§1.1.4#1Διωρισμένων δὲ τούτων λέγωμεν ἤδη διὰ τίνων καὶ πότε καὶ πῶς γίνεται πᾶς συλλογισμός· ὕστερον δὲ λεκτέον περὶἀποδείξεως.
在这些事情被规定之后,我们现在来谈谈通过什么、在何时以及如何产生一切三段论;而关于证明,则必须在以后进行讨论。
πρότερον δὲ περὶ συλλογισμοῦ λεκτέον ἢ περὶ ἀποδείξεως διὰ τὸ καθόλου μᾶλλον εἶναι τὸν συλλογισμόν· ἡ μὲν γὰρ ἀπόδειξις συλλογισμός τις, ὁ συλλογισμός δὲ οὐ πᾶς ἀπόδειξις.
但是,必须先讨论三段论,然后讨论证明,因为三段论更为普遍;因为证明是某种三段论,但并非所有的三段论都是证明。
Ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ καὶ τὸν μέσον ἐν ὅλῳ τῷ πρώτῳ ἢ εἶναι ἢ μὴ εἶναι, ἀνάγκη τῶν ἄκρων εἶναι συλλογισμὸν τέλειον.
因此,当三个词项相互具有如下关系:端项整体在中项之内,且中项整体在第一项之内(或在或不在),则两极项必然产生一个完全的三段论。
καλῶ δὲ μέσον μὲν ὃ καὶ αὐτὸ ἐν ἄλλω καὶ ἄλλο ἐν τούτῳ ἐστίν, ὃ καὶ τῇ θέσει γίνεται μέσον· ἄκρα δὲ τὸ αὐτό τε ἐν ἄλλῳ ὂν καὶ ἐν ᾧ ἄλλο ἐστίν.
我把自身在另一者之中、且另一者在它之中的那一项称为“中项”,它在位置上也是居中的;而把自身在另一者之中,以及另一者在它之中的那两项,称为“极项”。
εἰ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β καὶ τὸ Β κατὰ παντὸς τοῦ Γ, ἀνάγκη τὸ Α κατὰ παντός τοῦ Γ κατηγορεῖσθαι· πρότερον γὰρ εἴρηται πῶς τὸ κατὰ παντὸς λέγομεν.
因为如果A对每一个B都适用,而B对每一个Γ都适用,那么A必然对每一个Γ都适用;因为先前已经说明了我们如何使用“对每一个都适用”这一表述。
ὁμοίως δὲ καὶ εἰ τὸ μὲν Α κατὰ μηδενὸς τοῦ Β, τὸ δὲ Β κατὰ παντὸς τοῦ Γ, ὅτι τὸ Α οὐδενὶ τῷ Γ ὑπάρξει.
同样,如果A不适用于任何 B,而B适用于每一个Γ,那么A将不属于任何Γ。
εἰ δὲ τὸ μὲν πρῶτον παντὶ τῷ μέσῳ ἀκολουθεῖ, τὸ δὲ μέσον μηδενὶ τῷ ἐσχάτῳ ὑπάρχει, οὐκ ἔσται συλλογισμός τῶν ἄκρων· οὐδὲν γὰρ ἀναγκαῖον συμβαίνει τῷ ταῦτα εἶναι· καὶ γὰρ παντὶ καὶ μηδενὶ ἐνδέχεται τὸ πρῶτον τῷ ἐσχάτῳ ὑπάρχειν, ὥστε οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου γίνεται ἀναγκαῖον· μηδενὸς δὲ ὄντος ἀναγκαίου διὰ τούτων οὐκ ἔσται συλλογισμός.
但如果第一项随同每一个中项,而中项不属于任何端项,那么两极项将不会产生三段论;因为由于这些关系的存在,并不必然产生任何结果;因为第一项可能属于一切,也可能不属于任何端项,从而无论是特称的还是全称的结论都无法成为必然;既然由于这些关系不能得出任何必然结果,也就不会有三段论。
ὅροι τοῦ παντὶ ὑπάρχειν ζῶον—ἄνθρωποςἵππος, τοῦ μηδενὶ ζῷον—ἄνθρωπος—λίθος.
