§1.1.46#1διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἢ ἀνασκευάειν τὸ ὑπολαμβάνειν ἢ ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ εἶναι τοδὶ καὶ εἶναι μὴ τοῦτο, οἷον τὸ μὴ εἶναι λευκὸν τῷ εἶναι μὴ λευκόν.
假定“不是此物”与“是而非此物”意指相同或相异(例如“不是白的”与“是非白的”),这对于立论或驳论会带来某种差异。
οὐ γὰρ ταὐτὸν σημαίνει, οὐδʼ ἔστιν ἀπόφασις τοῦ εἶναι λευκὸν τὸ εἶναι μὴ λευκόν, ἀλλὰ τὸ μὴ εἶναι λευκόν.
因为它们并不意指相同,而且“是非白的”并不是“是白的”之否定,而“不是白的”才是。
λόγος δὲ τούτου ὅδε.
其原因如下。
ὁμοίως γὰρ ἔχει τὸ δύναται βαδίζειν πρὸς τὸ δύναται οὐ βαδίζειν τῷ ἔστι λευκόν πρὸς τὸ ἔστιν οὐ λευκόν, καὶ ἐπίσταται τἀγαθόν πρὸς τὸ ἐπίσταται τὸ οὐκ ἀγαθόν.
因为“能够行走”对于 “能够不行走”的关系,正如“是白的”对于“是非白的”,以及“知道善”对于“知道非善”的关系。
τὸ γὰρ ἐπίσταται τἀγαθόν ἢ ἔστιν ἐπιστάμενος τἀγαθόν οὐδὲν διαφέρει, οὐδὲ τὸ δύναται βαδίζειν ἢ ἔστι δυνάμενος βαδίζειν· ὥστε καὶ τὰ ἀντικείμενα, οὐ δύναται βαδίζειν—οὐκ ἔστι δυνάμενος βαδίζειν.
因为“知道善”与“是知道善的人”毫无区别,正如“能够行走”与“是能够行走的人”一样;因此它们的对立面, “不能够行走”与“不是能够行走的人”也是如此。
εἰ οὖν τὸ οὐκ ἔστι δυνάμενος βαδίζειν ταὐτὸ σημαίνει καὶ ἔστι δυνάμενος οὐ βαδίζειν ἢ μὴ βαδίζειν, ταῦτά γε ἅμα ὑπάρξει ταὐτῷ (ὁ γὰρ αὐτὸς δύναται καὶ βαδίζειν καὶ μὴ βαδίζειν, καὶ ἐπιστήμων τἀγαθοῦ καὶ τοῦ μὴ ἀγαθοῦ ἐστί), φάσις δὲ καὶ ἀπόφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῷ αὐτῷ.
如果“不是能够行走的人”与“是能够不行走的人”(或“不能行走的”)意指相同,那么这些属性将会同时属于同一个事物(因为同一个人既能够行走也能够不行走,而且既是善的知者也是非善的知者);但相互对立的肯定与否定不能同时属于同一对象。
ὥσπερ οὖν οὐ ταὐτό ἐστι τὸ μὴ ἐπίστασθαι τἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, οὐδʼ εἶναι μὴ ἀγαθὸν καὶ μὴ εἶναι ἀγαθὸν ταὐτόν.
因此,正如“不知道善”与“知道非善”并不相同一样,“是非善的”与“不是善的”也不相同。
τῶν γὰρ ἀνάλογον ἐὰν θάτερα ἕτερα, καὶ θάτερα.
因为在比例关系的事物中,如果其中一对相异,那么另一对也相异。
οὐδὲ τὸ εἶναι μὴ ἴσον καὶ τὸ μὴ εἶναι ἴσον· τῷ μὲν γὰρ ὑπόκειταί τι, τῷ ὄντι μὴ ἴσῳ, καὶ τοῦτʼ ἔστι τὸ ἄνισον, τῷ δʼ οὐδέν.
“是非等同的”与“不是等同的” 也不相同;因为对于前者,即“是非等同的事物”,有某种东西作为其主体下底,这就是“不等的”,而对于后者,则没有任何下底。
διόπερ ἴσον μὲν ἢ ἄνισον οὐ πᾶν, ἴσον δʼ ἢ οὐκ ἴσον πᾶν.
因此,并非所有事物要么相等要么不相等,但所有事物要么相等要么不等同。
ἔτι τὸ ἔστιν οὐ λευκὸν ξύλον καὶ οὐκ ἔστι λευκὸν ξύλον οὐχ ἅμα ὑπάρχει.
此外,“是非白的木头”与“不是白的木头”不能同时属于一个事物。
εἰ γάρ ἐστι ξύλον οὐ λευκόν, ἔσται ξύλον· τὸ δὲ μὴ ὂν λευκόν ξύλον οὐκ ἀνάγκη ξύλον εἶναι.
因为如果它是 “非白的木头”,它必然是“木头”;但那“不是白木的”事物不必然是“木头”。
ὥστε φανερὸν ὅτι οὐκ ἔστι τοῦ ἔστιν ἀγαθόν τὸ ἔστιν οὐκ ἀγαθόν ἀπόφασις.
