§1.1.32ἐκ τῶν εἰρημένων·
从前述的内容中[显而易见]。
πῶς δʼ ἀνάξομεν τοὺς συλλογισμούς εἰς τὰ προειρημένα σχήματα, λεκτέον ἂν εἴη μετὰ ταῦτα· λοιπὸν γάρ ἔτι τοῦτο τῆς σκέψεως.
然而,此后我们应当说明如何将三段论还原到前述的各种格中;因为这仍是这项考察所剩存的部分。
εἰ γάρ τήν τε γένεσιν τῶν συλλογισμῶν θεωροῖμεν καὶ τοῦ εὑρίσκειν ἔχοιμεν δύναμιν, ἔτι δὲ τοὺς γεγενημένους ἀναλύοιμεν εἰς τὰ προειρημένα σχήματα, τέλος αν ἔχοι ἡ ἐξ ἀρχῆς πρόθεσις.
因为如果我们能够观察三段论的产生,并具有发现它们的能力,进而将已经形成的三段论分解到前述的各种格中,那么起初的计划便将宣告完成。
συμβήσεται δʼ ἅμα καὶ τὰ πρότερον εἰρημένα ἐπιβεβαιοῦσθαι καὶ φανερώτερα εἶναι ὅτι οὕτως ἔχει, διὰ τῶν νῦν λεχθησομένων· δεῖ γὰρ πᾶν τὸ ἀληθές αὐτὸ ἑαυτῷ ὁμολογούμενον εἶναι πάντῃ.
同时,通过现在将要说明的内容,此前所说的话不仅会得到证实,而且会更加清晰地表明其确实如此;因为一切真理都必须在每一个方面与自身相一致。
Πρῶτον μὲν οὖν δεῖ πειρᾶσθαι τὰς δύο προτάσεις ἐκλαμβάνειν τοῦ συλλογισμοῦ (ῥᾷον γὰρ εἰς τὰ μείζω διελεῖν ἢ τὰ ἐλάττω, μείω δὲ τὰ συγκείμενα ἢ ἐξ ὧν), εἶτα σκοπεῖν ποτέρα ἐν ὅλῳ καὶ ποτέρα ἐν μέρει, καί, εἰ μὴ ἄμφω εἰλημμέναι εἶεν, αὐτὸν τιθέναι τὴν ἑτέραν.
首先,必须尝试提取出三段论的两个前提(因为将整体分割为较大的部分,要比分割为较小的部分更容易,而复合物要比其所构成的要素更大),接着观察其中哪一个是全称的,哪一个是特称的,如果两者并未都被采用,则必须自己设定另一个。
ἐνίοτε γὰρ τὴν καθόλου προτείναντες τὴν ἐν ταύτη οὐ λαμβάνουσιν, οὔτε γράφοντες οὔτʼ ἐρωτῶντες· ἢ ταύτας μὲν προτεί νουσι, διʼ ὧν δʼ αὗται περαίνονται, παραλείπουσιν, ἄλλα δὲ μάτην ἐρωτῶσιν.
因为有时人们提出了普遍的前提,却不采用其中所包含的前提,无论在书写中还是在提问中;或者,他们提出了这些前提,却省去了藉以得出这些前提的前提,而徒劳地询问其他事情。
σκεπτέον οὖν εἴ τι περίεργον εἴληπτα καὶ εἴ τι τῶν ἀναγκαίων παραλέλειπται, καὶ τὸ μὲν θετέον τὸ δʼ ἀφαιρετέον, ἕως ἂν ἔλθῃ εἰς τὰς δύο ἄνευ γὰρ τούτων οὐκ ἕστιν ἀναγαγεῖν τοὺς οὕτως ἠρωτημένους λόγους.
因此,必须考察是否采纳了多余的东西,是否漏掉了任何必要的东西,必须设定这一个而去掉那一个,直到得出这两个前提为止;因为若没有这两个前提,便无法还原以这种方式被提问的论证。
ἐνίων μὲν οὖν ῥᾴδιον ἰδεῖν τὸ ἐνδεές, ἔνιοι δὲ λανθάνουσι καὶ δοκοῦσι συλλογίζεσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων, οἶον εἰ ληφθείη μὴ οὐσίας ἀναιρουμένης μὴ ἀναιρεῖσθαι οὐσίαν, ἐξ ὧν δʼ ἐστὶν ἀναιρουμένων, καὶ τὸ ἐκ τούτων φθείρεσθαι·
在有些情况下,确实容易看出缺少了什么,但在另一些情况下,这却不易被察觉,而且由于从所给定的前提中产生出某种必然的结果,他们似乎进行了推论。
τούτων γὰρ τεθέντων ἀναγκαῖον μὲν τὸ οὐσίας μέρος εἶναι οὐσίαν, οὐ μὴν συλλελόγισται διὰ τῶν εἰλημμένων ἀλλʼ ἐλλείπουσι προτάσεις.
