§1.1.31Ὅτι δʼ ἡ διὰ τῶν γενῶν διαίρεσις μικρόν τι μόριόν ἐστι τῆς εἰρημένης μεθόδου, ῥᾴδιον ἰδεῖν· ἔστι γὰρ ἡ διαίρεσις οἷον ἀσθενὴς συλλογισμός·
但是,很容易看出,通过属进行的划分只是上述探求方法的一个微小部分;因为划分可以说是一种软弱的推定(或弱三段论)。
ὃ μὲν γὰρ δεῖ δείξαι αἰτεῖται, συλλογίζεται δʼ ἀεί τι τῶν ἄνωθεν.
因为它乞求了需要证明的东西,并且总是对更上位的项进行推论。
πρῶτον δʼ αὐτὸ τοῦτο ἐλελήθει τοὺς χρωμένους αὐτῇ πάντας, καὶ πείθειν ἐπεχείρουν ὡς ὄντος δυνατοῦ περὶ οὐσίας ἀπόδειξιν γενέσθαι καὶ τοῦ τί ἐστιν.
首先,这一点本身就被所有使用它的人所忽视,他们企图说服别人,认为对于实体和“它是什么”(本质)是有可能产生证明的。
ὥστʼ οὔτε ὅ τι ἐνδέχεται συλλογίσασθαι διαιρουμένοις ξυνίεσαν, οὔτε ὅτι οὕτως ἐνεδέχετο ὥσπερ εἰρήκαμεν.
因此,他们既不理解进行划分的人有可能推论出什么,也不理解这像我们所说的那样是有可能的。
ἐν μὲν οὖν ταῖς ἀποδείξεσιν, ὅταν δέῃ τι συλλογίσασθαι ὑπάρχειν, δεῖ τὸ μέσον, διʼ οὗ γίνεται ὁ συλλογισμός, καὶ ἧττον ἀεὶ εἶναι καὶ μὴ καθόλου τοῦ πρώτου τῶν ἄκρων·
那么在证明中,当需要推论出某物属于时,使三段论成立的中项,必须始终小于且不普遍于两极中的第一项。
ἡ δὲ διαίρεσις τοὐναντίον βούλεται· τὸ γὰρ καθόλου λαμβάνει μέσον.
然而,划分却想要相反的东西;因为它把普遍的项作为中项。
ἔστω γὰρ ζῶον ἐφʼ οὗ Α, τὸ δὲ θνητὸν ἐφʼ οὗ Β, καὶ ἀθάνατον ἐφʼ οὗ Γ, ὁ δʼ ἄνθρωπος, οὗ τὸν λόγον δεῖ λαβεῖν, ἐφʼ οὗ τὸ Δ. ἅπαν δὴ ζῷον λαμβάνει ἢ θνητὸν ἢ ἀθάνατον·
例如,设动物为 A,可死的为 B,不死(不可死)的为 Γ,而需要得出其定义的人类为 Δ。
τοῦτο δʼ ἐστίν, ὃ ἂν ᾖ Α, ἅπαν εἶναι ῇ Β ἢ Γ. πάλιν τὸν ἄνθρωπον ἀεὶ διαιρούμενος τίθεται ζῷον εἶναι, ὥστε κατὰ τοῦ Δ τὸ Α λαμβάνει ὑπάρχειν.
每一个进行划分的人都认为每一动物或是可死的或是不可死的;也就是说,凡是 A,都是 B 或 Γ。 接着,他通过不断划分,假设人是动物,从而认为 A 属于 Δ。
ὁ μὲν οὖν συλλογισμός ἐστιν ὅτι τὸ Δ ἢ Β ἢ Γ ἅπαν ἔσται, ὥστε τὸν ἄνθρωπον ἢ θντητὸν μὲν ἢ ἀθάνατον ἀναγκαῖον εἶναι, ζῷον θντητὸν δὲ οὐκ ἀναγκαῖον, ἀλλʼ αὐτεῖται· τοῦτο δʼ ἦν ὃ ἔδει συλλογίσασθαι.
因此,三段论就是:每一个 Δ 都将是 B 或 Γ,所以人必然或者是可死的或者是不可死的,但人是可死的动物并不是必然的,而是被乞求的(预先设定的);而这正是需要被推论出的。
καὶ πάλιν θέμενος τὸ μὲν Α ζῷον θνητόν, ἐφʼ οὗ δὲ τὸ Β ὑπόπουν, ἐφʼ οὗ δὲ τὸ Γ ἄπουν, τὸν δʼ ἄνθρωπον τὸ Δ, ὡσαύτως λαμβάνει τὸ μὲν Α ἤτοι ἐν τῷ Β ἢ ἐν τῷ Γ εἶναι (ἅπαν γὰρ ζῷον θνηπὸν ἢ ὑπόπουν ἢ ἄπουν ἐστί), κατὰ δὲ τοῦ Δ τὸ Α (τὸν γὰρ ἄνθρωπον ζῷον θντητὸν εἶναι ἔλαβεν)· ὥσθ᾿ ὑπόπουν μὲν ἢ ἄπουν εἶναι ζῷον ἀνάγκη τὸν ἄνθρωπον, ὑπόπουν δʼ οὐκ ἀνάγκη, ἀλλὰ λαμβάνει· τοῦτο δʼ ἦν ὃ ἔδει πάλιν δεῖξαι.
