§1.1.46#2Καὶ ἐπὶ πολλῶν δέ, ὧν τοῖς μὲν ὑπάρχει τοῖς δʼ οὐχ ὑπάρχει ταὐτόν, ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύοιτʼ ἄν, ὅτι· οὐκ ἔστι λευκὰ πάντα ἢ ὅτι οὐκ ἔστι λευκὸν ἕκαστον·
而且在许多情况下,同一个属性属于其中一些而不属于另一些,否定同样可以是真实的,即:并非所有的都是白的,或者并非每一个都是白的;但是说每一个都是非白的,或者所有的都是非白的,则是虚假的。
ὅτι δ᾿ ἐστὶν οὐ λευκὸν ἕκαστον ἢ πάντα ἐστὶν οὐ λευκά, ψεῦδος ὁμοίως δὲ καὶ τοῦ ἔστι πᾶν ζῷον λευκόν οὐ τὸ ἔστιν οὐ λευκὸν ἅπαν ζῷον ἀπόφασις (ἄμφω γὰρ ψευδεῖς), ἀλλὰ τὸ οὐκ ἔστι πᾶν ζῶον λευκόν.
同样地,“每一个动物都是白的”之否定,并不是“每一个动物都是非白的”(因为两者都是虚假的),而是“并非每一个动物都是白的”。
Ἐπεὶ δὲ δῆλον ὅτι ἕτερον σημαίνει τὸ ἔστιν οὐ λευκόν καὶ οὐκ ἔστι λευκόν, καὶ τὸ μὲν κατάφασις τὸ δʼ ἀπόφασις, φανερὸν ὡς οὐχ ὁ αὐτὸς τρόπος τοῦ δεικνύναι ἑκάτερον, οἷον ὅτι ὃ ἂν ᾖ ζῷον οὐκ ἔστι λευκὸν ἢ ἐνδέχεται μὴ εἶναι λευκόν, καὶ ὅτι ἀληθὲς εἰπεῖν μὴ λευκόν·
既然显而易见,“是非白的”与“不是白的”具有不同的含义,且前者是肯定,而后者否定,那么显然证明这两者的方法并不相同——例如,证明凡是动物“都不是白的”(或者“可以是而不白”),与证明“说‘非白’是真的”不同,因为后者是“是非白的”。
τοῦτο γάρ ἐστιν εἶναι μὴ λευκόν. ἀλλὰ τὸ μὲν ἀληθὲς εἰπεῖν ἔστι λευκόν εἴτε μὴ λευκόν ὁ αὐτὸς κατασκευαστικῶς γὰρ ἄμφω διὰ τοῦ πρώτου δείκνυται σχήματος·
但是,证明“说‘是白的’是真的”和说“‘是非白的’是真的”,其方法是相同的;因为两者都是通过第一格以建设性的方式被证明的。
τὸ γὰρ ἀληθὲς τῷ ἔστιν ὁμοίως τάττεται· τοῦ γὰρ ἀληθὲς εἰπεῖν λευκὸν οὐ τὸ ἀληθὲς εἰπεῖν μὴ λευκὸν ἀπόφασις, ἀλλὰ τὸ μὴ ἀληθὲς εἰπεῖν λευκόν.
因为“是真的”其配置类似于“是”;因为对“说‘是白的’是真的”之否定,并不是“说‘是非白的’是真的”,而是“说‘是白的’不是真的”。
εἰ δὴ ἔσται ἀληθὲς εἰπεῖν ὃ ἂν ᾖ ἄνθρωπος μουσικὸν εἶναι ἢ μὴ μουσιὸν εἶναι, ὃ ἂν ᾖ ζῷον ληπτέον ἢ εἶναι μουσικὸν ἢ εἶναι μὴ μουσικόν, καὶ δέδεικται.
因此,如果说凡是人“是音乐的”或“是非音乐的”是真的,那么就必须假定凡是动物要么是“音乐的”要么是“非音乐的”,如此便得到了证明。
τὸ δὲ μὴ εἶναι μουσικὸν ὃ ἂν ᾖ ἄνθρωπος, ἀνασκευαστικῶς δείκνυται κατὰ τοὺς εἰρτημένους τρόπους τρεῖς.
但要证明凡是人“不是音乐的”,则要根据上述三种方式以破坏性的方式来证明。
Ἁπλῶς δʼ ὅταν οὕτως ἔχῃ τὸ καὶ τὸ Β ὥσθ᾿ ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι, παντὶ δὲ ἐξ ἀνάγκης θάτερον, καὶ πάλιν τὸ Γ καὶ τὸ Δ ὡσαύτως, ἕπηται δὲ τῷ Γ τὸ Α καὶ μὴ ἀντιστρέφῃ, καὶ τῷ Β τὸ Δ ἀκολουθήσει καὶ οὐκ ἀντιστρέφει· καὶ τὸ μὲν καὶ Δ ἐνδέχεται τῷ αὐτῷ, τὸ δὲ Β καὶ οὐκ ἐνδέχεται.
一般而言,当[A]与B的关系是它们不能同时属于同一事物,但其中之一必须属于任何事物,且C与D也同样如此,并且A跟随C 但不反之亦然,那么D将跟随B而不反之亦然;且[A]与D可以同时属于同一事物,但B与[C]则不能。
πρῶτον μὲν οὖν ὅτι τῷ Β τὸ Δ ἕπεται, ἐνθένδε φανερόν.
首先,D跟随B从以下几点显而易见。
ἐπεὶ γὰρ παντὶ τῶν Γ Δ θάτερον ἐξ ἀνάγκης, ᾧ δὲ τὸ Β, οὐκ ἐνδέχεται τὸ Γ διὰ τὸ συνεπιφέρειν τὸ Α, τὸ δὲ καὶ Β μὴ ἐνδέχεσθαι τῷ αὐτῷ, φανερὸν ὅτι τὸ Δ ἀκολουθήσει.
