§1.1.6#1Ἐὰν δὲ τῷ αὐτῷ τὸ μὲν παντὶ τὸ δὲ μηδενὶ ὑπάρχῃ, ἢ ἄμφω παντὶ ἢ μηδενί, τό μὲν σχῆμα τὸ τοιοῦτον καλῶ τρίτον, μέσον δʼ ἐν αὐτῷ λέγω καθʼ οὗ ἄμφω τὰ κατηγορούμενα, ἄκρα δὲ τὰ κατηγορούμενα, μεῖζον δʼ ἄκρον τὸ πορρώτερον τοῦ μέσου, ἔλαττον δὲ τὸ ἐγγύτερον.
如果对于同一个事物,一个属于其全部,另一个不属于其任何,或者两者都属于全部或都不属于任何,我把这样的格称为第三格;在这一格中,我把两述语都以此为述语的那一个称为中项,把两述语称为端项,把距离中项较远的称为大端项,较近的称为小端项。
τίθεται δὲ τὸ μέσον ἔξω μὲν τῶν ἄκρων, ἔσχατον δὲ τῇ θέσει.
中项被置于两端项之外,在位置上处于最后。
τέλειος μὲν οὖν οὐ γίνεται συλλογισμὸς οὐδʼ ἐν τούτῳ τῷ σχήματι, δυνατὸς δʼ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων πρὸς τὸ μέσον.
在这个格中同样不会产生完全的三段论,但无论词项相对于中项是全称的还是非全称的,三段论都是可能的。
Καθόλου μὲν οὖν ὄντων, ὅταν καὶ τὸ καὶ τὸ Ρ παντὶ τῷ Σ ὑπάρχῃ, ὅτι τινὶ τῷ Ρ τὸ ὑπάρξει ἐξ ἀνάγκης· ἐπεὶ γὰρ ἀντιστρέφει τὸ κατηγορικόν, ὑπάρξει τὸ Σ τινὶ τῷ Ρ, ὥστʼ ἐπεὶ τῷ μὲν Σ παντὶ τὸ Π, τῷ δὲ Ρ τινὶ τὸ Σ, ἀνάγκη τὸ Π τινὶ τῶ Ρ ὑπάρχειν· γίνεται γὰρ συλλογισμὸς διὰ τοῦ πρώτου σχήματος.
当它们是全称的时,如果Π和Ρ都属于每一个Σ,那么Π将必然属于某个Ρ;因为既然肯定命题是可换位的,Σ将属于某个Ρ,从而既然Π属于每一个Σ,而Σ属于某个Ρ,Π就必然属于某个Ρ;因为通过第一格产生了一个三段论。
ἔστι δὲ καὶ διὰ τοῦ ἀδυνάτου καὶ τῷ ἐκθέσθαι ποιεῖν τὴν ἀπόδειξιν· εἰ γὰρ ἄμφω παντὶ τῷ Σ ὑπάρχει, ἂν ληφθῇ τι τῶν Σ οἷον τὸ Ν, τούτῳ καὶ τὸ Π καὶ τὸ Ρ ὑπάρξει, ὥστε τινὶ τῷ Ρ τὸ Π ὑπάρξει.
同样也可以通过归谬法和通过展示来作证明;因为如果两者都属于每一个Σ,若取某个Σ,例如Ν,则Π和Ρ都将属于它,从而Π将属于某个Ρ。
καὶ ἂν τὸ μὲν Ρ παντὶ τῷ Σ, τὸ δὲ Π μηδενὶ ὑπάρχῃ, ἔσται συλλογισμὸς ὅτι τὸ τινὶ τῷ Ρ οὐχ ὑπάρξει ἐξ ἀνάγκης· ὁ γὰρ αὐτὸς τρόπος τῆς ἀποδείξεως ἀντιστραφείσης τῆς Ρ Σ προτάσεως.
此外,如果Ρ属于每一个Σ,而Π不属于任何Σ,那么将会产生一个三段论,即Π必然不属于某个Ρ;因为当Ρ-Σ前提换位时,证明方法是相同的。
δειχθείη δʼ ἂν καὶ διὰ τοῦ ἀδυνάτου, καθάπερ ἐπὶ τῶν πρότερον.
也可以通过归谬法得到证明,正如在先前的例子中那样。
ἐὰν δὲ τὸ μέν Ρ μηδενὶ τὸ δὲ παντὶ ὑπάρχῃ τῷ Σ, οὐκ ἔσται συλλογισμός.