属于一切的词项为:动物—人—马;不属于任何的词项为:动物—人—石头。
οὐδʼ ὅταν μήτε τὸ πρῶτον τῷ μέσῳ μήτε τὸ μέσον τῷ ἐσχάτῳ μηδενὶ ὑπάρχῃ.
当第一项不属于任何中项,且中项不属于任何端项时也是如此。
οὐδʼ οὕτως ἔσται συλλογισμός.
这样也同样不会产生三段论。
ὅροι τοῦ ὑπάρχειν ἐπιστήμηγραμμή-ἰατρική, τοῦ μὴ ὑπάρχειν ἐπιστήμη—γραμμή—μονάς.
属于的词项为:知识—线—医学;不属于的词项为:知识—线—单子(单位)。
καθόλου μὲν οὖν ὄντων τῶν ὅρων, δῆλον ἐν τούτῳ τῷ σχήματι πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός, καὶ ὅτι ὄντος τε συλλογισμοῦ τοὺς ὅρους ἀναγκαῖον ἔχειν ὡς εἴπομεν, ἄν θʼ οὕτως ἔχωσιν, ὅτι ἔσται συλλογισμός.
因而,当词项是全称的时候,在这一格中何时产生、何时不产生三段论,以及在产生三段论时,词项必须具有如我们所说的关系,并且如果它们具有这种关系,就一定会产生三段论,这些都是显而易见的。
Εἰ δʼ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δʼ ἐν μέρει πρὸς τὸν ἕτερον, ὅταν μὲν τὸ καθόλου τεθῇ πρὸς τὸ μεῖζον ἄκρον ἢ κατηγορικὸν ἢ στερητικόν, τὸ δὲ ἐν μέρει πρὸς τὸ ἔλαττον κατηγορικόν, ἀνάγκη συλλογισμὸν εἶναι τέλειον, ὅταν δὲ πρὸς τὸ ἔλαττον ἢ καὶ ἄλλως πως ἔχωσιν οἱ ὅροι, ἀδύνατον.
如果词项中一者是全称的,而另一者相对于其对应项是特称的,当全称词项与大极项置于一处(无论是肯定的还是否定的),而特称词项与小极项置于一处且是肯定的,那么必然产生完全的三段论;但如果全称词项与小极项置于一处,或者词项以任何其他方式关联,则不可能产生三段论。
λέγω δὲ μεῖζον μὲν ἄκρον ἐν ᾧ τὸ μέσον ἐστίν, ἔλαττον δὲ τὸ ὑπὸ τὸ μέσον ὄν.
我把中项在其中的那一项称为“大极项”,而把处在中项之下的那一项称为“小极项”。
ὑπαρχέτω γὰρ τὸ μὲν Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ. οὐκοῦν εἰ ἕστι παντὸς κατηγορεῖσθαι τὸ ἐν ἀρχῇ λεχθέν, ἀνάγκη τὸ Α τινὶ τῷ Γ ὑπάρχειν.
因为,设A属于每一个B,而B属于某个Γ。 那么,如果“对每一个都适用”如最初所说的那样,则A必然属于某个Γ。
καὶ εἰ τὸ μὲν Α μηδενὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ, ἀνάγκη τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχειν· ὥρισται γὰρ καὶ τὸ κατὰ μηδενὸς πῶς λέγομεν· ὥστε ἔσται συλλογισμὸς τέλειος.
并且如果A不属于任何B,而B属于某个Γ,那么A必然不属于某个Γ;因为对于我们如何使用“不适用于任何”也有规定;所以,这将会是一个完全的三段论。
ὁμοίως δὲ καὶ εἰ ἀδιόριστον εἴη τὸ Β Γ, κατηγορικὸν ὄν· ὁ γὰρ αὐτὸς ἔσται συλλογισμὸς ἀδιορίστου τε καὶ ἐν μέρει λτηφθέντος.
同样,如果BΓ是肯定的不定称,结果也是一样;因为无论是作为不定称还是作为特称被取用,都将产生同一个三段论。