再次,设 A 为可死动物,B 为有足的,Γ 为无足的,人为 Δ,他同样认为 A 要么在 B 中,要么在 Γ 中(因为每一可死动物要么是有足的,要么是无足的),且 A 属于 Δ(因为他假定了人是可死动物);因此,人必然是有足的或无足的,但人是有足的并不是必然的,而是被他直接取用的;然而这正是再次需要被证明的。
καὶ τοῦτον δὴ τὸν τρόπον ἀεὶ διαιρουμένοις τὸ μὲν καθόλου συμβαίνει αὐτοῖς μέσον λαμβάνειν, καθʼ οὗ δʼ ἔδει δεῖξαι καὶ τὰς διαφορὰς ἄρα.
确实,以这种方式,对于总是进行划分的人来说,结果是他们把普遍的东西作为中项,并且把那需要对其进行证明的对象和差异也作为中项。
τέλος δέ, ὅτι τοῦτʼ ἔστιν ἄνθρωπος ἢ ὅ τι ποτʼ ἂν ᾖ τὸ ζητούμενον, οὐδὲν λέγουσι σαφὲς ὥστʼ ἀναγκαῖον εἶναι· καὶ γὰρ τὴν ἄλλην ὁδὸν ποιοῦνται πᾶσαν, οὐδὲ τὰς ἐνδεχομένας εὐπορίας ὑπολαμβάνοντες ὑπάρχειν.
最后,关于这就是人或者无论所寻求的是什么,他们没有说出任何明确的、使其成为必然的话;因为他们走的是完全相反的道路,甚至没有设想过存在着可以利用的解决途径。
Φανερὸν δʼ ὅτι οὔτʼ ἀνασκευάσαι ταύτῃ τῇ μεθόδῳ ἔστιν, οὔτε περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι, οὔτε περὶ γένους, οὔτʼ ἐν οἷς ἀγνοεῖται τὸ πότερον ὡδὶ ἢ ὡδὶ ἔχει, οἷονἆῤ ἡ διάμετρος ἀσύμμετρος ἢ σύμμετρος.
显而易见,通过这种方法既不能进行反驳,也不能对偶性(附带性)或特有属性(固有性)进行推论,也不能对属进行推论,在那些不知道是处于此种状态还是处于彼种状态的情况下(例如对角线是不可通约的还是可通约的)也不能进行推论。
ἐὰν γὰρ λάβῃ ὅτι ἅπαν μῆκος ἢ. σύμμετρον ἢ ἀσύμμετρον, ἡ δὲ διάμετρος μῆκος, συλλελόγισται ὅτι ἀσύμμετρος ἢ σύμμετρος ἡ διάμετρος.
因为如果有人假定每一长度要么是可通约的要么是不可通约的,而对角线是长度,那么就已经推论出对角线要么是不可通约的要么是可通约的。
εἰ δὲ λήψεται ἀσύμμετρον, ὃ ἔδει συλλογίσασθαι λήψεται.
但如果他假定它是不可通约的,他就直接取用了需要被推论出的东西。
οὐκ ἄρα ἔστι δεῖξαι· ἡ μὲν γὰρ ὁδὸς αὕτη, διὰ ταύτης δʼ οὐκ ἔστιν.
因此,这是无法证明的;因为途径虽然是这个,但通过它却无法做到。
τὸ ἀσύμμετρον ἢ σύμμετρον ἐφʼ οὗ Α, μῆκος Β, διάμετρος Γ. φανερόν οὖν ὅτι οὔτε πρὸς πᾶσαν σκέψιν ἁρμόζει τῆς ζητήσεως ὁ τρόπος, οὔτʼ ἐν οἷς μάλιστα δοκεῖ πρέπειν, ἐν τούτοις ἐστὶ χρήσιμος.
设不可通约或可通约为 A,长度为 B,对角线为 Γ。 因此很明显,这种探求的方式既不适用于每一种考察,在最显得适用的那些情况下,它也是没有用处的。
Ἐκ τίνων μὲν οὖν αἱ ἀποδείξεις γίνονται καὶ πῶς, καὶ εἰς ὁποῖα βλεπτέον καθʼ ἕκαστον πρόβλημα, φανερὸν
那么,证明是由什么产生的,以及如何产生,以及对于每个问题应当关注什么,就很清楚了。