因为在C与D中,其中之一必须属于任何事物,而C不可能属于B所属于的事物(因为C伴随着A,而[A]与B不能属于同一事物),所以显然D将跟随。
πάλιν ἐπεὶ τῷ Α τὸ Γ οὐκ ἀντιστρέφει, παντὶ δὲ τὸ Γ ἢ τὸ Δ, ἐνδέχεται τὸ καὶ τὸ Δ τῷ αὐτῷ ὑπάρχειν.
其次,由于C不与A换位,但C或D必须属于任何事物,所以[A]与D可以属于同一事物。
τὸ δέ γε Β καὶ τὸ Γ οὐκ ἐνδέχεται διὰ τὸ συνακολουθεῖν τῷ Γ τὸ Α· συμβαίνει γάρ τι ἀδύνατον.
但B与C则不能属于同一事物,因为A随伴着C(否则就会导致不可能的结果)。
φανερὸν οὖν ὅτι οὐδὲ τῷ Δ τὸ Β ἀντιστρέφει, ἐπείπερ ἐγχωρεῖ ἅμα τὸ Δ καὶ τὸ Α ὑπάρχειν.
因此显而易见,B也不与D换位,因为D和A可以同时属于同一事物。
Συμβαίνει δʼ ἐνίοτε καὶ ἐν τῇ τοιαύτῃ τάξει τῶν ὅρων ἀπατᾶσθαι διὰ τὸ μὴ τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς ὧνἀνάγκη παντὶ θάτερον ὑπάρχειν·
但是,在这一项的配置中,有时由于未能正确把握其一或其二必须属于一切事物的对立面,因而会导致错误的判断。
οἷον εἰ τὸ Α καὶ τὸ Β μὴ ἐνδέχεται ἅμα τῷ αὐτῷ, ἀνάγκη δʼ ὑπάρχειν, ᾧ μὴ θάτερον, θάτερον, καὶ πάλιν τὸ Γ καὶ τὸ Δ ὡσαύτως, ᾧ δὲ τὸ Γ, παντὶ ἕπεται τὸ Α. συμβήσεται γὰρ ᾧ τὸ Δ, τὸ Β. ὑπάρχειν ἐξ ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος.
例如,如果A和B不能同时属于同一对象,但其中一者不属于则另一者必须属于,且C和D也同样如此,并且凡是C所属的事物,A都跟随它。 那么结果必然是,凡是D所属的事物,B也必然属于它,而这是虚假的。
εἰλήφθω γὰρ ἀπόφασις τῶν Α Β ἡ ἐφʼ ᾧ Ζ, καὶ πάλιν τῶν Γ Δ ἡ ἐφʼ ὧ Θ. ἀνάγκη δὴ παντὶ ἢ τὸ Α ἢ τὸ Ζ. ἢ γὰρ τὴν φάσιν ἢ τὴν ἀπόφασιν.
设A和B中A的否定为Z,且C和D中C的否定为H。 那么,任何事物要么具有A要么具有Z;因为要么是肯定要么否定。
καὶ πάλιν ἢ τὸ Γ ἢ τὸ Θ· φάσις γὰρ καὶ ἀπόφασις.
同样,要么具有C要么具有H;因为是肯定与否定。
καὶ ᾧ τὸ Γ, παντὶ τὸ Α ὑπόκειται.
并且凡是C所属的事物,假定A全部属于它。
ὥστε ᾧ τὸ Ζ, παντὶ τὸ Θ. πάλιν ἐπεὶ τῶν Ζ Β παντὶ θάτερον καὶ τῶν Θ Δ ὡσαύτως, ἀκολουθεῖ δὲ τῷ Ζ τὸ Θ, καὶ τῷ Δ ἀκολουθήσει τὸ Β· τοῦτο γὰρ ἴσμεν.
因此凡是Z所属的事物,H全部属于它。 再者,既然任何事物要么具有Z要么具有B,同样要么具有H要么具有D,且H跟随Z,那么B也将跟随D;因为我们知道这一点。
εἰ ἄρα τῷ Γ τὸ Α, καὶ τῷ Δ τὸ Β. τοῦτο δὲ ψεῦδος· ἀνάπαλιν γὰρ ἦν ἐν τοῖς οὕτως ἔχουσιν ἡ ἀκολούθησις.
因此,如果A跟随C,那么B也将跟随D。 但这是虚假的;因为在如此关系的事物中,其跟随关系是相反的。
οὐ γὰρ ἴσως ἀνάγκη παντὶ τὸ Α ἢ τὸ Ζ, οὐδὲ τὸ Ζ ἢ τὸ Β. οὐ γάρ·
因为,并不同样必要任何事物要么具有A要么具有Z,或者要么具有Z要么具有B。
ἐστιν ἀπόφασις τοῦ Α τὸ Ζ. τοῦ γὰρ ἀγαθοῦ τὸ οὐκ ἀγαθὸν ἀπόφασις· οὐ ταὐτὸ δʼ ἐστὶ τὸ οὐκ ἀγαθὸν τῷ οὔτʼ ἀγαθὸν οὔτʼ οὐκ ἀγαθόν.
因为Z并不是A的否定。 因为对于“善”而言,“非善”是否定;而“非善”与“既非善又非非善者”并不相同。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν Γ Δ· αἱ γὰρ ἀποφάσεις αἰ εἰλημμέναι δύο εἰσίν.
对于C和D同样如此;因为所取出的否定是两个。