例如,如果设定了当非实体被消灭时实体不被消灭,但当那些构成实体的要素被消灭时,由它们所构成的也随之消灭;当这些被假定后,实体的部分是实体便是必然的,然而这并不是通过已被采用的前提推导出来的,而是缺少了前提。
πάλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι καὶ ζῴου οὐσίαν, ἀνθρώπου ὄντος ἀνάγκη οὐσίαν εἶναι· ἀλλʼ οὔπω συλλελόγισται· οὐ γὰρ ἔχουσιν αἱ προτάσεις ὡς εἴπομεν.
再次,如果当人存在时动物必然存在,而当动物存在时实体必然存在,那么当人存在时实体必然存在;但这也尚未被推论出来;因为诸前提并不具有我们所说的形式。
Ἀπατώμεθα δʼ ἐν τοῖς τοιούτοις διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων, ὅτι καὶ ὁ συλλογισμὸς ἀναγκαῖόν ἐστιν.
在这些情况下我们之所以被蒙蔽,是因为从所给定的前提中产生出了某种必然的结果,而且三段论也是某种必然的东西。
ἐπὶ πλέον δὲ τὸ ἀναγκαῖον ἢ ὁ συλλογισμός· ὁ μὲν γὰρ συλλογισμὸς πᾶς ἀναγκαῖον, τὸ δʼ ἀναγκαῖον οὐ πᾶν συλλογισμός.
但必然的东西比三段论的范围更广;因为一切三段论都是必然的,但并非一切必然的东西都是三段论。
ὥστʼ οὐκ εἴ τι συμβαίνει τεθέντων τινῶν, πειρατέον ἀνάγειν εὐθύς, ἀλλὰ πρῶτον ληπτέον τὰς δύο προτάσεις, εἶθʼ οὕτω διαιρετέον εἰς τοὺς ὅρους, μέσον δὲ θετέον τῶν ὅρων τὸν ἐν ἀμφοτέραις ταῖς προτάσεσι λεγόμενον· ἀνάγκη γὰρ τὸ μέσον ἐν ἀμφοτέραις ὑπάρχειν ἐν ἅπασι τοῖς σχήμασιν.
所以,并不是因为当设定了某些事物时产生出了某种结果,就应当立即尝试进行还原,而是必须首先取得两个前提,然后将其划分为词项,并且必须将这两个前提中共同被提及的项设定为中项;因为在所有的格中,中项必然存在于两个前提中。
Ἐὰν μὲν οὖν κατηγορῇ καὶ κατηγορῆται τὸ μέσον, ἢ αὐτὸ μὲν κατηγορῇ, ἄλλο δʼ ἐκείνου ἀπαρνῆται, τὸ πρῶτον ἔσται σχῆμα· ἐὰν δὲ καὶ κατηγορῇ καὶ ἀπαρνῆται ἀπό τινος, τὸ μέσον· ἐάν δʼ ἄλλα ἐκείνου κατηγορῆται, ἢ τὸ μὲν ἀπαρνῆται τὸ δὲ κατηγορῆται, τὸ ἔσχατον.
因此,如果中项既述定又被述定,或者其自身进行述定,而另一个对它予以否定,那么这就是第一格;但如果它对某物既进行述定又予以否定,这就是中格(第二格);如果其他事物被述定于它,或者一者被否定而另一者被述定,那么这就是最后一格(第三格)。
οὕτω γὰρ εἶχεν ἐν ἑκάστῳ σχήματι τὸ μέσον.
因为在每一个格中,中项都是如此定位的。
ὁμοίως δὲ καὶ ἐὰν μὴ καθόλου ὦσιν αἰ προτάσεις· ὁ γάρ αὐτὸς διορισμός τοῦ μέσου.
如果前提不是全称的,情况也是类似的;因为中项的定义是相同的。
φανερὸν οὖν ὡς ἐν ᾧ λόγῳ μὴ λέγεται ταὐτὸ πλεονάκις, ὅτι οὐ γίνεται συλλογισμός· οὐ γὰρ εἴλτηπται μέσον.
因此很明显,如果在论证中相同的东西没有被多次提及,那么三段论便无法成立;因为没有取得中项。
ἐπεὶ δʼ ἔχομεν ποῖον ἐν ἑκάστῳ σχήματι περαίνεται τῶν προβλημάτων, καὶ ἐν τίνι τὸ καθόλου καὶ ἐν ποίῳ τὸ ἐν μέρει, φανερόν ὡς οὐκ εἰς ἅπόντα τὰ σχήματα βλεπτέον, ἀλλʼ ἑκάστου προβλήματος εἰς τὸ οἰκεῖον.
既然我们掌握了在每个格中能够得出何种问题,即在哪个格中得出全称,在哪个格中得出特称,显而易见,我们不应关注所有的格,而应关注适合于每个问题的格。
ὅσα δʼ ἐν πλείοσι περαίνεται, τῇ τοῦ μέσου θέσει γνωριοῦμεν τὸ σχῆμα.
对于那些可以在多个格中得出结论的问题,我们将通过中项的位置来辨识其格。