§1.1.45#1Ὅσα δʼ ἐν πλείοσι σχήμασι δείκνυται τῶν προβλημάτων, ἢν ἐν θατέρῳ συλλογισθῇ, ἔστιν ἀναγαγεῖν τὸν συλλογισμὸν εἰς θάτερον, οἷον τὸν ἐν τῷ πρώτῳ στερητικὸν εἰς τὸ δεύτερον, καὶ τὸν ἐν τῷ μέσῳ εἰς τὸ πρῶτον, οὐχ ἅπαντας δὲ ἀλλʼ ἐνίους.
在能在多种格中得到证明的课题中,如果在一格中作出了推论,就可以将该推论还原为另一格,例如将第一格中的否定推论还原为第二格,将中间格中的推论还原为第一格,但并非全部,而只是其中一些。
ἔσται δὲ φανερὸν ἐν τοῖς ἑπομένοις.
这在后文中将会显明。
εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ. οὕτω μὲν οὖν τὸ πρῶτον·
因为如果A不属于任何B,而B属于一切C,那么A就不属于任何 C。
σχῆμα, ἐὰν δʼ ἀντιστραφῇ τὸ στερητικόν, τὸ μέσον ἔσται· τὸ γὰρ Β τῷ μὲν οὐδενί, τῷ δὲ Γ παντὶ ὑπάρχει.
这就是第一格;但如果否定前提换位,就会产生中间格;因为B不属于任何A,而属于一切C。
ὁμοίως δὲ καὶ εἰ μὴ καθόλου ἀλλʼ ἐν μέρει ὁ συλλογισμός, οἷον εἰ τὸ μὲν Α μηδενὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ· ἀντιστραφέντος γὰρ τοῦ στερητικοῦ τὸ μέσον ἔσται σχῆμα.
同样,如果推论不是全称的而是特称的,也是如此,例如如果A不属于任何B,而B属于某些C;因为否定前提换位后就会产生中间格。
Τῶν δʼ ἐν τῷ δευτέρῳ συλλογισμῶν οἱ μὲν καθόλου ἀναχθήσονται εἰς τὸ πρῶτον, τῶν δʼ ἐν μέρει ἅτερος μόνος.
在第二格的推论中,全称推论可以还原为第一格,而特称推论中只有两者之一可以还原。
ἔστω γὰρ τὸ τῷ μὲν Β μηδενὶ τῷ δὲ Γ παντὶ ὑπάρχονἀν.
因为设A不属于任何B,而属于一切C。
τιστραφέντος οὖν τοῦ στερητικοῦ τὸ πρῶτον ἔσται σχῆμα· τὸ μὲν γὰρ Β οὐδενὶ τῷ Α, τὸ δὲ Α παντὶ τῷ Γ ὑπάρξει.
那么否定前提换位后,就会产生第一格;因为 B不属于任何A,而A属于一切C。
ἐὰν δὲ τὸ κατηγορικὸν ᾖ πρὸς τῷ Β, τὸ δὲ στερητικὸν πρὸς τῷ πρῶτον ὅρον θετέον τὸ Γ· τοῦτο γὰρ οὐδενὶ τῷ Α, τὸ δὲ Α παντὶ τῷ Β ὥστʼ οὐδενὶ τῷ Β τὸ Γ. οὐδ᾿ ἄρα τὸ Β τῷ Γ οὐδενί·
但如果肯定前提在B处,否定前提在C处,则必须将C设定为第一项;因为C不属于任何A,而A属于一切B,从而C不属于任何B。
ἀντιστρέφει γὰρ τὸ στερητικόν.
因此B也不属于任何C;因为否定前提是可换位的。
ἐὰν δʼ ἐν μέρει ᾖ ὁ συλλογισμός, ὅταν μὲν ᾖ τὸ στερητικὸν πρὸς τῷ μείζονι ἄκρῳ, ἀναχθήσεται εἰς τὸ πρῶτον, οἷον εἰ τὸ Α μηδενὶ τῷ Β, τῷ δὲ Γ τινί· ἀντιστραφέντος γὰρ τοῦ στερητικοῦ τὸ πρῶτον ἔσται σχῆμα· τὸ μὲν γὰρ Β οὐδενὶ τῷ Α, τὸ δὲ Α τινὶ τῷ Γ. ὅταν δὲ τὸ κατηγορικόν, οὐκ ἀναλυθήσεται, οἷον εἰ τὸ Α τῷ μὲν Β παντί, τῷ δὲ Γ οὐ παντί·
但如果推论是特称的,当否定前提在大端处时,它就会还原为第一格,例如如果A不属于任何B,而属于某些C;因为否定前提换位后就会产生第一格;因为B不属于任何A,而A属于某些C。
οὔτε γὰρ δέχεται ἀντιστροφὴν τὸ Β, οὔτε γενομένης ἔσται συλλογισμός.
但当肯定前提在大端处时,则无法分析,例如如果 A属于一切B,而不属于一切C;因为B既不接受换位,而且即使换位了也不会产生推论。
Πάλιν οἱ μὲν ἐν τῷ τρίτῳ σχήματι οὐκ ἀναλυθήσονται πάντες εἰς τὸ πρῶτον, οἱ δʼ ἐν τῷ πρώτῳ πάντες εἰς τὸ τρίτον.
再次,第三格中的推论并非全部能分析为第一格,但第一格中的推论则全部能分析为第三格。
ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ. οὐκοῦν ἐπειδὴ ἀντιστρέφει τὸ ἐν μέρει κατηγορικόν, ὑπάρξει τὸ Γ τινὶ τῷ Β·
因为设A属于一切B,而B属于某些 C。
τὸ δὲ Α παντὶ ὑπῆρχεν, ὥστε γίνεται τὸ τρίτον σχῆμα.
由于特称肯定前提可换位, C将属于某些B;而A曾属于一切B,从而产生第三格。
καὶ εἰ στερητικὸς ὁ συλλογισμός, ὡσαύτως· ἀντιστρέφει γὰρ τὸ ἐν μέρει κατηγορικόν, ὥστε τὸ μὲν Α οὐδενὶ τῷ Β, τὸ δὲ Γ τινὶ ὑπάρξει.
如果推论是否定的,也是一样;因为特称肯定前提可换位,从而 A不属于任何B,而C将属于某些B。