但如果Ρ不属于任何Σ,而Π属于每一个Σ,则不会产生三段论。
ὅροι τοῦ ὑπάρχειν ζῷον–ἵππος–ἄνθρωπος, τοῦ μὴ ὑπάρχειν ζῷονἄψυχον–ἄνθρωπος.
属于的词项为:动物—马—人;不属于的词项为:动物—无生物—人。
οὐδʼ ὅταν ἄμφω κατὰ μηδενὸς τοῦ Σ λέγηται, οὐκ ἔσται συλλογισμός.
当两者都不对任何Σ述说时,也不会产生三段论。
ὅροι τοῦ ὑπάρχειν ζῷον–ἵπποςἄ—ψυχον, τοῦ μὴ ὑπάρχειν ἄνθρωπος–ἵππος–ἄψυχον· μέσον ἄψυχον.
属于的词项为:动物—马—无生物;不属于的词项为:人—马—无生物;中项为:无生物。
φανερὸν οὖν καὶ ἐν τούτῳ τῷ σχήματι πότʼ ἔσται καὶ πότʼ οὐκ ἔσται συλλογισμός καθόλου τῶν ὅρων ὄντων.
因此,在这一格中,当词项是全称的时,何时产生、何时不产生三段论也是明显的。
ὅταν μὲν γὰρ ἀμφότεροι οἱ ὅροι ὦσι κατηγορικοί, ἔσται συλλογισμός ὅτι τινὶ ὑπάρχει τὸ ἄκρον τῷ ἄκρῳ, ὅταν δὲ στερητικοί, οὐκ ἔσται.
因为当两个词项都是肯定的时,就会产生一个端项属于另一个端项的某个部分的三段论;但当它们是否定的时,则不会产生。
ὅταν δʼ ὁ μὲν ᾖ στερητικὸς ὁ δὲ καταφατικός, ἐὰν μὲν ὁ μείζων γένηται στερητικὸς ἅτερος δὲ καταφατικός, ἔσται συλλογισμός ὅτι τινὶ οὐχ ὑπάρχει τὸ ἄκρον τῷ ἄκρῳ, ἐὰν δʼ ἀνάπαλιν, οὐκ ἔσται.
而当一为否定、一为肯定时,如果大端项是否定的,另一个是肯定的,就会产生一个端项不属于另一个端项的某个部分的三段论;但反之,则不会产生。
Ἐὰν δʼ ὁ μὲν ᾖ καθόλου πρὸς τὸ μέσον ὁ δʼ ἐν μέρει, κατηγορικῶν μὲν ὄντων ἀμφοῖν ἀνάγκη γίνεσθαι συλλογισμόν, ἂν ὁποτεροσοῦν ᾖ καθόλου τῶν ὅρων.
如果一者相对于中项是全称的,另一者是特称的,且两者都是肯定的,那么只要任何一个词项是全称的,就必然产生三段论。
εἰ γὰρ τὸ μὲν Ρ παντὶ τῷ Σ τὸ δὲ Π τινί, ἀνάγκη τὸ Π τινὶ τῷ Ρ ὑπάρχειν.
因为如果Ρ属于每一个Σ,而Π属于某个Σ,那么Π必然属于某个Ρ。
ἐπεὶ γὰρ ἀντιστρέφει τὸ καταφατικόν, ὑπάρξει τὸ Σ τινὶ τῷ Π, ὥστʼ ἐπεὶ τὸ μὲν Ρ παντὶ τῷ Σ, τὸ δὲ Σ τινὶ τῷ Π, καὶ τὸ Ρ τινὶ τῷ Π ὑπάρξει·
因为既然肯定命题是可换位的,Σ将属于某个Π,从而既然Ρ属于每一个Σ,而Σ属于某个Π,Ρ也将属于某个Π;因此Π将属于某个Ρ。
ὥστε τὸ τινὶ τῷ Ρ. πάλιν εἰ τὸ μὲν Ρ τινὶ τῷ Σ τὸ δὲ παντὶ ὑπάρχει, ἀνάγκη τὸ τινὶ τῷ Ρ ὑπάρχειν· ὁ γὰρ αὐτός τρόπος τῆς ἀποδείξεως.
再次,如果Ρ属于某个Σ,而Π属于每一个Σ,那么Π必然属于某个Ρ;因为证明方法是相同的。
ἔστι δʼ ἀποδεῖξαι καὶ διὰ τοῦ ἀδυνάτου καὶ τῇ ἐκθέσει, καθάπερ ἐπὶ τῶν πρότερον.
也可以通过归谬法和通过展示来证明,正如在先前的情况中那样。