§1.1.30μὲν οὖν ὁδὸς κατὰ πάντων ἡ αὐτὴ καὶ περὶ φιλοσοφίαν καὶ περὶ τέχνην ὁποιανοῦν καὶ μάθημα·
因此,对于所有事物,探求的途径都是相同的,无论是在哲学中,还是在任何技术或学问中。
δεῖ γὰρ τὰ ὑπάρχοντα καὶ οἷς ὑπάρχει περὶ ἑκάτερον ἀθρεῖν, καὶ τούτων ὡς πλείστων εὐπορεῖν, καὶ ταῦτα διὰ τῶν τριῶν ὅρων σκοπεῖν, ἀνασκευάζοντα μὲν ὡδί, κατασκευάζοντα δὲ ὡδί, κατὰ μὲν ἀλήθειαν ἐκ τῶν κατʼ ἀλήθειαν διαγεγραμμένων ὑπάρχειν, εἰς δὲ τοὺς διαλεκτικοὺς συλλογισμοὺς ἐκ τῶν κατὰ δόξαν προτάσεων.
因为,我们必须针对每个对象,观察其所具有的属性以及这些属性所属于的主体,并尽可能丰富地占有这些材料,然后通过三个词项来考察它们,在反驳时如此,在确立时则如彼;在依循真理时,根据被规定为在真理中实际属于的属性,而对于辩证三段论,则根据基于意见的前提。
αἱ δʼ ἀρχαὶ τῶν συλλογισμῶν καθόλου μὲν εἴρηνται, ὃν τρόπον τʼ ἔχουσι καὶ ὃν τρόπον δεῖ θηρεύειν αὐτάς, ὅπως μὴ βλέπωμεν εἰς ἅπαντα τὰ λεγόμενα, μηδ᾿ εἰς ταὐτὰ κατασκευάζοντες καὶ ἀνασκευάζοντες, μηδὲ κατασκευάζοντές τε κατὰ παντός ἢ τινὸς καὶ ἀνασκευάζοντες ἀπὸ πάντων ἢ τινῶν, ἀλλʼ εἰς ἀλάττω καὶ ὡρισμένα, καθʼ ἕκαστον δὲ ἐκλέγειν τῶν ὄντων, οἷον περὶ ἀγαθοῦ ἢ ἐπιστήμης.
三段论的诸原理已经在总体上进行了说明,包括它们具有怎样的性质,以及应当如何去搜寻它们,从而使我们不至于关注所有被说出的事物,也不至于在确立和反驳时关注相同的事物,更不至于在对全部或部分进行确立以及从全部或部分进行反驳时关注相同的事物,而是关注较少的和确定的事物,并对存在的每一个事物进行挑选,例如关于善或关于科学。
ἴδιαι δὲ καθʼ ἑκάστην αἱ πλεῖσται.
但大多数原理都是属于各门学科所特有的。
διὸ τὰς μὲν ἀρχὰς τὰς περὶ ἕκαστον ἐμπειρίας ἐστὶ παραδοῦναι, λέγω δʼ οἶον τὴν ἀστρολογικὴν μὲν ἐμπειρίαν τῆς ἀστρολογικῆς ἐπιστήμης (ληφθέντων γὰρ ἱκανῶς τῶν φαινομένων οὕτως εὑρέθησαν αἰ ἀστρολογικαὶ ἀποδείξεις), ὁμοίως δὲ καὶ περὶ ἄλλην ὁποιανοῦν ἔχει τέχνην τε καὶ ἐπιστήμην·
因此,提供关于每个对象的原理是经验的任务;我的意思是,例如天文学的经验提供天文学科学的原理(因为一旦现象被充分掌握,天文学的证明就是这样被发现的);对于任何其他技术或科学也是如此。
ὥστʼ ἐὰν ληφθῇ τὰ ὑπάρχοντα περὶ ἕκαστον, ἡμέτερον ἤδη τὰς ἀποδείξεις ἑτοίμως ἐμφανίζειν.
因此,如果掌握了关于每个对象的已有属性,那么随时呈现这些证明就已经成为了我们的任务。
εἰ γὰρ μηδὲν κατὰ τὴν ἱστορίαν παραλειφθείη τῶν ἀληθῶς ὑπαρχόντων τοῖς πράγμασιν, ἕξομεν περὶ ἅπόντος οὗ μὲν ἔστιν ἀπόδειξις, ταύτην εὑρεῖν καὶ ἀποδεικνύναι, οὗ δὲ μὴ πέφυκεν ἀπόδειξις, τοῦτο ποιεῖν φανερόν.
因为,如果在探求中,对于事物真实具有的属性没有任何遗漏,我们就能对所有存在证明的事物发现并进行证明,而对本性上无法证明的事物使之显明。
Καθόλου μὲν οὖν, ὃν δεῖ τρόπον τὰς προτάσεις ἐκλέγειν, εἴρηται σχεδόν· διʼ ἀκριβείας δὲ διεληλύθαμεν ἐν τῇ πραγματείᾳ τῇ περὶ τὴν διαλεκτικήν.
总之,关于应当如何挑选前提,已经基本说明了;而在关于辩证法的论著中,我们已经对此进行了详尽且精确的阐述。