而起的不可能产生;因为如果不能从真前提中推导虚假结论,那么结论本该是假的。
νῦν δʼ ἐστὶν ἀληθές·
但现在它是真的;因为属于某些B是真的。
ὑπάρχει γὰρ τὸ τινὶ τῷ Β. ὥστʼ οὐχ ὑποθετέον τινὶ ὑπάρχειν, ἀλλὰ παντί.
所以,我们不应当假设属于某些,而应当假设属于所有。
ὁμοίως δὲ καὶ εἰ τινὶ μὴ ὑπάρχον· τῷ Β τὸ Α δεικνύοιμεν· εἰ γὰρ ταὐτὸ τὸ τινὶ μὴ ὑπάρχειν καὶ μὴ παντὶ ὑπάρχειν, ἡ αὐτὴ ἀμφοῖν ἀπόδειξις.
如果要证明A不属于某些B,也是如此;因为如果“不属于某些”与 “不属于所有”是相同的,那么两者的证明也就是相同的。
Φανερὸν οὖν ὅτι οὐ τὸ ἐναντίον ἀλλὰ τὸ ἀντικείμενον ὑποθετέον ἐν ἅπασι τοῖς συλλογισμοῖς.
因此,显而易见,在所有三段论中,不应当假设相反命题,而应当假设矛盾命题。
οὕτω γὰρ τό τε ἀναγκαῖον ἔσται καὶ τὸ ἀξίωμα ἔνδοξον.
因为只有这样,才会有必然性,而且公理也是可接受的。
εἰ γὰρ κατὰ παντὸς ἡ' φάσις ἢ ἡ ἀπόφασις, δειχθέντος ὅτι οὐχ ἡ ἀπόφασις, ἀνάγκη τὴν κατάφασιν ἀληθεύεσθαι.
因为对于任何事物,要么肯定要么否定是真的,当证明了否定不是真的时,肯定必然是真的。
πάλιν εἰ μὴ τίθησιν ἀληθεύεσθαι τὴν κατάφασιν, ἔνδοξον τὸ ἀξιῶσαι τὴν ἀπόφασιν.
再次,如果不承认肯定是真的,那么要求否定则是可接受的。
τὸ δʼ ἐναντίον οὐδετέρως ἁρμόττει ἀξιοῦν· οὔτε γὰρ ἀναγκαῖον, εἰ τὸ μηδενὶ ψεῦδος, τὸ παντὶ ἀληθές, οὔτʼ ἔνδοξον ὡς εἰ θάτερον ψεῦδος, ὅτι θάτερον ἀληθές.
但是,要求相反命题在任何一方面都不适用;因为,如果“不属于任何”是假的,并不必然意味着“属于所有”是真的,如果一个为假,另一个就为真,这也不是可接受的观点。

词汇与语法注释

  1. 33τὸ παντὶ τῷ Α — 主语项C(τὸ Γ)在上下文中被省略,其意为“且C属于所有A”。补全这一省略可以构成第一格全称肯定(Barbara)的前提。
  2. 5παρὰ τὴν ὑπόθεσιν — 介词 παρά 在此并非指“违反”,而是指“由于”或“因……而起”。它解释了并不会因为假设的命题而产生任何不可能的结论。
  3. 10ἡ αὐτὴ ἀμφοῖν ἀπόδειξις — 省略了连系动词 ἐστί 的静词句,意为“两者的证明是相同的”。
  4. 15τό τε ἀναγκαῖον ἔσται καὶ τὸ ἀξίωμα ἔνδοξον — 共享将来时动词 ἔσται 的并列结构,第二个分句中也应补出 ἔσται,意为“且公理将是可接受的”。

引用这一段

亚里士多德, 前分析篇 §1.2.11#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.11%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。