从而显然,“是非善的”并不是“是善的”之否定。
εἰ οὖν κατὰ παντὸς ἑνὸς ἢ φάσις ἢ ἀπόφασις ἀληθής, εἰ μὴ ἔστιν ἀπόφασις, δῆλον ὡς κατάφασις ἄν· πως εἴη.
如果对于每一个单一事物,要么肯定要么否定是真的,且如果这并不是否定,那么它显然在某种意义上是一种肯定。
καταφάσεως δὲ πάσης ἀπόφασις ἔστιν· καὶ ταύτης ἄρα τὸ οὐκ ἔσ0τιν οὐκ ἀγαθόν.
而对于每一个肯定都有一否定;因此,这一肯定的否定也就是“不是非善的”。
Ἔχει δὲ τάξιν τήνδε πρὸς ἄλληλα.
它们相互之间具有如下的顺序。
ἔστω τὸ εἶναι ἀγαθὸν ἐφʼ οὗ Α, τὸ δὲ μὴ εἶναι ἀγαθὸν ἐφʼ οὗ Β, τὸ δὲ εἶναι μὴ ἀγαθὸν ἐφʼ οὗ Γ, ὑπὸ τὸ Β, τὸ δὲ μὴ εἶναι μὴ ἀγαθὸν ἐφʼ οὗ Δ, ὑπὸ τὸ Α. παντὶ δὴ ὑπάρξει ἢ τὸ Α ἢ τὸ Β, καὶ οὐδενὶ τῷ αὐτῷ·
设“是善的”由A代表,“不是善的”由B代表,“是非善的”由C代表(置于B之下),“不是非善的”由D代表(置于A之下)。
καὶ ἢ τὸ Γ ἢ τὸ Δ, καὶ οὐδενὶ τῷ αὐτῷ.
那么,任何事物要么具有A要么具有B,且同一个事物不能同时具有两者;同样,要么具有C要么具有D,且同一个事物不能同时具有两者。
καὶ ᾧ τὸ Γ, ἀνάγκη τὸ Β παντὶ ὑπάρχειν (εἰ γὰρ ἀληθὲς εἰπεῖν ὅτι ἐστὶν οὐ λευκόν, καὶ ὅτι οὐκ ἔστι λευκὸν ἀληθές· ἀδύνατον γὰρ ἅμα εἶναι λευκὸν καὶ εἶναι μὴ λευκόν, ἢ εἶναι ξύλον οὐ λευκὸν καὶ εἶναι ξύλον λευκόν, ὥστʼ εἰ μὴ ἡ κατάφασις, ἡ ἀπόφασις ὑπάρξει), τῷ δὲ Β τὸ Γ οὐκ ἀεί (ὃ γὰρ ὅλως μὴ ξύλον, οὐδὲ ξύλον ἔσται οὐ λευκόν).
并且凡是C所属的事物,B也必然全部属于它(因为如果说“是非白的”是真,那么说“不是白的”也是真;因为不可能同时既是白的又是非白的,或者是既是非白木又是白木,因此如果肯定不属于,否定就将属于);但C并不总是属于B (因为根本不是木头的东西,也不会是非白的木头)。
ἀνάπαλιν τοίνυν, ᾧ τὸ Α, τὸ Δ παντί (ἢ γὰρ τὸ Γ ἢ τὸ Δ· ἐπεὶ δʼ οὐχ οἷόν τε ἅμα εἶναι μὴ λευκὸν καὶ λευκόν, τὸ Δ ὑπάρξει· κατὰ γὰρ τοῦ ὄντος λευκοῦ ἀληθές εἰπεῖν ὅτι οὐκ ἔστιν οὐ λευκόν), κατὰ δὲ τοῦ Δ οὐ παντὸς τὸ Α (κατὰ γὰρ τοῦ ὅλως μὴ ὄντος ξύλου οὐκ ἀληθὲς τὸ Α εἰπεῖν, ὡς ἔστι ξύλον λευκόν, ὥστε τὸ Δ ἀληθές, τὸ δʼ οὐκ ἀληθές, ὅτι ξύλον λευκόν).
相反,凡是A所属的事物,D也必然全部属于它(因为要么是C要么是D;但由于不可能同时是非白的且是白的,所以D将属于它;因为对于白的事物,说“不是非白的”是真),但并非凡是D真的事物,A都属于它(因为对于根本不是木头的事物,说A,即它是白木,是不真的,所以对它而言D是真的,但说它是白木则是不真的)。
δῆλον δʼ ὅτι καὶ τὸ Α Γ οὐδενὶ τῷ αὐτῷ καὶ τὸ Β καὶ τὸ Δ ἐνδέχεται τινὶ τῷ αὐτῷ ὑπάρξαι.
同样显然的是,A和C绝不能同时属于同一对象,而B和D则可以同时属于某些同一对象。
Ὁμοίως δʼ ἔχουσι καὶ αἰ στερήσεις πρὸς τὰς κατηγορίας ταύτῃ τῇ θέσει.
在这一配置中,缺失对于断言的关系也是同样的。
ἴσον ἐφʼ οὗ τὸ Α, οὐκ ἴσον ἐφʼ οὗ Β, ἄνισον ἐφʼ οὗ Γ, οὐκ ἄνισον ἐφʼ οὗ Δ.
设“相等”为A,“不等同”为B,“不等”为C,“非不等”为D。